Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόνον [246]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόνον


000-00-00 Serial Number=0060909390
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00204]  Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα;
 [00208]  Καὶ γὰρ, ὅτι πόνον οὐδένα ἔχει τὰ ἐπιτάγματα τοῦ Χριστοῦ, αὐτὸς ἀπεφήνατο λέγων·
000-00-00 Serial Number=0618644536
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00802]  Καθάπερ γὰρ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν ἐπὶ τοῦ καιροῦ τῶν ἀγώνων ἄνεσιν ἐπιζητῶν αἰσχύνην καὶ ἀδοξίαν διὰ παντὸς τοῦ χρόνου ἑαυτῷ προξενεῖ, ὁ δὲ ἐν τῷ σταδίῳ πάντα πόνον γενναίως ἐνεγκὼν στεφάνους καὶ δόξαν καὶ ἔπαινον, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ λυθέντων αὐτῶν καρποῦται παρὰ τῶν θεατῶν·
 [00970]  ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς·
 [01467]  περιλειπομένων φροντὶς συνετάραττε, καὶ ἡ τῶν κλήρων δὲ διανομὴ πολὺν μὲν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας.
000-00-00 Serial Number=0807438612
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00311]  [6.19] Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν·
000-00-00 Serial Number=0342557847
Ad populum Antiochenum Ante [Go Back]  
 [00839]  ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς πόνον τῷ ἀνθρώπῳ συνέζευξεν, οὐχὶ τιμωρούμενος αὐτὸν, οὐδὲ κολάζων, ἀλλὰ σωφρονίζων καὶ παιδεύων.
 [00842]  Μὴ τοίνυν κακίζωμεν πόνον, μηδὲ διαπτύωμεν ἐργασίαν·
 [01027]  Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή.
 [02709]  Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ ὑμῶν ὑπομένειν πόνον.
 [03828]  πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς·
 [03832]  σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες καὶ πολὺν ὑποστάντες πόνον.
 [04552]  Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ' ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον.
 [05429]  οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν ἀέρα ἀκοντίζοντες, καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι πάλιν, τίνα οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βουλομένων ἀναδέξασθαι πόνον;
 [05488]  ∆ιὰ τοῦτο νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν ἡμῖν ἁμαρτήματα προστριβέντα διὰ τῆς σπουδῆς ταύτης τῶν θεϊκῶν ἐνταλμάτων ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετάσχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ' οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον.
 [05816]  Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσκολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγεθος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖσαι πόνον ὑπενεγκεῖν·
000-00-00 Serial Number=0370195746
Ad viduam juniorem Ante [Go Back]  
 [00035]  Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ' ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιρρεόντων δημοσίων καὶ ἰδιωτικῶν.
000-00-00 Serial Number=0575795233
Adversus Judaeos Ante [Go Back]  
 [00842]  τοσοῦτον ἀπολῶ πόνον;
 [02490]  ∆ιὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγέντας.
 [02950]  κἄν τε λόγον, κἄν τε χρήματα, κἄν τε σώματος πόνον, κἂν εὐχὴν, κἂν ἄλλ' ὁτιοῦν εἰς τὴν τοῦ πλησίον σωτηρίαν ἀναλῶσαι δεήσῃ, μὴ ὀκνήσωμεν, ἵνα πανταχόθεν τὸ παρὰ τοῦ Θεοῦ δοθὲν ἡμῖν τάλαντον ἀναλόγως ἕκαστοι πολυπλασιάσαντες δυνηθῶμεν τῆς μακαρίας ἐκείνης ἀκοῦσαι φωνῆς, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω·
000-00-00 Serial Number=0530957222
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
000-00-00 Serial Number=0637089908
Catecheses ad illuminandos Ante [Go Back]  
 [00729]  διότι ἐπ' ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς τῶν βρωμάτων λέγω, πολλῶν ἤκουον λεγόντων βαρέως φέρειν τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων σώματος καὶ πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι.
 [01266]  [8.19] Ἐὰν γὰρ ταῦτα ἡμῖν ᾗ προηγούμενα, ἐν ἐκείνοις οὐδένα ἕξομεν πόνον, τοῦ φιλανθρώπου Θεοῦ πολλὴν ἡμῖν τὴν εὐμάρειαν ἐν αὐτοῖς παρέχοντος·
000-00-00 Serial Number=0341335893
Commentarius in Job Ante [Go Back]  
 [01077]  τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν.
 [02634]  [2b] ἐμπλήσει δὲ πόνον γαστρὸς [15,3a] ἐλέγχων με ἐν ῥήμασι κενοῖς, [3b] ἐν λόγοις οἷς οὐδὲν ὄφελος.
 [02640]  ἐνέπλησε δὲ πόνον γαστρός.
 [02719]  [35b] ἀποβήσεται δὲ αὐτῷ κενά, [35c] ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει πόνον.
000-00-00 Serial Number=0348165810
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00080]  Οὐκοῦν καὶ κτίζοντα ἀκόλουθον ὑπομεῖναι πόνον.
000-00-00 Serial Number=0406472445
Contra theatra Ante [Go Back]  
 [00234]  πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐτὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέγειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως ἐξαγομένην.
000-00-00 Serial Number=0682663381
De Anna i Ante [Go Back]  
 [00028]  Κἂν τὸν πόνον αὐτῆς ἀπεθέμεθα, ἀλλὰ τὸν πόθον αὐτῆς μὴ καταλύσωμεν, μηδὲ τὴν μνήμην σβέσωμεν·
 [00604]  Ἀλλ' ἕτεροι μὲν καὶ πελάγη [54.654] διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος·
 [00605]  σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν·
 [00843]  ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης.
000-00-00 Serial Number=0438258052
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00208]  Ταῦτα γὰρ δοκεῖ μέν τινα εἶναι θαυμαστὰ καὶ πόνον ἔχειν πολὺν καὶ τὴν ἐσχάτην ταλαιπωρίαν ἐπαίνου δὲ παντὸς ἀπεστέρηται.
000-00-00 Serial Number=0606471598
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00034]  ἀλλ' ὅμως καὶ τῆς προθυμίας ἡ ὑπερβολὴ, καὶ τὸ συντεῖναι τὴν διάνοιαν μετὰ ἀκριβείας ἁπάσης, τὸν πόνον ἡμῖν παρεμυθήσασθε καὶ τὰ δύσκολα ῥᾴδια κατεσκευάσατε.
000-00-00 Serial Number=0234338284
De Lazaro Ante [Go Back]  
 [01076]  τοῦτο γὰρ εἰπὼν, ᾐνίξατο τὴν βίαν καὶ τὸν πολὺν πόνον, ὃν ὑπομένειν ἀνάγκη τοὺς βουλομένους ἐν ἅπασιν εὐήνιον κατασκευάζειν τὸ σῶμα.
 [01091]  καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος, τοῦ κέρδους δὲ ἀποστεροῦνται.
 [01113]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.
 [02568]  Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμετέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν.
000-00-00 Serial Number=0640716255
De Maccabeis Ante [Go Back]  
 [00136]  καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι.
000-00-00 Serial Number=0489148259
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00142]  Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάντως ὀψόμενος, ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος;
000-00-00 Serial Number=0928654492
De beato Abraham Ante [Go Back]  
 [00129]  Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμπυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον·
000-00-00 Serial Number=0093229055
De corruptoribus virginum Ante [Go Back]  
 [00080]  Οὔτε ἂν ὁ Ἀπόστολος ἄκαιρον ἤλγησε πόνον, εἰ μὴ πρότερον τῆς τοῦ ∆εσπότου ἀγαθότητος τὰς συνθήκας ἐδέξατο·
000-00-00 Serial Number=0837725580
De decem millium talentorum debitore Ante [Go Back]  
 [00101]  σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.
000-00-00 Serial Number=0827075362
De eleemosyna [5] Ante [Go Back]  
 [00149]  οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις·
000-00-00 Serial Number=0378007948
De fato et providentia Ante [Go Back]  
 [00094]  Καθάπερ ἐν πολέμῳ στρατιώτας γενναίους, καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῆς πατρίδος ἑτοίμους ὄντας ἐπιδοῦναι, τῶν ἐχθρῶν τις ἰδὼν, καὶ μὴ δυνηθεὶς [50.754] ἑτέρῳ καταβλάψαι τρόπῳ, μηδὲ ἀποστῆσαι τῆς ὑπὲρ τοῦ βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι περιγενέσθαι, ἑτέρως λυμήναιτο, πείθειν ἐπιχειρῶν ὡς εἰκῆ καὶ μάτην καὶ ἐπ' οὐδενὶ τοσοῦτον ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦσαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν, ὥστε διὰ πάντων τούτων ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμαλώτους λαβεῖν·
000-00-00 Serial Number=0605764389
De gloria in tribulationibus Ante [Go Back]  
 [00014]  Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών.
 [00131]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων τὰ μὲν [51.162] παλαίσματα τὸν πόνον ἔχει, ὁ δὲ στέφανος τὴν ἡδονήν·
000-00-00 Serial Number=0968332469
De jejunio [1] Ante [Go Back]  
 [00044]  νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα·
000-00-00 Serial Number=0680616021
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00193]  τὸ ἀνάθεμα ἀπὸ Χριστοῦ γενέσθαι, ἀγὼν ἦν καὶ πόνος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀγῶνα καὶ πόνον·
 [00884]  τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ δεῖξαι μέχρι τοῦ σώματος ἱστάμενον τὸν πόνον·
000-00-00 Serial Number=0331301987
De mutatione nominum Ante [Go Back]  
 [00311]  Πάλιν ὑμεῖς οἱ βραχυλογίας ἐρῶντες καὶ ἀσθενέστερον διακείμενοι, διὰ τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους τοὺς ἀκορέστους μικρὸν καρτερήσατε πόνον, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
 [01242]  Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον ἐστὶ πεπονηκὼς, κατ' ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο, ἐπειδὴ θεμέλιον οὐ κατέβαλεν ἀσφαλῆ·
000-00-00 Serial Number=0454134226
De non iterando conjugio Ante [Go Back]  
 [00213]  Ὅτι ἡ μὲν πολλῶν ὄντων κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺν ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον·
 [00217]  Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν.
 [00221]  καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θεὶς οὕτω τῶν ἔργων ἐφάπτεται.
000-00-00 Serial Number=0548467100
De paenitentia [1] Ante [Go Back]  
 [00059]  ἐνταῦθα δὲ καὶ τὸν πόνον παραστῆσαι ἐσπούδαζε.
 [00067]  Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα.
 [00892]  Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα·
 [01310]  ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, [49.313] ἄχρηστον αὐτὸ καὶ ἀνόνητον ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν·
 [01351]  Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσὶν, ἵνα μὴ πόνον ὑπομείναντες νηστείας, μισθὸν νηστείας ἀπολέσωμεν.
 [01352]  Ἔστι γὰρ καὶ πόνον ὑπομεῖναι νηστείας, καὶ μισθὸν νηστείας μὴ λαβεῖν·
 [01428]  Ἂν μὲν γὰρ τὸν πόνον ἴδῃς τῶν κατορθωμάτων, βαρὺ καὶ φορτικόν·
 [01657]  Πλείονά με ἀπαιτεῖς τὸν πόνον;
 [02574]  Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην.
000-00-00 Serial Number=0814479709
De patientia sermo 1 Ante [Go Back]  
 [00003]  οἶδε γὰρ πολλάκις ὁ λόγος παραμυθήσασθαι τὸν πόνον·
000-00-00 Serial Number=0556908190
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00246]  ἵνα πλείονα ἐπιδείξησθε προθυμίαν, ἵνα μείζονα πόνον, ἵνα πολλὴν τὴν σπουδήν·
000-00-00 Serial Number=0145723820
De precatione [2] Ante [Go Back]  
 [00007]  Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ;
000-00-00 Serial Number=0618473709
De resurrectione mortuorum Ante [Go Back]  
 [00063]  Ἦν τι καὶ τρίτον οὐκ ἔλαττον τῶν εἰρημένων, πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν [50.421] πραγμάτων ἡ φύσις πολλῶν ἱδρώτων γέμουσα καὶ πόνων.
 [00068]  Ταῦτα δὲ ἡλίκον πόνον παρέχει, ἴσασιν οἱ καθ' ἡμέραν αὐτοῖς πυκτεύοντες.
 [00081]  Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον.
 [00188]  Οὕτω καὶ γεωργὸς ζεύγνυσι βόας, καὶ ἄροτρον ἕλκει, καὶ βαθεῖαν αὔλακα ἀνατέμνει, καὶ σπέρματα καταβάλλει, καὶ τὰ ὄντα ἅπαντα δαπανᾷ, καὶ κρυμὸν καὶ πάγον καὶ ὄμβρους καὶ ἑτέρας ἀνέχεται ταλαιπωρίας πολλὰς, καὶ μετὰ τὸν πόνον τοῦτον προσδοκᾷ κομῶντα ὄψεσθαι τὰ λήϊα, καὶ πεπληρωμένην τὴν ἅλωνα.
000-00-00 Serial Number=0420133710
De sacerdotio Ante [Go Back]  
 [01451]  Πρὸς γὰρ τοῖς εἰρημένοις, νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ' ὅμως ἀνέχομαι τὸν πόνον καὶ οὐ φεύγω τὸν ἀγῶνα.
000-00-00 Serial Number=0542924702
De salute animae Ante [Go Back]  
 [00113]  τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες πορευόμεθα.
000-00-00 Serial Number=0028738737
De siccitate Ante [Go Back]  
 [00027]  Ἡ μὲν γῆ χαραδρωθεῖσα αὐχμῷ καὶ οἷον ἀπολιθωθεῖσα, τῶν γεωργῶν τὸν πόνον ἠμάλδυνεν, οὔτε τὴν ἄροσιν παραδεχομένη, οὔτε τὴν σκάφησιν·
000-00-00 Serial Number=0696235597
De spe Ante [Go Back]  
 [00057]  πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
000-00-00 Serial Number=0256428123
De studio praesentium Ante [Go Back]  
 [00134]  διότι γυνὴ καὶ ἀνὴρ τὸν ἐκ δικαίων συνάγοντες πόνον, ἐκκλησίαν τὴν οἰκίαν ἐποίουν, οὐχ ἁρπάζοντες, οὐδὲ πλεονεκτοῦντες, ἀλλὰ τῇ τοῦ σώματος λειτουργίᾳ πρὸς τὴν ἀναγκαίαν ἀποχρώμενοι διατροφήν.
000-00-00 Serial Number=0075301230
De terrae motu Ante [Go Back]  
 [00003]  Εἰ γὰρ καὶ ὁ κόπος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ' ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥωστίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας παρεμυθήσατο.
000-00-00 Serial Number=0557829857
De virginitate Ante [Go Back]  
 [00971]  Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν ἀλλὰ θεραπεύσας πρότερον τῇ τῆς ἐπιταγῆς αἱρέσει τὸν μαθητὴν εὐήνιόν τε καὶ τιθασὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν.
000-00-00 Serial Number=0980300128
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00306]  Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον·
 [00308]  ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα·
 [02721]  Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπειδὰν ἀῤῥωστίᾳ τινὶ περιπέσωσι, βλασφημοῦσιν εὐθέως, καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος·
 [02739]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκῆ καὶ ἀθάνατα τηγανίζεσθαι τότε.
 [02740]  Ὅταν οὖν νόσῳ περιπέσῃς χαλεπῇ, καὶ πολλοὶ παραγίνωνται ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν, οἱ δὲ ἑτέροις τισὶ παραμυθήσασθαι τὸ κακὸν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον ἐνέγκῃς γενναίως τὸν ἐκ τῆς νόσου πόνον καὶ ἀκλινῶς, καὶ πάντα ἂν ἕλῃ παθεῖν ἢ ὑποστῆναί τι τῶν τοιούτων πρᾶξαι·
 [03466]  ἡμᾶς δὲ τοιοῦτον ἔχοντας κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς, τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν;
 [04899]  Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται τὸν στέφανον.
 [06437]  οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι πόνον;
 [07211]  ἐὰν γὰρ ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασθεὶς, οὐδὲ πόνον ἕξεις λοιπὸν τῆς τοιαύτης φιλοσοφίας, καθάπαξ ἐμμελετήσας τῇ πυκνότητι τῆς συγχωρήσεως, μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.
 [09922]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
 [09934]  πόσον πόνον;
 [09999]  Οὐχ ὁρᾶτε ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
000-00-00 Serial Number=0040220857
Encomium in sanctos martyres Ante [Go Back]  
 [00014]  ὁ γὰρ πόθος τῆς ὁμολογίας ἐκούφιζεν τὸν πόνον τοῦ σώματος καὶ τὴν ἀσθένειαν.
000-00-00 Serial Number=0065964043
Epistulae Ante [Go Back]  
 [01235]  ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες, ἀγρυπνοῦντες, πλείονα προθυμίαν ἐπιδεικνύμενοι, ὥστε μὴ τὴν οἰκοδομὴν ὑμῶν τὴν καλλίστην καταλυθῆναι, μηδὲ τὸν τοσοῦτον πόνον ἀνωφελῆ γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι.
 [01238]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [02193]  ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες, ἀγρυπνοῦντες, πλείονα προθυμίαν ἐπιδεικνύμενοι, ὥστε μὴ τὴν οἰκοδομὴν ὑμῶν τὴν καλλίστην καταλυθῆναι, μηδὲ τὸν τοσοῦτον πόνον ἀνωφελῆ γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι.
 [02196]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [02487]  Ἀλλ' ἱκανὴ ἡ σύνεσίς σου καὶ τοῦτον παραμυθήσασθαι τὸν πόνον, ὃν εἶπον.
 [02654]  ∆ιὰ ταῦτά σοι χάριτας πολλὰς ἴσμεν, διὰ ταῦτά σου μακαρίζομεν τὴν εὐλάβειαν, ὅτι πόνον πολὺν καὶ ἱδρῶτα ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν ἀναδεχόμενος, μεγίστους ἑαυτῷ παρὰ τῷ φιλανθρώπῳ Θεῷ προαπέθου τοὺς στεφάνους.
 [02753]  Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ.
 [02828]  Ὅσῳ χαλεπώτερον τὸ κρῖμα γεγένηται τοῖς τὰ τοιαῦτα παρανομήσασι, τοσούτῳ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, τοῖς τοσαύτας παρανομίας λύειν ἐσπουδακόσι, καὶ τοσοῦτον ἐπιδεικνυμένοις πόνον καὶ κάματον.
 [02910]  τὸ δὲ γράφειν ποῖον ἔχει πόνον;
 [02917]  ἀλλ' εἰδυῖα ὅσον χαρίζῃ, κἂν ἐπίπονόν σοι ᾗ τὸ γράφειν, δι' ἡμᾶς τοὺς σφόδρα σε ἀγαπῶντας καὶ τοῦτον καταδέχου τὸν πόνον·
 [03181]  Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι, τὸν ζῆλον, τὴν ἀγρυπνίαν, τοὺς δρόμους, τὸν πόνον τῆς ψυχῆς, τὴν παῤῥησίαν, τὴν ἐλευθερίαν μεθ' ἧς καὶ ἐπισκόπων κατεξανίστασο, τοῦ καιροῦ τούτου ἀπαιτοῦντος, μετὰ τοῦ προσήκοντος μέντοι μέτρου.
 [03385]  Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη, καὶ πολλὴν φέρουσα τοῖς γνησίως αὐτὴν μετιοῦσι τὴν εὐφροσύνην.
 [03647]  Τό τε γὰρ πρᾶγμα δυσκολίαν οὐδεμίαν ἔχει, οὔτε πόνον, ἡ δὲ ἐξ αὐτοῦ εὐφροσύνη πτεροῦσθαι ἡμᾶς ποιεῖ, καὶ πολλῆς παραμυθίας ὑπόθεσις γίνεται.
000-00-00 Serial Number=0809718370
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00355]  Οὐ γὰρ διενοχλεῖ τρυφῆς ἐπιθυμία καὶ πόνον ἔχεις ὥστε αὐτῆς κρατῆσαι·
000-00-00 Serial Number=0803003728
Expositiones in Psalmos Ante [Go Back]  
 [02006]  Τὸν μὲν γὰρ πόνον ἐνταῦθα συνεκλήρωσεν, ἔνθα βραχὺς ὁ βίος·
 [02020]  ∆ιὰ δὴ τοῦτο καὶ θλίψιν συνεκλήρωσε καὶ πόνον, καὶ τὰ χρηστὰ αὐτὰ καὶ φαιδρὰ εὐκατάλυτα πεποίηκε.
 [02288]  Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ Ὠδίνησεν, Ἰέβαλ, Συνέλαβε πόνον.
 [02331]  Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐνδεικνύμενος.
 [02353]  Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.
 [02357]  διὰ τοῦτο καὶ μένει, καὶ πόνον οὐκ ἔχει.
 [02391]  Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος.
 [02991]  Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται.
 [03825]  Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου.
 [03826]  Ἄλλος, Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου.
 [04070]  Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ·
 [04754]  Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται.
 [05588]  Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου.
 [05589]  Ἄλλος, Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου.
 [05833]  Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ·
 [06225]  Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους.
 [06233]  Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα.
000-00-00 Serial Number=0087002635
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03669]  Οὕτω, φησὶ, καὶ οὗτοι τὸν ἀλλότριον πόνον συνάγουσι, περὶ οὗ οὐκ ἐπόνησαν.
 [05604]  Οἴμοι ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου.
 [05609]  Προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου·
 [05610]  πόνον μὲν καλεῖ τὴν λύπην ἦν εἶχον περὶ τοῦ λαοῦ·
000-00-00 Serial Number=0630940974
Fragmenta in Job Ante [Go Back]  
 [01058]  πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ;
 [01493]  Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;» Ἐπειδὴ εἶπεν, ὅτι Κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστι·
 [01498]  Ἐνέπλησε δὲ πόνον γαστρὸς, τουτέστι, Πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται, καὶ πάθους γέμει.
 [01501]  Ἐνέπλησε πόνον [64.617] γαστρὸς), ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς, καὶ εἰς οὐδὲν δέον·
 [01503]  κἂν ὡς ζηλωτὴς περιαλγήσῃ τοῦ ἀληθοῦς, καὶ ἐξελέγχειν τινὰς βούληται, οὐ προφέρει λόγους ἀνηνύτους, καὶ οὓς οὐ δεῖ, ὥστε ἐκπλῆσαι πόνον γαστρὸς, οὐδὲ πικρῶς διαλέγεται, ὥστε ἐκπλῆσαι τὸν πόνον καὶ τὸν καύσωνα τῆς ἑαυτοῦ διανοίας, ὅπερ σὺ πεποίηκας.
000-00-00 Serial Number=0248820782
Fragmenta in Proverbia Ante [Go Back]  
 [00266]  κατὰ τὸν πόνον, κατὰ τὸν ἱδρῶτα·
000-00-00 Serial Number=0333596885
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00031]  οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν.
000-00-00 Serial Number=0201521993
In Acta apostolorum Ante [Go Back]  
 [00334]  διατί μὴ μεταβάλλεις τὸν φόβον τοῦτον εἰς πόνον καὶ σπουδὴν, ἵν' ἔσῃ μέγας καὶ θαυμαστός;
 [00341]  ἡ δὲ ἐργασία αὕτη, ἡ πόνον ἔχουσα, τὸ ἀσφαλὲς ἐγγυᾶται.
 [01184]  Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε μετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρμακα.
 [02366]  Οὕτω γοῦν καὶ ἡ Γραφὴ πόνον ἀεὶ τὴν πονηρίαν καλεῖ, ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·
 [02632]  Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, μηδὲ τὸ μικρότατον τοῦτο (μικρότατον δὲ λέγω, ὅσον εἰς πόνον ἥκει) δυνηθῆναι κατορθῶσαι.
 [09999]  καὶ ταυτὸν γίνεται, οἷον ἂν εἰ σῶμα ἀσθενὲς οὕτως εἴη καὶ δύσκρατον, ὡς πρὸς οὐδένα πόνον ἀντέχειν·
000-00-00 Serial Number=0418486416
In Ecclesiasten Ante [Go Back]  
 [00627]  Ὁ ἐλέγχων πάντα πόνον ὑπομένει πολὺν καὶ πολὺν τὸν ἱδρῶτα.
000-00-00 Serial Number=0742873907
In Genesim sermones Ante [Go Back]  
 [01244]  καὶ γὰρ γαλήνης οὔσης καὶ νηνεμίας, τὸν τῆς κωπηλασίας πόνον αὐτοῖς ἐπικουφίζουσι διὰ τῶν οἰάκων·
 [01548]  διὰ τοῦτο πολλάκις τὸν μὲν πόνον αὐτῶν ὑπομένομεν, τοῦ δὲ τέλους αὐτῶν ἀποστερούμεθα.
 [01651]  οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα.
000-00-00 Serial Number=0531369150
In Heliam et viduam Ante [Go Back]  
 [00173]  Κἀκεῖνοι μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον·
000-00-00 Serial Number=0818410277
In Isaiam Ante [Go Back]  
 [00185]  Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.
 [00190]  Εἰ πᾶσα κεφαλὴ εἰς πόνον, πῶς οὐκ ἔστιν οὔτε τραῦμα, οὔτε μώλωψ;
 [02558]  Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.
000-00-00 Serial Number=0187206328
In Joannem Ante [Go Back]  
 [00701]  ἡμᾶς δὲ τοιοῦτον ἔχοντας Κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν;
 [00723]  Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς.
 [02050]  Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς.
 [02172]  οὐκ ἐλάττονα δὲ καὶ τοῦτο ἐκείνου πόνον ἔχει·
 [03863]  Ἔχει μέν τινα πόνον τὸ λέγειν·
 [03867]  Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν.
 [04417]  Ἀλλ' οὐχ ὑμᾶς τοὺς ἐν ἡλικίᾳ γενομένους ἡμεῖς τοσοῦτον ἀπαιτοῦμεν πόνον, ὅσον ὑμεῖς τοὺς παῖδας τοὺς ὑμετέρους.
 [04418]  Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον.
000-00-00 Serial Number=0828559875
In Psalmos 101-107 Ante [Go Back]  
 [00703]  οἱ δὲ ἄνθρωποι τὸν πρὸ τῆς χθὲς ἡμέρας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐπὶ τοῖς ἔργοις διημερεύουσιν.
000-00-00 Serial Number=0348774135
In Rachelem et infantes Ante [Go Back]  
 [00012]  Λέγε μοι, ὦ Ῥαχὴλ, λέγε τὸν ἐν τῷ στεναγμῷ σου κρυπτό μενον πόνον·
 [00014]  προ φερομένων δὲ τῶν λόγων ἐκ τῆς καρδίας σου σημαινόν των τὸν πόνον, συνεξέρχεται τοῖς ῥήμασι καὶ τὸ βαρὺ τῆς λύπης.
 [00033]  Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄν [61.699] δρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας·
000-00-00 Serial Number=0392806649
In annuntiationem deiparae Ante [Go Back]  
 [00140]  ∆ίδαξόν με φανερῶς, ὦ ἄγγελε, [62.767] τῶν λόγων τὸ αἴνιγμα, διήγησαί μοι τῶν ῥημάτων τὸν τρόπον, ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τὴν δύναμιν, χειραγώγησόν με πρὸς τὴν ξένην λοχείαν, ἵνα μάθω κατὰ μικρὸν ὃ μέλλω τίκτειν μυστήριον, μάθω πῶς τὰ ἀδύνατα γενήσεται δυνατὰ, μάθω πῶς τὰ ἀμήχανα τυγχάνει τινὸς μηχανῆς, μάθω πῶς τὰ ἄπορα πόνον εὑρεῖν δεδύνηται, ἀκούσω πῶς τὴν φύσιν ἡ χάρις ἐπὶ τὸ κρεῖττον καινοτομεῖ, ἢ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι.
000-00-00 Serial Number=0634183228
In decem virgines Ante [Go Back]  
 [00120]  Μάτην οὖν, ∆έσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν;
000-00-00 Serial Number=0227131128
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00020]  καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πόνον παραμυθούμενοι·
000-00-00 Serial Number=0184554517
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01973]  Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν.
 [02944]  Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
 [04802]  προεῖπε γάρ σοι, ὅτι μὴ οἰκοδομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, [61.517] Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς;
 [06835]  Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ·
000-00-00 Serial Number=0040983081
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00666]  Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν.
000-00-00 Serial Number=0473101199
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01061]  Πολλοὶ τῶν ἀσθενεστέρων ἀνθρώπων πρὸς μὲν τὸν τῆς πίστεως πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν τῆς ἐλπίδος φέρουσι·
000-00-00 Serial Number=0610035419
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00604]  ἐπεὶ τὸ βαπτίσαι οὐδέν ἐστιν ὅσον εἰς ἀνθρώπινον πόνον, ἀλλὰ πολλῷ ἔλαττον τοῦ εὐαγγελίσασθαι.
 [00634]  Ἀλλ' οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσασθαι·
 [01613]  ὑπομείνωμεν ἐνταῦθα κάματον καὶ πόνον, ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν.
 [06419]  Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, ∆ι' ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε.
 [06458]  Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν [61.174] πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα·
 [06474]  Καὶ ἐπὶ μὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν·
 [07068]  οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν.
 [07069]  Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι.
 [09999]  Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βα-σκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν·
 [09999]  ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα·
 [09999]  ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόμενος ὑπ' αὐτοῦ πανταχοῦ φέροιτο.
000-00-00 Serial Number=0586867034
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03482]  καὶ τὴν αἰτίαν τίθησιν, ὅτι πολὺν πόνον ὑπομένουσι, φησίν.
000-00-00 Serial Number=0430969357
In epistulam ad Colossenses Ante [Go Back]  
 [02910]  Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι;
 [02924]  Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτικὸν, οὐκ ἐφ' ἱστορίας ἤγαγεν, ἀλλ' ἐπὶ ψαλμοὺς, ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃς τὸν πόνον.
000-00-00 Serial Number=0762370884
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00541]  ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος, καὶ ζέων τῷ πνεύματι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον.
 [02243]  Ἐπὶ μὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ·
000-00-00 Serial Number=0614540815
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04319]  Ποῖον ἔχει τοῦτο πόνον;
 [07069]  ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον;
 [08871]  καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλή [63.213] λων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος.
000-00-00 Serial Number=0206407487
In epistulam ad Philemonem Ante [Go Back]  
 [00179]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγμα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
000-00-00 Serial Number=0923178077
In epistulam ad Philippenses Ante [Go Back]  
 [00234]  Ἔνεστί σοι τούτων ἁπάντων μισθὸν λαβεῖν, ἂν ἑτέρως τὸ πρᾶγμα μεθοδεύσῃς, τὸν ἐν τούτοις κάμνοντα θεραπεύων καὶ ἀναπαύων καὶ ἀλείφων συνεχῶς, καὶ τὸν ἀπὸ τούτων ἐπικουφίζων πόνον.
 [00326]  Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις, κατηγορίας, αἰτίας, βασκανίας.
 [00585]  ἔδωκεν ἡμῖν ὁ Θεὸς συμμέτρους ἀγῶνας, οὐδένα πόνον ἔχοντας.
 [02854]  δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπωρίαν.
 [03355]  Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν.
 [04630]  Οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον καὶ πόνον ἔχον πολύν.
000-00-00 Serial Number=0483254492
In epistulam ad Romanos Ante [Go Back]  
 [00082]  Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, μηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν·
 [00485]  χάριν γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιμάζων πόνον, ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεμνόμενος τῦφον.
 [02722]  Ἐπειδὴ γὰρ περὶ τῶν ἐργαζομένων καὶ τῶν πιστευόντων ἦν ὁ λόγος, δείκνυσι τὸν πιστεύοντα ἐργαζόμενον μᾶλλον ἢ ἐκεῖνον, καὶ πλείονος δεόμενον δυνάμεως καὶ πολλῆς τῆς ἰσχύος, καὶ οὐ τὸν τυχόντα ὑπομένοντα πόνον.
 [02723]  Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ ἔχουσαν πόνον.
 [03034]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ μὲν ἀγῶνες πόνον ἔχουσι καὶ ὀδύνην καὶ ταλαιπωρίαν, οἱ δὲ στέφανοι καὶ τὰ ἔπαθλα τὴν ἡδονὴν κομίζουσιν·
 [03141]  ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τομὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόμενα, καὶ μᾶλλον αἱρεῖται διηνεκεῖ σηπεδόνι σώματος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑπομείναντα πόνον, τῆς μετὰ ταῦτα ἀπολαύειν ὑγείας.
 [03647]  Εἶτα, ἐπειδὴ βαρὺ τὸ περιγενέσθαι ἁμαρτίας, ὅρα πῶς καὶ κοῦφον ἔδειξε, καὶ τὸν πόνον παρεμυθήσατο εἰπὼν, Ἐν τῷ θνητῷ ὑμῶν σώματι.
 [04317]  ὥστε καὶ ταύτῃ τὸν πόνον κουφίζεσθαι·
 [05024]  σεαυτῷ δὲ μυρία κατασκευάζεις πασῶν ἐκείνων ἔργα χαλεπώτερα, καὶ οὐχὶ δαπανηροτέρας μόνον, ἀλλὰ καὶ σφαλερωτέρας λειτουργίας τῷ μαμμωνᾷ τελούμενος, καὶ οὐ χρήματα μόνον τῷ πονηρῷ τούτῳ τυράννῳ, οὐδὲ πόνον σώματος καὶ βάσανον ψυχῆς καὶ ἀλγηδόνας, ἀλλὰ καὶ αὐτὸ εἰσφέρων τὸ σῶμα, ἵνα τί σοι γένηται πλέον, ἄθλιε καὶ ταλαίπωρε, ἐκ τῆς βαρβαρικῆς ταύτης δουλείας.
 [06710]  κἂν ἐλεῇς, κἂν νηστεύῃς, τὸν μὲν πόνον ὑπόστηθι, τὸ δὲ κέρδος ἀπολέσαι σπούδασον.
 [08188]  Ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν
 [08643]  Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν·
 [09999]  ∆ιὸ καὶ ὑμεῖς εἰδότες τὸν πόνον, συμπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυμίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡμεῖς ὑμῶν, καὶ ἡμῶν ὑμεῖς καύχημα γένησθε.
 [09999]  Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον·
000-00-00 Serial Number=0109360695
In epistulam ad Titum Ante [Go Back]  
 [00219]  Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ κεφαλῇ καὶ τῷ λοιπῷ σώματι, οὐ τολμῶμεν ἀμύνασθαι·
 [00222]  πόῤῥω γὰρ ταῦτα πατρικῆς διανοίας, ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς.
 [00315]  οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχομένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιμελείας, εἴ γε μὴ εἰς πολλῶν Ἐκκλησιῶν προστασίαν ὁ διδάσκαλος περιέρχοιτο, ἀλλὰ σχολάζοι μιᾷ μόνῃ, καὶ ταύτην κατακοσμοῖ.
 [01283]  Ὅταν ᾖ τις διεστραμμένος, καὶ μηδ', ἂν ὁτιοῦν γένηται, προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων, δέον πονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς;
 [01362]  Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν·
000-00-00 Serial Number=0999535739
In filium viduae Ante [Go Back]  
 [00091]  Εἰ μὲν γὰρ ἕτερον εἶχον υἱὸν, ἐδυνάμην τὸ πένθος ζυγοστατεῖν, καὶ τῇ ὄψει τοῦ ζῶντος τοῦ θανόντος τὸν πόνον ἀποκουφίζειν·
000-00-00 Serial Number=0961029649
In illud Domine non est in homine Ante [Go Back]  
 [00012]  ∆ιὰ γὰρ τοῦτο καὶ ἡμεῖς ποτὲ μὲν ἐν τοῖς εὐκολωτέροις ὑμᾶς ἐγγυμνάζομεν, ποτὲ δὲ ἐπὶ τὰ δυσκολώτερα ἄγομεν, ἵνα καὶ τὸν πόνον ὑμῖν παραμυθησώμεθα, καὶ τὴν ῥᾳθυμίαν ἐκβάλωμεν.
 [00014]  οὕτως οἱ διηνεκῶς πρὸς τραχύτερα ἑλκόμενοι, πρὸς τὸν πόνον [56.154] ἀπογινώσκουσι.
 [00015]  ∆εῖ τοίνυν ἀναμεμίχθαι τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν.
 [00179]  Τὸ μὲν γὰρ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ὑπομεῖναι πόνον, τῆς ἡμετέρας ἐστὶ προθέσεως·
000-00-00 Serial Number=0367990792
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00152]  καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι·
000-00-00 Serial Number=0710278749
In illud In faciem ei restiti Ante [Go Back]  
 [00242]  Καὶ γὰρ ἄτοπον ἐμὲ μὲν τὸν διασκάπτοντα τοσοῦτον πόνον ὑπομένειν, ὑμᾶς δὲ τοὺς ἐξ εὐκολίας μέλλοντας τὸ χρυσίον ὁρᾷν, τῇ ῥᾳθυμίᾳ τὸ κέρδος τοῦτο παρα δραμεῖν.
000-00-00 Serial Number=0681400716
In illud Messis quidem multa Ante [Go Back]  
 [00211]  Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, καὶ εἰς τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον αὐτὸν λάβωμεν σύμμαχον καὶ βοηθὸν, τὰ παρ' ἑαυτῶν πάντα εἰσφέροντες.
000-00-00 Serial Number=0711577296
In illud Ne timueritis Ante [Go Back]  
 [00389]  Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται καὶ τὸν στέφανον.
 [00705]  τότε καὶ ὀρφανοὺς ἀποδύεις, καὶ χήρας γυμνοῖς, καὶ κοινὸς περιέρχῃ πολέμιος ἅπασι, μάταιόν τινα ἀνελίττων πόνον, καὶ δρόμον οὐδὲν ἔχοντα πέρας χρηστόν.
000-00-00 Serial Number=0977920115
In illud Pater si possibile est Ante [Go Back]  
 [00004]  Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μητρὶ φιλοτέκνῳ, πάντα πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων τέκνων ἀνατροφήν.
000-00-00 Serial Number=0545773983
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00022]  Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐκολωτέραν τὴν εὕρεσιν κατασκευάσετε.
000-00-00 Serial Number=0429065406
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00156]  ἀλλὰ καὶ διὰ τῶν ἡμετέρων αὐτὰ πόνων ἐκφέρεσθαι ἐκέλευσεν ἐκ τῆς γῆς, ἵνα μάθῃς ὅτι διὰ τὸ χρήσιμον ἡμῖν καὶ λυσιτελὲς τὸν πόνον εἰσήγαγε.
 [00162]  Καὶ οὐχ ἁπλῶς τέρψεως ἕνεκεν καὶ ψυχαγωγίας τὸ ἔργον μετῄει, καθάπερ πολλοὶ τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις δυνηθῆναι ἐπικουρῆσαι.
000-00-00 Serial Number=0956132054
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00014]  ἀμπελῶνα τὰ σωτήρια λέγει προσ τάγματα, μικρὸν ἔχοντα πόνον, πολὺ δὲ τὸ κέρδος.
000-00-00 Serial Number=0031609356
In illud Vidi dominum Ante [Go Back]  
 [00040]  ∆ιὰ τοῦτο τοῦτον προτείνομεν τὸν λόγον, ἵνα μὴ μάτην τὸν ἐνταῦθα καταβαλλώμεθα πόνον, ἵνα μὴ τὴν τῆς ἀγρυπνίας ὑπομένοντες ἀνάγκην, ἀνονήτως πυκτεύωμεν, ἵνα μὴ εἰς ἀέρα διαλυόμεναι αἱ φωναὶ ἐπὶ ζημίᾳ μᾶλλον ἐνηχοῖντο καὶ οὐκ ἐπὶ κέρδει.
000-00-00 Serial Number=0272645712
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00103]  πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.
000-00-00 Serial Number=0834631860
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00195]  Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ' εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ' ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις.
000-00-00 Serial Number=0230887771
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00010]  εἴ τις βούλεται ἐγκωμιάζειν τοὺς ἀθλητὰς [50.676.30] τῆς εὐσεβείας, ζηλούτω τὸν ἐκείνων πόνον·
000-00-00 Serial Number=0982976973
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00105]  Εἰ γὰρ νῦν κάματον καὶ πόνον πολὺν Ἐκκλησίας προστασία παρέχει τοῖς κυβερνῶσιν αὐτὴν, ἐννόησον πῶς διπλοῦς, καὶ τριπλοῦς, καὶ πολλαπλασίων ἦν τότε ὁ πόνος, ὅτε κίνδυνοι, καὶ μάχαι, καὶ ἐπιβουλαὶ, καὶ φό βος διηνεκής.
000-00-00 Serial Number=0341638565
Prooemia in Psalmos Ante [Go Back]  
 [00161]  Ἀλλ' ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον καὶ πολὺ τὸ φορτικὸν, τοῖς εἰρημένοις τέως ἐμφιλοχωρῶμεν·
 [00162]  ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν πόνον.
 [00173]  Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου ∆αυῒδ ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρινῆσαι τούτους, καὶ μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους.
 [00180]  Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπουδάζοντες·
000-00-00 Serial Number=0108366191
Quales ducendae sint uxores Ante [Go Back]  
 [00366]  ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχομένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας·
000-00-00 Serial Number=0217546105
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00004]  ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ [64.20] αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν·
000-00-00 Serial Number=0849417984
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00078]  Εἶδες πόσην ἔχει τὰ ῥήματα ἔμφασιν, πόσον πόνον καρδίας παρίστησι;
 [00129]  Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐκένωσεν, καὶ τὸν μόχθον ἐξέχεεν διὰ τῆς εἰς τὸν Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλ' ὅπως μὲν ἀνέπαφον αὐτῇ μένοι τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά.
000-00-00 Serial Number=0513067484
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00366]  Κατανοήσας δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»