Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόλεμος [247]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόλεμος


000-00-00 Serial Number=0940336347
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00979]  Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος.
 [00986]  ∆ιαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς.
 [01560]  ἆρ' οὐχ ὁ πόλεμος ἐκεῖνος τοῦτο δείκνυσιν, ὁ μηδαμόθεν ἑτέρωθεν τὴν ὑπόθεσιν ἐσχηκὼς, καὶ πρὸς τοσαύτην σφοδρότητα ἐκταθεὶς, ὡς μυρίοις αὐτὸν περιβαλεῖν κακοῖς;
 [01581]  Οὐ γὰρ συμφορᾶς αὐτῷ μόνον, ἀλλὰ καὶ αἰσχύνης ὑπόθεσιν εἶχεν ὁ πόλεμος.
 [01591]  Ὡς δὲ ἀπηγγέλθη καὶ ταῦτα, συνεκροτεῖτο ὁ πόλεμος πάντων πολέμων τῶν πώποτε γενομένων καινότατος ὢν, καὶ αἰνίγματι μᾶλλον ἐοικώς.
 [01606]  ὡς δὲ μόλις καὶ μετὰ πολλῆς τῆς κολακείας εἶξαν τῷ βασιλεῖ, πάλιν ἀποπηδήσαντες προσετέθησαν τῷ Σαβεὲ, καὶ πάλιν ἐξ ἀρχῆς ἕτερος ἐτίκτετο πόλεμος τῶν τοῦ προτέρου λειψάνων μενόντων ἔτι.
000-00-00 Serial Number=0669816792
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00562]  [10.20] Πρῶτον μὲν γὰρ πόλεμος αὐτῷ χαλεπὸς ἐντεῦθεν κατὰ τὴν πατρῴαν οἰκίαν ἀνερριπίζετο καὶ οἱ τὰς αὐτὰς αὐτῷ λύσαντες ὠδῖνας, διατεμόντες τῆς συγγενείας τοὺς νόμους καὶ διαρρήξαντες τῆς ἀδελφικῆς φιλίας αὐτῆς τὰ δεσμὰ καὶ αὐτοὺς τῆς φύσεως διασαλεύσαντες τοὺς θεσμοὺς, ἐχθροὶ καὶ πολέμιοι καὶ λύκων ἀγριώτεροι περὶ τὸν ἀδελφὸν ἀπὸ τῶν ὀνειράτων ἐκείνων ἐγίνοντο·
000-00-00 Serial Number=0585562468
Ad populum Antiochenum Ante [Go Back]  
 [00058]  πόλεμος αὐτῷ συγκεκρότητο, φησὶν, οὐχὶ πρὸς τοὺς ἀπίστους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς δαίμονας, καὶ πρὸς αὐτὸν τὸν διάβολον·
 [00739]  ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος.
 [01010]  πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός.
 [04053]  Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσεβείας ὑπόθεσις ἐγίνετο.
 [04056]  καὶ γὰρ καὶ ἐκείνοις τοῦτο κατάδηλον ἦν, ὅτι οὐ τῇ φύσει τῶν ὅπλων ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι.
 [04604]  ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυνάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους.
000-00-00 Serial Number=0213264406
Adversus Judaeos Ante [Go Back]  
 [00713]  τὴν δὲ ἀνδρείαν ὁ προσφάτως παυσάμενος διωγμὸς, καὶ ὁ τῶν Ἐκκλησιῶν πόλεμος.
 [01272]  Τὸ γὰρ σπουδαζόμενον ἦν ἡμῖν ἀποδεῖξαι, ὅτι τὰ γινόμενα νῦν ὑπ' αὐτῶν παρανομία τίς ἐστι καὶ παράβασις, καὶ ἀνθρώπων πρὸς Θεὸν μάχη καὶ πόλεμος·
 [01349]  Καὶ γὰρ ἐμφύλιός τις τότε τὰ πάντα κατεῖχε πόλεμος, μᾶλλον δὲ ἐμφυλίου παντὸς χαλεπώτερος.
000-00-00 Serial Number=0142841697
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00300]  ὅσῳ μείζων ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος.
000-00-00 Serial Number=0103560507
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00076]  Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνον, ἀλλ' ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνον.
 [00160]  Καθ' ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια.
 [01489]  Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσονται.
 [01579]  εἰ δὲ πάντα τὸν παρόντα βίον ἀγωνίζεσθαι χρὴ, ἐκ πρώτης ἡλικίας ἀρξάμενον εὐθέως, καὶ δεκαετῆ γεγονότα καὶ γὰρ ἐξ ἐκείνης ἀνάγκη τῆς ἡλικίας ἀπαιτεῖσθαι τῶν ἁμαρτημάτων εὐθύνας, καὶ δηλοῦσι τὰ καταβρωθέντα ὑπὸ τῶν ἄρκτων παιδία ἐπὶ τοῖς εἰς τὸν Ἐλισσαῖον σκώμμασι, καὶ νῦν ἐκ ταύτης παλαίειν χρὴ τῆς ἡλικίας, ἐν ᾗ καὶ ἐφέστηκεν ὁ πόλεμος χαλεπὸν πνέων καθ' ἡμῶν, πόθεν οὖν σὺ τὸν καιρὸν ἐκεῖνον τοῖς ἀγῶσιν ὁρίζεις;
 [01586]  Σὺ δὲ οἷς ὁ πόλεμος χαλεπώτερος καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν ἀσθένειαν, καὶ διὰ τὴν ἀπειρίαν,
000-00-00 Serial Number=0410552025
Commentarius in Job Ante [Go Back]  
 [00448]  οὐ πόλεμός τις ἐπῄει, οὐχ ἡ οἰκία μάχην εἶχεν, οὐκ ἐμφύλιος, οὐκ ἐξωτικὸς αὐτὸν ἐλυμήνατο πόλεμος.
 [00451]  οὗτος γὰρ χαλεπώτερος, ὁ ἔνδον πόλεμος.
 [00507]  πολὺς ὁ φόβος, ἀγαπητέ, οὐχ ὁ περὶ τῶν βοῶν μόνον, ἀλλὰ καὶ ὁ περὶ τῆς οἰκίας, εἴ γε πόλεμος γέγονεν.
 [00728]  ποῖος πόλεμος, ποία μάχη, ποία τις αἰχμαλωσία οὕτως εἰς τὴν οἰκίαν εἰσεκώμασε τοῦ δικαίου;
 [01337]  τῶν ἔξωθεν συνεχόντων αὐτὸν δεινῶν ὁ τῶν λογισμῶν πόλεμος χαλεπώτερος ἦν·
 [02697]  ὥστε μαθεῖν, ὅτι ἄνωθεν ὁ πόλεμος, οὐδὲ ἔσται αὐτῷ μεταβολὴ τῶν δεινῶν.
 [03120]  [22,10a] τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, [10b] καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.
000-00-00 Serial Number=0609633625
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00360]  Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπώτερα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ πολέμιοι σφοδρότεροι, καὶ τὰ ἆθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον.
000-00-00 Serial Number=0589720368
Contra ludos et theatra Ante [Go Back]  
 [00026]  ἀλλ' ἐν παρασκευῇ, ὅτε ὁ ∆εσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο, καὶ θυσία τοιαύτη προσεφέρετο, καὶ παράδεισος ἠνοίγετο, καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα, κατάρα ἐλύετο, καὶ ἁμαρτία ἠφανίζετο, καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος, καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο, καὶ πάντα μετεῤῥυθμίζετο·
000-00-00 Serial Number=0104965508
Contra theatra Ante [Go Back]  
 [00367]  τὸ δὲ νῦν πραττόμενον πόλεμος μᾶλλον ἢ θυσία, πολιορκία τις, οὐ προσφορά.
000-00-00 Serial Number=0630213976
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00033]  ἐμφύλιος ἅπαντα κατέχει πόλεμος, ἐμφύλιος, καὶ οὔτε οὗτος δῆλος, ἀλλὰ συνεσκιασμένος.
000-00-00 Serial Number=0529016912
De Anna i Ante [Go Back]  
 [00553]  χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν ἐκείνην, ὡς τοῦτο τὸ πάθος.
000-00-00 Serial Number=0346463084
De Davide et Saule Ante [Go Back]  
 [00155]  μᾶλλον δὲ οὐ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας.
000-00-00 Serial Number=0540059626
De Lazaro Ante [Go Back]  
 [01844]  Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν.
000-00-00 Serial Number=0458964825
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00176]  διὰ τούτου πόλεμος καταλύεται, καὶ εἰρήνη συνίσταται, Ὑμνῶ σου τοιγαροῦν τὸ μακρόθυμον καὶ ἀνεξίκακον τῆς περὶ ἐμὲ οἰκονομίας μυστήριον, Κύριε·
000-00-00 Serial Number=0890664756
De consubstantiali Ante [Go Back]  
 [00074]  Ἐπεὶ εἰ μὴ τοῦτο οὕτως ἔχοι, μάχη καὶ πόλεμος ἐν ταῖς Γραφαῖς·
000-00-00 Serial Number=0967818379
De diabolo tentatore Ante [Go Back]  
 [00268]  Καίτοι πρὸς τοὺς χοίρους οὐδεὶς ἦν αὐτοῖς λόγος, πρὸς δὲ σὲ ἀεὶ πόλεμος ἄσπονδος καὶ ἀκήρυκτός ἐστι μάχη, καὶ ἔχθρα ἀθάνατος.
 [00446]  ἐσπούδαζε γὰρ αὐτὸν πεῖσαι, ὅτι ἄνωθεν ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον·
 [00469]  Οὐ γὰρ τὰ τυχόντα ἐστὶν, ἀλλ' ὑπὲρ ὧν πολλαχοῦ πολλοῖς πολλάκις γίνονται λόγοι, ὑπὲρ ὧν πολλὴ μάχη καὶ πόλεμος οὐχὶ πιστοῖς πρὸς ἀπίστους μόνον, ἀλλὰ καὶ πιστοῖς πρὸς πιστούς·
000-00-00 Serial Number=0807097256
De gloria in tribulationibus Ante [Go Back]  
 [00036]  διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε·
000-00-00 Serial Number=0514541388
De jejunio [2] Ante [Go Back]  
 [00006]  Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν.
000-00-00 Serial Number=0403866708
De jejunio et eleemosyna Ante [Go Back]  
 [00102]  ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει·
000-00-00 Serial Number=0638417602
De jejunio sermones 1 Ante [Go Back]  
 [00460]  δι' ὑμᾶς πόλεμος, δι' ὑμᾶς νίκη.
000-00-00 Serial Number=0414684355
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00274]  οἷον ἡ πρὸς ἐπιθυμίαν μάχη, ὁ περὶ τὴν γαστέρα πόλεμος, ἡ πρὸς τὴν φιλαργυρίαν παράταξις, ἡ πρὸς τὸν θυμὸν πάλη·
 [00582]  Καὶ γὰρ πατὴρ ἐπολέμει παιδὶ τότε, καὶ υἱὸς ἠρνεῖτο πατέρα, καὶ γυναῖκες ἄνδρας, καὶ ἄνδρες γυναῖκας, καὶ θυγατέρες μητέρας, καὶ συγγενεῖς συγγενεῖς, καὶ φίλοι φίλους, καὶ ποικίλος τις ἦν ὁ πόλεμος οὗτος καὶ παντοδαπός, εἰς τὰς οἰκίας ἕρπων, συγγενεῖς διασπῶν, βουλευτήρια ταράττων, δικαστήρια θορυβῶν, ὡς τῶν πατρίων ἐθῶν καταλυομένων, καὶ ἑορτῶν καὶ θεραπείας δαιμόνων ἀνατρεπομένης, ἃ τοῖς πάλαι νομοθέταις πρὸ τῶν ἄλλων ἁπάντων περισπούδαστα ἦν.
000-00-00 Serial Number=0083625793
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
 [00100]  Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ ταραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε [51.118] δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον;
 [00205]  καὶ ὁ μὲν πόλεμος ἐλέλυτο, ὁ δὲ φόβος ἐπέμενε τοῖς ἀποστόλοις.
000-00-00 Serial Number=0771076381
De paenitentia [1] Ante [Go Back]  
 [00777]  χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ πόλεμος.
 [00778]  Ὁ μὲν γὰρ τῶν βαρβάρων πόλεμος καιρόν τινα ἔχει ἀνοχῆς ἐν ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὒ, καὶ τάξεις καὶ χρόνοι εἰσίν·
000-00-00 Serial Number=0563399911
De precatione [1] Ante [Go Back]  
 [00241]  καὶ κατελύθη πόλεμος ἄνευ ὅπλων ἀπὸ τῆς προσευχῆς, σάλπιγγος μὲν οὐκ ἠχούσης, στρατιᾶς δὲ ἡσυχαζούσης, ὅπλων δὲ οὐ κινουμένων, γῆς δὲ οὐ φοινισσομένης, προσευχῆς δὲ ἀρκούσης εἰς φόβον τῶν ἀντιπάλων.
000-00-00 Serial Number=0809903443
De resurrectione mortuorum Ante [Go Back]  
 [00045]  τότε δὲ ἐν ἀρχῇ τοῦ κηρύγματος, ἄρτι τῶν σπερμάτων τῆς εὐσεβείας καταβαλλομένων, πολὺς ὁ πόλεμος καὶ διάφορος καὶ ποικίλος.
 [00046]  Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο.
 [00057]  Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν, ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο καὶ διηνεκὴς, ἀλλ' ὅτι καὶ ἐν αὐτοῖς τοῖς πιστοῖς συνέβαινε γίνεσθαί τινα σκάνδαλα καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας·
 [00060]  Καὶ οὗτος ἐκείνου χαλεπώτερος ὁ πόλεμος ἦν, καὶ τοῖς ἀρχομένοις καὶ τοῖς διδασκάλοις.
 [00076]  Ἐπεὶ οὖν πολὺς ὁ πόλεμος ἦν παρὰ τῶν ἔξωθεν, πολὺς ὁ φόβος παρὰ τῶν ἔνδοθεν, πολὺς ὁ πόνος ὁ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
000-00-00 Serial Number=0637470484
De sacerdotio Ante [Go Back]  
 [00228]  Ἀλλὰ πρὸς τίνας ὁ πόλεμος;
 [00989]  οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν·
 [01282]  Ὅταν οὖν καὶ διὰ πενίας καὶ διὰ πλούτου καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῇ κειμένου καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων καὶ ἁπάντων ἁπλῶς ὧν ἀπηριθμησάμην ὁ πόλεμος ἀναρριπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν, πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων;
000-00-00 Serial Number=0141036451
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00055]  πῶς ἀναχωρεῖν κάτω κύπτοντας ἐγκαλυπτομένους, διὰ τῶν ἔργων μανθάνοντας, ὅτι οὐ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν ὁ πόλεμος αὐτοῖς ἦν;
000-00-00 Serial Number=0609037280
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00180]  διπλοῦς γὰρ οὗτος ὁ πόλεμος ἦν·
 [00184]  Καίτοι εἰ καὶ ἁπλοῦς ὁ πόλεμος ἦν, ἀφόρητον ὑπῆρχε τὸ κακὸν, καὶ εἰ ἔξωθεν προσέβαλλε μόνον, μέγα τῶν δεινῶν τὸ μέγεθος ἦν·
 [00188]  ∆ιπλοῦς τοίνυν τότε ὁ πόλεμος ἦν, ὁ μὲν ἐμφύλιος, ὁ δὲ παρὰ τῶν ἔξωθεν ἐπιών·
 [00189]  μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑκάτερος ὁ πόλεμος ἐμφύλιος ἦν.
000-00-00 Serial Number=0456438601
De sanctis martyribus [2] Ante [Go Back]  
 [00034]  Ἂν μὲν τῶν γινομένων τὴν φύσιν ἴδῃς, μάχη καὶ πόλεμος καὶ παράταξις τὰ γινόμενα·
000-00-00 Serial Number=0597523212
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00045]  τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος·
000-00-00 Serial Number=0811903656
De studio praesentium Ante [Go Back]  
 [00073]  Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον·
000-00-00 Serial Number=0193359494
De virginitate Ante [Go Back]  
 [00814]  Τὸ δὲ πάντων ἐλεεινότερον ὁ τοῖς παισὶν ἐπεισαγόμενος πόλεμος, ἡ ταῖς θυγατράσιν συνοικιζομένη λέαινα·
 [01891]  Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ' ἑαυτῆς ἔσχιστο φύσις καὶ πόλεμος ἄσπονδος ἦν.
000-00-00 Serial Number=0162700474
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02312]  ἐμοὶ οὐ μέλει μῖσος, οὐ μέλει πόλεμος·
 [02939]  Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινὸν, ἀλλὰ κἂν γεννῶνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γεννῶνται, πόλεμος πάλιν καὶ μάχη·
 [03549]  Ὅρα ποῦ ὁ πόλεμος τείνει.
 [03559]  Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης, δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν·
 [05815]  Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος;
 [06977]  Οὐ γὰρ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας.
 [07249]  Εἰ πόλεμος ἡμῖν περιεστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα·
 [07252]  Ἐπειδὴ δὲ καὶ νῦν πόλεμος συνέστηκεν Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον ἤγαγεν·
 [07824]  ἐκεῖνος, πατέρα, καὶ τέκνον, οὗτος, καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διηγείρετο, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ.
 [08007]  ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος.
 [08072]  Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [08074]  Ἐπεὶ δὲ καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων·
 [08348]  ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις καὶ δικαίοις παραγέγονεν εἰρήνη.
 [08368]  πῶς ὁ πόλεμος κατελύθη;
 [09999]  Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι·
 [09999]  Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε·
 [09999]  Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν·
000-00-00 Serial Number=0351052046
Encomium in sanctos martyres Ante [Go Back]  
 [00010]  Καὶ ἦν ὁ πόλεμος ἔνδοξος καὶ ἡ μάχη οὐράνιος, θεία ἡ παράταξις καὶ ἀγγελικὴ ἡ στρατοπέδευσις ὅπως συνδοξασθῶσι θεῷ, ὅπως ἀπολάβωσι τὴν ἀρχαίαν τιμήν, ὅπως ἀεὶ διαμείνωσιν ἐν Χριστῷ, ὅπως ἔχωσιν ἀνώδυνον ζωήν.
000-00-00 Serial Number=0184373796
Epistula ad Cyriacum Ante [Go Back]  
 [00071]  Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρων χώρας καὶ ηὐξήθη, πόλεμος πανταχόθεν ἀνερριπίζετο.
 [00091]  Ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο.
 [00435]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς καὶ σής ἐστιν οὐχὶ ὀστέων, ἀλλὰ καὶ διανοίας καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξέων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων καὶ νόσος πολλοὺς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [00625]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας χαλεπὸς αὐτῷ ἀναρριπίζεται πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν παρὰ τοῦ πατρὸς διαθέσεως, καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων·
 [00650]  Καὶ πάλιν σύνοικος ὁ πόλεμος ἦν ἐναντίαν τοῖς προτέροις τὴν ὑπόθεσιν ἔχων.
 [00652]  Καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος οὗτος.
000-00-00 Serial Number=0426779151
Epistulae Ante [Go Back]  
 [02511]  Καὶ εἰ μὴ ὁ τῶν Ἰσαύρων πόλεμος πᾶσαν ἀποτειχίσας ὁδὸν, ἐν σπάνει κατέστησεν ἡμᾶς τῶν γράμματα διακομιζόντων, κἂν νιφάδας σοι πολλάκις ἐπέμψαμεν ἐπιστολῶν.
000-00-00 Serial Number=0659951270
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00181]  Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρου χώρας καὶ ηὐξήθη, πόλεμος αὐτῷ πανταχόθεν ἀνερριπίζετο.
 [00197]  Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ' οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτόν, ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο.
 [00770]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [00979]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως.
 [01008]  καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος.
000-00-00 Serial Number=0516770363
Expositiones in Psalmos Ante [Go Back]  
 [00630]  ἐκεῖνος μὲν γὰρ ἔξωθεν ὁ πόλεμος, αὕτη δὲ ἔνδον ἐστὶν ἡ μάχη.
 [02821]  Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
 [03283]  ∆ιὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ κράτος ἡ νίκη.
 [03497]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
 [04584]  Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
 [05046]  ∆ιὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ κράτος ἡ νίκη.
 [05260]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
 [06518]  καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον ἐργάσασθαι ἠδύναντο, ἔκρυπτον ἑαυτούς.
 [06686]  Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς ὅπλοις λογίζεσθαι·
 [07477]  Καὶ γὰρ πόλεμος ἦν χαλεπὸς, πολέμων ἁπάντων ὁ πικρότατος, οὐ βαρβάρων πολεμούντων, ἀλλὰ τῶν
000-00-00 Serial Number=0964806736
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00281]  παράταξίς σοι, μάχη καὶ πόλεμος οὐχ ὁ τυχών.
 [01102]  Καθάπερ τὸ πνεῦμα περιφέρει πανταχοῦ τὸν χοῦν ἀναῤῥιπίζον, οὐκ εἰς τεταγμένους ἀποτιθέμενον τόπους, οὕτω καὶ τούτοις ἐγένετο, ὥσπερ ἄνεμος σφοδρὸς ἐμπεσὼν ὁ πόλεμος ἐκεῖνος ὁ βαρβαρικὸς πανταχοῦ τῆς γῆς διέσπειρε, καίτοι καὶ τὸ διασπαρῆναι χαλεπὸν, τὸ δὲ καὶ ἀτάκτως τοῦτο παθεῖν ἄλλ.
 [01178]  εἰ γὰρ μὴ πόλεμος ἦν, εἰ [64.804] γὰρ μὴ πόλεως ἅλωσις, αὐτὸ τοῦτο μόνον ἀκοῦσαι τὸ ῥῆμα, πόσην ἔχει τιμωρίαν;
 [01231]  Πάντα γὰρ τὰ τοιαῦτα ἀφανίζειν οἶδεν ὁ πόλεμος.
 [01433]  ∆εῖξαι τοίνυν βουλόμενος, ὡς οὐκ ἐξ οἰκείας ἰσχύος, οὐδὲ δυνάμεως, ἀλλ' ἐκ τῆς αὐτοῦ συγχωρήσεως ὁ πόλεμος γίνεται, τὴν θάλασσαν εἰς μέσον παράγει·
 [01521]  Καίτοιγε ἐν μεσημβρίᾳ οὐκ ἂν γένοιτο πόλεμος, ἀλλὰ τοῦτο δηλοῖ, ὅτι οὐ λάθρα, οὐδὲ λανθανόντως, ἀλλὰ μετὰ παῤῥησίας ἐπιθήσονται, ὃ τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν ἐστιν ἑαυτοῖς.
 [01525]  νυκτὸς δὲ ἐπελθούσης διπλοῦς ὁ πόλεμος γίγνεται.
 [01662]  Εἰ γὰρ καὶ ὁ πόλεμος μὴ παρῆν, ἀλλὰ τὰ τοῦ πολέμου προοίμια·
 [04031]  Ποῦ τοίνυν οἱ ψευδοπροφῆται οἱ λέγοντες, Οὐκ ἔστι πόλεμος, οὐκ ἔστι μάχη, οὐδὲ λιμὸς, οὐδὲ μάχαιρα;
 [05733]  οὐκ ἐν τῇ πόλει ἡμῶν ὁ πόλεμος.
000-00-00 Serial Number=0502716660
Fragmenta in Proverbia Ante [Go Back]  
 [01907]  Μετὰ κυβερνήσεως γίνεται πόλεμος.
000-00-00 Serial Number=0430429757
Homilia de capto Eutropio Ante [Go Back]  
 [00021]  καίτοι γε ὁ πόλεμος ἐνταῦθα ἔῤῥευσεν.
 [00185]  Ἐμοὶ οὐ μέλει μῖσος, οὐ μέλει μοι πόλεμος·
 [00201]  Ὁ γὰρ πόλεμος οὗτος λαμπρότερόν με ἐργάζεται.
000-00-00 Serial Number=0460461855
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00086]  Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
 [00088]  Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος·
000-00-00 Serial Number=0618351400
In Acta apostolorum Ante [Go Back]  
 [01153]  Γλυκὺς ὁ πόλεμος ἀπείροις, φησί.
 [01157]  Οὐ γάρ ἐστιν ἡμῖν νῦν πόλεμος πρὸς τοὺς καταδυναστεύοντας τῶν πενήτων, οὐδὲ τοῦ ποιμνίου προπολεμεῖν ἀνεχόμεθα·
 [01454]  οὐχὶ πάντοθεν αὐτοὺς μυρίος περιειστήκει πόλεμος;
 [05442]  ∆ιπλοῦς ὁ πόλεμος, τοῦ σώματος, λέγω, καὶ τῆς ψυχῆς·
 [06420]  Ἄλλως δὲ διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος.
 [07040]  μᾶλλον δὲ, εἶδες, τί ἐποίησεν ὁ πόλεμος ἐκεῖνος;
 [07146]  σφόδρα γὰρ αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν.
 [07983]  Εἰπέ μοι, εἰ πόλεμος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς μὲν εἶδες εἰς μέσας τὰς φάλαγγας τῶν πολεμίων ἐμπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυματίας ἐργαζομένους μυρίους, ἑτέρους μονομαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ' ἵππων ὀρχουμένους καὶ ἐπαινουμένους ὑπὸ τοῦ βασιλέως, θαυμαζομένους, κροτουμένους, στεφανουμένους·
 [08238]  Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεμος, ὃς εἰρήνη νομίζεται, ἵνα μὴ ὁπλιζώμεθα κατ' αὐτοῦ, μηδὲ διαναστῶ [60.189] μεν·
 [08451]  ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει·
 [08456]  Καὶ ὁ πόλεμος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαμβάνει·
 [08670]  Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις.
 [09999]  [60.311] ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεμος καὶ διπλοῦς.
 [09999]  ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ.
 [09999]  Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη, ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸς [60.276] Ἰουδαίους πόλεμος, μακρόθεν μὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂν οὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἐλαύνοντο.
 [09999]  Λοιπὸν εἰρήνης ἦν μεστὰ τὰ πράγματα τὰ ἐν Ἰουδαίοις, καὶ οὐχ ὡς πρότερον πόλεμος ἦν.
 [09999]  ἐμφύλιος ἔμελλεν ἡ μάχη εἶναι, οἰκεῖος ὁ πόλεμος.
000-00-00 Serial Number=0338225245
In Christi natalem Ante [Go Back]  
 [00011]  [ἔστι γὰρ] τῶν δαιμόνων πόλεμος·
000-00-00 Serial Number=0785476267
In Ecclesiasten Ante [Go Back]  
 [00596]  Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος καὶ οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν χάρις.
000-00-00 Serial Number=0060605526
In Genesim sermones Ante [Go Back]  
 [00012]  Οὐκέτι μάχη τῇ ψυχῇ πρὸς τὴν σάρκα, οὐδὲ κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλὰ πᾶς οὗτος τοῦ σώματος ὁ πόλεμος λέλυται.
000-00-00 Serial Number=0072070777
In Herodem et infantes Ante [Go Back]  
 [00092]  Οὐκ ἦν βαρβάρων ἔφοδος, [61.702] ἀλλ' ἐμφύλιος πόλεμος·
000-00-00 Serial Number=0464615941
In Isaiam Ante [Go Back]  
 [00429]  [1.8] Τούτων γοῦν ἀμελουμένων καὶ πόλεις πολλάκις ἀνετράπησαν καὶ ἀπὸ θρόνων ἄρχοντες κατηνέχθησαν καὶ πόλεμος ἄσπονδος γέγονεν·
 [00768]  Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί;
 [01438]  Ἀλλὰ καὶ τὴν ἐκεῖθεν, φησί, γενομένην κηλῖδα ἐπελθὼν ὁ πόλεμος ἀναλώσει.
000-00-00 Serial Number=0193657696
In Kalendas Ante [Go Back]  
 [00023]  Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ' ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς.
000-00-00 Serial Number=0724000692
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00507]  Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πά λιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία, πάλιν πόλεμος συγκεκρότηται, πόλεμος χαλεπὸς, καὶ στρατό
 [00584]  ἵνα μὴ ᾖ σωφροσύνη καὶ μάχη, ἵνα μὴ ᾖ εἰρήνη καὶ πόλεμος.
 [00590]  ὅπου δὲ πόλεμος, καὶ ἡ σωφροσύνη ὑποτέμνεται.
000-00-00 Serial Number=0668066919
In Psalmum 100 Ante [Go Back]  
 [00101]  ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν τούτῳ ἐγὼ ἐλπίζω.
000-00-00 Serial Number=0168082595
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00035]  πῶς ὁ πόλεμος κατελύθη;
 [00047]  νῦν ὁ χρόνιος ἔσβεσται πόλεμος·
000-00-00 Serial Number=0858892500
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00045]  Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις·
 [00058]  σήμερον ἡ χρονία ἔχθρα κατελύθη, καὶ ὁ μακρὸς πόλεμος ἀνηρέθη·
 [00079]  πῶς ὁ πόλεμος κατελύθη, πῶς ἡ ὀργὴ ἀνῃρέθη;
000-00-00 Serial Number=0651391983
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00192]  Ἐντεῦθεν πάλιν λιμὸς αὐτὸν διεδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ μονογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος.
 [00727]  Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος.
 [01188]  Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ·
 [06778]  Καὶ πολὺς ὁ πόλεμος ἔπνει κατ' αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινομένων·
 [06785]  Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν.
000-00-00 Serial Number=0366605937
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02053]  Πάλιν τὰ παρόντα ἀγὼν, πόλεμος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώνων τὸ στάδιον.
000-00-00 Serial Number=0880326867
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06412]  Οὐδὲ γὰρ πρὸς ἀνθρώπους μόνον ὁ πόλεμος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίμονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις.
 [09999]  νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ.
 [09999]  Ἀλλ' εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβά-νει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή.
000-00-00 Serial Number=0548575699
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00844]  Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ ἦν πόλεμος, ἔδει τὰ τοῦ πολέμου μεριμνᾷν.
 [00895]  Μέγας πόλεμος ὄντως, καὶ πολὺ μέγας, ἂν ἐθέλωμεν νήφειν·
000-00-00 Serial Number=0353094339
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01054]  ∆ηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφείλομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον.
 [04038]  Ἄνελε τοίνυν τὴν φιλοχρηματίαν, καὶ πέπαυται πόλεμος, πέπαυται μάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ φιλονεικία.
000-00-00 Serial Number=0199243009
In epistulam ad Colossenses Ante [Go Back]  
 [00961]  καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη;
 [03485]  ∆ιὰ τὸ κήρυγμα μόνον ἔστω σοι πόλεμος, φησί·
 [03486]  μηδεμίαν ἑτέραν ὁ πόλεμος οὗτος ἀρχὴν λαμβανέτω.
000-00-00 Serial Number=0819183230
In epistulam ad Ephesios Ante [Go Back]  
 [00369]  Καθάπερ εἰ πόλεμος εἴη, ἔθνεσι πρὸς ἔθνη διδόασιν ὁμήρους·
 [05005]  Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος·
 [06445]  Χαλεπώτερος οὗτος ὁ πόλεμος τοῦ αἰσθητοῦ, σφοδροτέρα ἡ μάχη.
 [06773]  Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρηται.
 [06835]  Ἐκεῖνος ὁ πόλεμος ἕτερον κα [62.169] ταλύει πόλεμον τὸν πρὸς τὸν Θεόν·
000-00-00 Serial Number=0671703875
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00827]  Εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἂν τοῦτο κατεδέξαντο ἐκεῖνοι.
 [02161]  οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν πολύς ἐστι πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦμεν.
000-00-00 Serial Number=0414618015
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01841]  Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι·
 [01847]  Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε.
 [01852]  Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν·
 [02232]  Ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε, φησί;
 [02730]  Ἐπῆλθε πόλεμος, ἀνεῖλον πάντας, κατέκοψαν, ἐνεπρήσθησαν αἱ βίβλοι.
000-00-00 Serial Number=0971947372
In epistulam ad Philippenses Ante [Go Back]  
 [02530]  ἔνθα τοσοῦτος ὁ πόλεμος, τοσαῦτα κωλύματα, πῶς ἔνι φόβου χωρὶς διασωθῆναί ποτε;
 [04859]  εἰ δὲ πόλεμος καταλάβοι, ἔτι τὰ τῶν φροντίδων ἐπιτείνεται.
000-00-00 Serial Number=0879243970
In epistulam ad Romanos Ante [Go Back]  
 [01005]  οὐ γὰρ διπλοῦς καὶ τριπλοῦς, ἀλλὰ καὶ τετραπλοῦς οὗτος ὁ πόλεμος ἦν.
 [01013]  Ἰδοὺ πόλεμος εἷς.
 [02198]  Ὁρᾷς ποῦ τείνει ὁ πόλεμος;
 [02201]  οὐκοῦν καὶ ὁ παρὰ σοῦ πόλεμος.
 [02232]  Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν·
 [02854]  Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι [60.465] εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεμος.
 [02860]  Τὸ δὲ αἴτιον, πολὺ τὸ ψεῦδος, πολὺς ὁ δόλος, πολλὴ τῆς ἀγάπης ἡ ἀναίρεσις, καὶ πόλεμος ἄσπονδος.
 [02908]  Ἅπας μὲν γὰρ ὁ πόλεμος χαλεπὸς, μάλιστα δὲ ὁ ἐμφύλιος.
 [03691]  Ὅπλον δὲ εἰπὼν, ἐδήλωσεν, ὅτι καὶ πόλεμος ἐφέστηκε χαλεπός.
 [05824]  Οὐδὲ γὰρ ἁπλῶς ἐνίκων, ἀλλὰ μετὰ πολλοῦ τοῦ θαύματος, καὶ ὥστε μαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸς τὴν ἄμαχον δύναμιν ἐκείνην.
 [08879]  οὐδὲ γὰρ πόλεμος τοῦτό ἐστιν, ἀλλὰ χορεία καὶ πανήγυρις.
000-00-00 Serial Number=0607000172
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00587]  Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλεπὸς καὶ ἀκήρυκτος.
 [00590]  καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει.
 [00592]  Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην.
 [00598]  Καὶ ὅτι ταῦτ' ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω.
 [00648]  Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην.
000-00-00 Serial Number=0512293577
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00225]  μή τις κίνδυνος, μή τις συμφορὰ, μή τις πόλεμος;
 [00234]  ∆ι πλοῦς ὁ πόλεμος·
000-00-00 Serial Number=0218227327
In illud In faciem ei restiti Ante [Go Back]  
 [00234]  Καὶ γὰρ καὶ ἐνταῦθα πόλεμος συνειστήκει χαλεπὸς, καὶ παράταξις ἦν, καὶ μάχη, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ μάχη περὶ τῆς τῶν ἀνθρώπων σωτηρίας·
000-00-00 Serial Number=0772484183
In illud Messis quidem multa Ante [Go Back]  
 [00154]  ∆εικνὺς ὅτι οὐ πρὸς τοὺς ἀνθρώπους ὁ πόλεμος αὐτῷ, φησί·
000-00-00 Serial Number=0281039298
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00343]  ἐὰν δὲ πάθοι τι ὁ πρεσβευτὴς, πόλεμος κινεῖται μέγας μεταξὺ τῶν ἐθνῶν.
000-00-00 Serial Number=0678896904
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00160]  Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν·
000-00-00 Serial Number=0402255237
In illud Vidi dominum Ante [Go Back]  
 [00435]  Ἐπαφῆκεν αὐτῷ λέπραν κατὰ τοῦ μετώπου, τὴν ἀναίσχυντον κολάζων ὄψιν καὶ παιδεύων αὐτὸν ὅτι θεῖόν ἐστι τὸ δικαστήριον καὶ οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν.
 [00966]  ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, ἐμοὶ πόλεμος πρὸς δαίμονας.
000-00-00 Serial Number=0418886781
In illud Vidua eligatur Ante [Go Back]  
 [00143]  ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη.
000-00-00 Serial Number=0996372521
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00006]  Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς.
000-00-00 Serial Number=0819274187
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00052]  Ὅθεν ὁ πόλεμος ἤρξατο, ἐκεῖθεν καὶ ὁ βασιλεὺς τὴν εἰρήνην ἐβράβευσεν·
000-00-00 Serial Number=0371992528
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00130]  πόλεμος καὶ ἀμφισβήτησις οὐκ ἔστι, καὶ μάχη καὶ φιλονεικία τις.
000-00-00 Serial Number=0587067485
In principium Actorum Ante [Go Back]  
 [00414]  ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τει [51.79] χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
000-00-00 Serial Number=0509652674
In resurrectionem domini [2] Ante [Go Back]  
 [00003]  πέπαυται δόλος καὶ φθόνος ἐξώρισται, καταπεπάτηται μάχη, εἰρήνη τιμᾶται καὶ διαλέλυται πόλεμος.
000-00-00 Serial Number=0475966930
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00144]  Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής.
000-00-00 Serial Number=0062314689
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00024]  ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις·
 [00105]  Ἐπειδὴ γὰρ προσφάτως ἦν ὁ Ἑλληνικὸς πόλεμος καταλυθεὶς, καὶ ἄρτι τῶν χαλεπῶν καὶ ἐπαλλήλων διωγμῶν ἀνεπεπνεύκεισαν αἱ Ἐκκλησίαι πᾶσαι, καὶ οὐκ ἦν πολὺς ὁ χρόνος, ἐξ οὗ λαοὶ μὲν ἀπεκλείσθησαν ἅπαντες, βωμοὶ δὲ ἐσβέσθησαν, πᾶσα δὲ τῶν δαι [50.602] μόνων ἡ μανία καταλέλυτο, καὶ ταῦτα ἐλύπει τὸν πονηρὸν δαίμονα, καὶ οὐκ ἠδύνατο πράως φέρειν τὴν τῆς Ἐκκλησίας εἰρήνην, τί οὖν ποιεῖ;
 [00156]  οὐδὲ γὰρ ἥπτετο τῆς ψυχῆς, οὐδὲ ὑπεσκέλιζε τοὺς ἔνδον λογισμοὺς, ἀλλὰ μέχρι τῆς σαρκὸς εἱστήκει τὰ μηχανήματα καὶ ὁ πόλεμος, εἴσω διαβῆναι μὴ δυνάμενος.
 [00187]  Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας·
000-00-00 Serial Number=0784899831
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00095]  οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυ μάζειν πολλῷ πλέον τῶν νῦν οἰκονομούντων αὐτὴν, ὅτε πολὺς ὁ πόλεμος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον ἔτι τὸ φυτὸν τῆς πίστεως ἦν, καὶ πολλῆς δεόμενον ἐπιμελείας, ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίας πλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς μελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς.
000-00-00 Serial Number=0359759152
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00184]  ∆ιετῆ γοῦν χρόνον ὁ πόλεμος καὶ τοὺς Ἰουδαίους ἐπὶ πένθει ἀνάλωσε καὶ ἄχρι τῆς σήμερον τῆς Ἰουδαίας τὸ πένθος παρέτεινεν.
000-00-00 Serial Number=0844836950
In secundum domini adventum Ante [Go Back]  
 [00134]  Φησὶ γὰρ, ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ ὅτι πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος ἔθνος κατέλαβε.
000-00-00 Serial Number=0448136270
Non esse desperandum Ante [Go Back]  
 [00166]  Ἂν τοίνυν ἐπεισέλθῃ πόλεμος μεταξὺ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, εἰς τὰς οἰκίας εἰσῆλθεν ὁ πόλεμος·
000-00-00 Serial Number=0400140166
Quales ducendae sint uxores Ante [Go Back]  
 [00293]  ἵνα μὴ πόλεμος ᾖ καὶ μάχη, τοῦ ἀνδρὸς προϊεμένου τὰ ὄντα, καὶ τὸν πατέρα μιμουμένου, καὶ τοὺς ξένους ὑποδεχομένου·
000-00-00 Serial Number=0445922911
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00321]  Καὶ ἦν χορεῖα μᾶλλον ἢ πόλεμος τὰ γινόμενα, μυσταγωγία μᾶλλον ἢ μάχη.
000-00-00 Serial Number=0040691376
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00044]  Καὶ ἑκατὸν διαγενομένων ἐτῶν, πάλιν πόλεμος αὐτοὺς κατέλαβεν ὁ Μακεδονικός.
 [01086]  Ὡς δὲ ὁ πρὸς τὸν Ἰσραὴλ γέγονε πόλεμος τῶν ἀλλοφύλων, πίπτει Σαοὺλ καὶ Ἰωνάθαν, καὶ οἱ δύο ἄλλοι υἱοὶ αὐτοῦ·
 [01096]  Ὡς δὲ συνέτυχον ἀλλήλοις Ἰωὰβ ὁ τοῦ ∆αυῒδ, καὶ Ἀβεννὴρ ὁ τοῦ Σαοὺλ, καὶ συνεκροτήθη πόλεμος ἀπὸ παιδίας, κατεδίωκεν Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ τὸν Ἀβεννήρ·
 [01099]  Καὶ ἦν πόλεμος ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ τοῦ οἴκου ∆αυΐδ·
 [01125]  Ἐντεῦθεν γίνεται πόλεμος·
 [01167]  Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης.
 [01168]  Ἀναιρεθέντος δὲ, ἐπαύσατο ὁ πόλεμος.
 [01297]  Κελεύεται Ἀχαὰβ τηρεῖσθαι Μιχαίαν τὸν ψευδοπροφήτην, ἕως ἂν ὁ πόλεμος λάβῃ τέλος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»