Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόνους [177]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόνους


000-00-00 Serial Number=0063238323
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
000-00-00 Serial Number=0266992211
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00108]  Οὐκ ἔστη μέχρι τούτων, ἀλλὰ καὶ ἱδρῶτας καὶ πόνους προσέθηκεν, ὅτι οὐδὲν οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἡ τῶν ἀνθρώπων φύσις ἐστίν.
 [00468]  καὶ καθάπερ οἱ μοχθηροὶ τῶν παίδων, τῶν πατέρων αὐτοὺς πρὸς διδασκάλους πεμπόντων, ἂν τοὺς ἐκεῖ πόνους καὶ τὰς ὀλίγας φυγόντες πληγὰς τῆς τῶν γονέων ἀποπηδῶσιν ὄψεως, ἐκέρδανόν τε οὐδὲν, καὶ χείροσιν ἑαυτοὺς περιέπειραν κακοῖς, ἐν ἀλλοτρίᾳ λιμώττειν καὶ ἀλᾶσθαι καὶ νοσεῖν καὶ ἀτιμάζεσθαι
 [00630]  Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι.
 [00875]  Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον [47.456] αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθών.
 [00892]  Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν;
000-00-00 Serial Number=0958892167
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00177]  Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τήν τε ἀπὸ τῆς ἀκτῖνος, τήν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοὺς πόνους ἀνίστησι·
000-00-00 Serial Number=0411207438
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00029]  Εἰ μὲν γὰρ μετὰ χρόνον πολύν, μετὰ νηστείας τε συνεχεῖς καὶ τὴν χαμευνίαν καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν ἄν τις πολλὴν ἔφη τὴν ζημίαν γεγενῆσθαι, μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας καὶ νίκας τῆς ἥττης γενομένης·
 [00042]  Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στεφάνων καὶ τῆς παρρησίας, σ' ἀναμιμνῄσκων παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους·
 [00145]  Ἐννόησον τὰς τοῦ βίου φροντίδας, τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ' ἂν ἀλγεινότερον;
000-00-00 Serial Number=0157716215
Ad illuminandos catecheses Ante [Go Back]  
 [00301]  Ἵνα σοι κουφίσῃ τοὺς πόνους, καὶ ἐκ τῶν ἤδη δοθέντων καὶ ἐκ τῶν μελλόντων εὐέλπιδα καταστήσῃ.
000-00-00 Serial Number=0545326114
Ad populum Antiochenum Ante [Go Back]  
 [00250]  Καὶ γὰρ πολλοὶ τῶν ἐν ἀσελγείᾳ ζώντων παρὰ πολλῶν ἐγκαλούμενοι πολλάκις, καὶ πρὸς τοὺς τῆς ἀρετῆς καλούμενοι πόνους, καὶ τῶν ἁγίων ἐγκωμιαζομένων ἀκούοντες ἐπὶ τῇ τῶν δεινῶν εὐψυχίᾳ, ἀπὸ τούτων διαβάλλειν αὐτοὺς ἐπιχειροῦσι·
 [03236]  ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα.
 [03458]  ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας καὶ πόνους.
 [03829]  ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους.
 [04689]  ∆ύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβὰς, χρηστὰ καὶ λυπηρά·
000-00-00 Serial Number=0688587725
Adversus Judaeos Ante [Go Back]  
 [00451]  Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ·
 [02316]  εἶτα λέγων, τί ποτέ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, παρεὶς θυσίαν εἰπεῖν, καὶ ὁλοκαυτώματα καὶ προσφορὰς καὶ πόνους καὶ ἱδρῶτας, φησὶν, Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ.
000-00-00 Serial Number=0778028965
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01030]  ∆εινὸν γὰρ συνήθεια, δεινὸν κρατῆσαι καὶ ἑλεῖν ψυχὴν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνη δὲ πρὸς ἣν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύδομεν, πολλοὺς παρέχῃ τοὺς πόνους ἡμῖν.
000-00-00 Serial Number=0639527023
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00016]  ἀγάπη τοὺς ὑπὲρ τοῦ πλησίον πόνους ἡδέως φέρει, δι' ἀγάπην δοῦλοι ἀλλήλων εἶναι κελευόμεθα·
000-00-00 Serial Number=0603067517
Catecheses ad illuminandos Ante [Go Back]  
 [00276]  [2.2] Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν.
 [00893]  καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον.
000-00-00 Serial Number=0255842030
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00011]  φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι τοὺς ἡμετέρους πόνους οἰκείους λογίζεσθε στεφάνους.
000-00-00 Serial Number=0104830503
De Anna i Ante [Go Back]  
 [00113]  Ἀλγεῖς, φησὶν, ὅτι σε ἡ πρώτη γυνὴ εἰς ὠδῖνας καὶ πόνους ἐνέβαλε καὶ κύησιν μακράν;
000-00-00 Serial Number=0823429048
De Davide et Saule Ante [Go Back]  
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
 [00306]  Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν.
 [00496]  Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνεκοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴν [54.695] ἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν·
000-00-00 Serial Number=0808441520
De Lazaro Ante [Go Back]  
 [00534]  εἴδετε τοὺς πόνους, βλέπετε τὰς ἀμοιβὰς καὶ πλούσιοι καὶ πένητες·
000-00-00 Serial Number=0618479788
De Lazaro et divite Ante [Go Back]  
 [00073]  καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα.
000-00-00 Serial Number=0330637932
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00033]  Καὶ μετὰ πολλοὺς ἱδρῶτας καὶ πόνους οὐδὲ τὸ θνητὸν σῶμα θανάτου κρεῖττον ἐργάζονται, καὶ τὴν ἀθάνατον μετὰ τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις.
000-00-00 Serial Number=0454844654
De baptismo Christi Ante [Go Back]  
 [00029]  Εἰ δὲ οὐκ ἀνέχῃ, σκόπει μή ποτε, μικρὸν ἡμέρας μέρος οὐ βουλόμενος ἑαυτὸν ἀποστῆσαι τῶν γηΐνων κερδῶν, ὁλοκλήρων ἐνιαυτῶν ἀπολέσῃς πόνους.
000-00-00 Serial Number=0237681031
De caritate [1] Ante [Go Back]  
 [00062]  ἀγάπη τοὺς τῶν ἀσκητῶν πόνους σεμνύνει, καὶ τοὺς τοῦ Υἱοῦ κόλπους τούτοις γελῶντας ἀνοίγει·
000-00-00 Serial Number=0610302269
De continentia Ante [Go Back]  
 [00014]  Εἰ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πολλοὶ πολλάκις τοὺς ἀθλητὰς ἐστεφανωμένους ἰδόντες ταχέως ἀποδυσάμενοι τῶν ἀγώνων ἥψαντο καὶ [577] πολλοὺς ἱδρῶτας καὶ πόνους ὑπέμειναν, ἵνα κλάδοις ἐλαίας ἢ δάφνης στεφανωθῶσι, μετὰ πόσης ἡμᾶς προςήκει προθυμίας τοὺς ὑπὲρ τῆς σωφροσύνης ὑπομένειν ἱδρῶτας, ὅταν ἑτέρους ὑπὸ τοῦ θεοῦ ἐστεφανωμένους ἴδωμεν, ἵνα τοὺς οὐρανίους ἀναδησώμεθα στεφάνους ἐπὶ τοῖς καλοῖς καὶ σωτηρίοις ἀνδραγαθήμασι;
000-00-00 Serial Number=0766547441
De diabolo tentatore Ante [Go Back]  
 [00714]  Τούτων μέμνησθε, τούτοις ἐπιστομίζετε τοὺς ῥᾳθύμους, τοὺς διακεχυμένους, τοὺς ὀκνηροτέρους, τοὺς ἀναδυομένους πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τοὺς τοῦ κοινοῦ ∆εσπότου κατηγοροῦντας.
000-00-00 Serial Number=0162985265
De fato et providentia Ante [Go Back]  
 [00497]  Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενήνεκται, ἀλλ' ἀπὸ τῆς ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους.
000-00-00 Serial Number=0315651774
De futurae vitae deliciis Ante [Go Back]  
 [00057]  καὶ [51.350] τούτῳ μὲν σκάμματα καὶ πόνους καὶ ἱδρῶτας συνεκλήρωσεν, ἐκείνῳ δὲ στεφάνους καὶ ἔπαθλα καὶ ἀμοιβάς·
000-00-00 Serial Number=0019212306
De gloria in tribulationibus Ante [Go Back]  
 [00014]  Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών.
 [00178]  καὶ σώματα δὲ ὁμοίως τὰ πολλαῖς καὶ ποικίλαις ἡδοναῖς συστρεφόμενα, καὶ μαλακοῖς ἱματίοις κοσμούμενα, καὶ συνεχέσι λουτροῖς καὶ μύροις κεχρημένα, καὶ πολυειδέσι τροφαῖς ὑπὲρ [51.164] τὴν χρείαν τρυφῶντα, παντάπασιν ἄχρηστα πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτας καὶ πόνους καθίστανται, κολάσεως ὄντα μεγίστης ὑπεύθυνα·
000-00-00 Serial Number=0861350536
De jejunio sermones 1 Ante [Go Back]  
 [00115]  Μὴ τοίνυν, παρακαλῶ, μὴ μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολλοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν·
 [00116]  ἀλλὰ πόνους πόνοις συνάπτοντες, οὕτω προσδοκήσωμεν τὴν ἀντίδοσιν.
000-00-00 Serial Number=0163976371
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00163]  Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν, καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις ἕτεροι, καὶ οὐχ ἁπλῶς μᾶλλον, ἀλλὰ πολλῷ μᾶλλον, καὶ τὸ λυπεῖσθαι πλέον, ἢ τὸ χαίρειν ἕτεροι, τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν μᾶλλον, ἢ τὸ κατεύχεσθαι ἕτεροι.
 [00188]  καὶ τοὺς πόνους ἐφίλει τῶν ἐπάθλων οὐχ ἧττον, ἔπαθλον τοὺς πόνους εἶναι νομίζων·
 [00768]  οὐκ ἔστι τοῦτο κατὰ Κύριον λαλεῖν, ἀλλὰ παραπληξίας μᾶλλον δεῖγμα τὸ τοιοῦτόν ἐστι, καὶ πάντα ἡμῖν κενοῖ τὸν μισθὸν μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους.
000-00-00 Serial Number=0706477284
De mutatione nominum Ante [Go Back]  
 [00318]  Εἰ γὰρ τοὺς λόγους τοὺς περὶ ἀρετῆς μὴ ἀνεχόμεθα ἀκούειν, τίς ἡμῖν πιστεῦσαι δυνήσεται, ὅτι τοὺς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς ὑπομενοῦμεν;
000-00-00 Serial Number=0915339291
De paenitentia [1] Ante [Go Back]  
 [01433]  Τὰ γὰρ φύσει βαρέα, οὕτω κοῦφα γίνεται, ὅταν μὴ τοὺς πόνους λογιζώμεθα, ἀλλὰ καὶ τὰς ἀμοιβὰς αὐτῶν σκοπῶμεν.
 [01660]  Ἵνα μὴ ταῦτα λέγωσι, τίνος ἕνεκεν ἐπέτεινεν ἡμῖν τοὺς πόνους;
 [01664]  εἰπὼν τοὺς πόνους, εἰπὼν τοὺς ἀγῶνας, εἰπὼν τὴν ἐπίτασιν τῆς νομοθεσίας, ἐμνημόνευσε καὶ τῶν ἐπάθλων.
000-00-00 Serial Number=0217159033
De profectu evangelii Ante [Go Back]  
 [00017]  οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι τὸ φορτικὸν ναυάγιον ὑπέμεινε.
000-00-00 Serial Number=0213982522
De resurrectione mortuorum Ante [Go Back]  
 [00193]  Πῶς οὖν ἄτοπον ἐπὶ μὲν τῶν βιωτικῶν πραγμάτων πρὸ τῶν φανερῶν τὰ ἀφανῆ βλέπειν, καὶ πρὸ τῶν μισθῶν ὑπομένειν τοὺς πόνους, καὶ πρότερον τὰ δυσχερῆ πάντα φέροντας, τότε τὰ ἐξ αὐτῶν ἀναμένειν χρηστὰ, καὶ ταῖς τῶν ἀφανῶν ἐλπίσι προτρεπομένους οὕτως ἅπτεσθαι τῶν φανερῶν·
 [00204]  ἀλλὰ ἀνάγκη πάντως τὸν ἀγωνισάμενον, τὸν σπείραντα τὴν εὐσέβειαν, καὶ πολλοὺς ἐνεγκόντα πόνους, ἐπιτυχεῖν τοῦ τέλους.
000-00-00 Serial Number=0454163909
De sacerdotio Ante [Go Back]  
 [00389]  Ὅμοιον γὰρ ἂν εἴη τοῦτο ὥσπερ ἂν εἴ τις πολλοὺς περὶ τὴν γῆν ἀνασχόμενος πόνους ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς.
 [00619]  Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥαθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους·
000-00-00 Serial Number=0229164183
De sancta Droside martyre Ante [Go Back]  
 [00041]  Ἐπειδὰν οὖν τοὺς πόνους καὶ τοὺς ἀγῶνας καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα καὶ τοὺς στεφάνους τῶν ἁγίων ἀναλογισώμεθα τούτων, πάλιν ἑτέραν μείζονα πρόφασιν ταπεινοφροσύνης εὑρίσκομεν.
000-00-00 Serial Number=0855030060
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00017]  Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύνης τρυφερωτέρα.
000-00-00 Serial Number=0812332332
De sanctis martyribus [2] Ante [Go Back]  
 [00113]  Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ, ἀλλὰ τὰ μέλλοντα χρηστὰ, μὴ τὰ ἐν χερσὶ δεινὰ, ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, μὴ τὰ παθήματα, ἀλλὰ τὰ βραβεῖα, μὴ τοὺς πόνους, ἀλλὰ τοὺς στεφάνους, μὴ τοὺς ἱδρῶτας, ἀλλὰ τὰς ἀμοιβὰς, μὴ τὰς ἀλγηδόνας, ἀλλὰ τὰς ἀντιδόσεις, μὴ τὸ καιόμενον [50.711] πῦρ, ἀλλὰ τὴν προκειμένην βασιλείαν, μὴ τοὺς περιεστῶτας δημίους, ἀλλὰ τὸν στεφανοῦντα Χριστόν.
 [00115]  Αὕτη μεγίστη μέθοδος καὶ εὐκολωτάτη πρὸς ἀρετὴν ὁδὸς, μὴ τοὺς πόνους μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰ ἔπαθλα μετὰ τῶν πόνων, ἀλλ' οὐκ αὐτὰ καθ' ἑαυτὰ μόνον.
000-00-00 Serial Number=0373225808
De spe Ante [Go Back]  
 [00006]  Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.
 [00035]  οἴνῳ στῦφε πρὸς τὸ μηκέτι χαυνούμενον ἐνδιδόναι ταῖς ἐπιθυμίαις, ἐλαίῳ δὲ λῦσον τοὺς πόνους τῆς ψυχῆς, καὶ τῶν προημαρτημένων πταισμάτων τὴν συγχώρησιν ταχεῖαν αὐτοῖς ὑπισχνούμενος.
 [00044]  Τοὺς ἀσκητικοὺς πόνους στέργε, τοὺς διαβολικοὺς βρόχους φεῦγε.
000-00-00 Serial Number=0579644501
De virginitate Ante [Go Back]  
 [00089]  Ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστὰς ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους ἵνα ἐκεῖ μετ' ἀγγέλων χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ' ἐλπίδας ταῦτα παθεῖν.
 [00457]  Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τίς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν;
 [00764]  Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς;
 [00822]  Τοὺς πόνους μὲν αὐτῆς καρπουμένη καὶ τοῖς ἀγαθοῖς ἐντρυφῶσα τοῖς ἐκείνης οὐ παύεται σκιαμαχοῦσα πρὸς αὐτήν·
 [01121]  Εἶτα ἐπὶ τὴν παρθενίαν ἐλθὼν καὶ εἰπὼν ὅτι «Νομίζω τοῦτο καλὸν ὑπάρχειν», ἐπειδὴ εἶδεν ὅτι συνεχῶς αὐτῆς τὸ ὄνομα λεγόμενον τῇ λειότητι τῆς ἀκοῆς πολλὴν ἐμποιεῖ τὴν τραχύτητα, οὐ τίθησιν αὐτὸ πυκνῶς ἀλλὰ καίτοι αἰτίαν ἱκανὴν δι' αὐτὸ παραμυθήσασθαι τοὺς ὑπὲρ αὐτῆς πόνους, τὴν ἐνεστῶσαν ἀνάγκην εἰπών, οὐδὲ οὕτως ἐθάρρησε πάλιν παρθενίαν εἰπεῖν, ἀλλὰ τί;
000-00-00 Serial Number=0730591059
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01779]  Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι μετὰ τοὺς πολλοὺς ἱδρῶτάς τε καὶ πόνους οὐδὲ τὸ θνητὸν σῶμα θανάτου κρεῖττον ἐργάζονται, ἀλλὰ καὶ τὴν ἀθάνατον μετὰ τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις.
 [03446]  καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα.
 [03457]  Τί οὖν γένοιτ' ἂν ἐκείνων ἀθλιώτερον, τῶν πρὸς ἐπίδειξιν ἀνθρώπων τὴν ἀρετὴν μετιόντων, καὶ ταῖς νηστείαις ἀφανιζόντων τὰ πρόσωπα, καὶ τὰς εὐχὰς ἐν ταῖς ἀμφόδοις ποιουμένων, ὅταν τοὺς μὲν πόνους ὑπομένωσι, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης;
 [06284]  Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ἀθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω·
 [06952]  Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ [63.779] τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας;
 [07636]  ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας·
 [08212]  ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας·
 [09921]  Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
 [09999]  Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά.
000-00-00 Serial Number=0654643476
Epistulae Ante [Go Back]  
 [00114]  Τοιαύτη γὰρ ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, πολλὴν ἔχουσα τὴν δυσκολίαν, πολλοὺς τοὺς ἱδρῶτας καὶ τοὺς πόνους.
 [02660]  Ὅταν ἐννοήσω τοὺς πόνους ὑμῶν, καὶ τοὺς ἱδρῶτας, τοὺς ἐπὶ μακρῷ χρόνῳ γεγενημένους, οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ μεγίστην καρποῦμαι παράκλησιν, ἐφ' οἷς αὐτὸς πέπονθα παρανόμως, τὴν ὑμετέραν ἀγάπην τὴν οὕτω θερμὴν καὶ γνησίαν, τὴν πρόνοιαν τὴν εἰλικρινῆ, τὴν ἀγρυπνίαν τὴν ὑπὲρ τῆς [52.701] διορθώσεως τῶν γεγενημένων, τὴν ἐπιτεταμένην, μεγίστην ἔχων παραμυθίαν.
 [02961]  Οὐδὲν ἡμᾶς ἔλαθε τῶν σῶν, ἀλλ' ἔγνωμεν σαφῶς ὡς παρόντες τὴν σπουδήν σου, τὴν ἀγρυπνίαν, τὴν φροντίδα, τοὺς καμάτους, τοὺς πόνους οὓς ὑπὲρ τῆς ἀληθείας ἐπεδείξω, καί σοι χάριτας πολλὰς ὁμολογοῦμεν·
000-00-00 Serial Number=0689309955
Expositiones in Psalmos Ante [Go Back]  
 [00559]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ τοὺς μὲν πόνους καὶ τοὺς ἱδρῶτας τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ συγκληρῶσαι βίῳ, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους τῷ ἀθανάτῳ καὶ ἀγήρῳ παρεκτεῖναι αἰῶνι.
 [00752]  Τοὺς μὲν πόνους τῇ παρούσῃ συνεκλήρωσε ζωῇ, ὥστε τῇ βραχύτητι τοῦ χρόνου συγκαταλυ [55.62] θῆναι τὸ ἐπίμοχθον·
 [02495]  Τί τοιοῦτον ἡ σωφροσύνη ἔχει, κἂν μυρίους πόνους ἔχῃ;
 [03671]  Οὕτω δὴ πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέροντες.
 [04024]  Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ·
 [05434]  Οὕτω δὴ πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέροντες.
 [05787]  Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ·
 [06538]  Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πόνους διακειμένους ἦν ἀνακτωμένου, τοὺς κατὰ ἀνθρωπίνην ἀκολουθίαν ζητοῦντας τὴν νίκην.
000-00-00 Serial Number=0352339327
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02557]  Ποίους πόνους οὐκ ἤνεγκε;
 [03977]  οὐ πρὸς τὸν Θεὸν, ἀλλὰ πρὸς τὰ δεινὰ ἀποτεινόμενος, ὡς καὶ ἕτερος προφήτης, Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους;
 [05005]  οὐ γὰρ ἐπὶ πόνους καὶ ἱδρῶτας καλοῦνται, ἀλλ' ἐπὶ συγχώρησιν τῶν πεπλημμελημένων αὐτοῖς, ἐπὶ ἀμνηστίαν τῶν ἡμαρτημένων.
000-00-00 Serial Number=0499664783
Fragmenta in Job Ante [Go Back]  
 [00736]  Ἡ τὸ πλέον ἐνεγκοῦσα, ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι.
 [01303]  Ἔδει δὲ λογίζεσθαι, ὅτι τὰ τοιαῦτα οὐ μόνον φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει, ἀδιάφορα γὰρ, καὶ ὅτι θαυμαστότερός ἐστιν ὁ δίκαιος, ὑπομένων θλίψεις καὶ πόνους.
000-00-00 Serial Number=0335947692
Fragmenta in Proverbia Ante [Go Back]  
 [00114]  α.] Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται·
 [00285]  ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής·
000-00-00 Serial Number=0929821134
In Acta apostolorum Ante [Go Back]  
 [00294]  Εἰ γὰρ ἐπὶ ἀρχὴν μέλλων ἰέναι τις βιωτικὴν, παρασκευάζει ἑαυτῷ ἅπαντα τὸν βίον, καὶ ἵνα τύχῃ τινὸς ἀξιώματος, καὶ χρήματα ἀναλίσκει, καὶ χρόνον δαπανᾷ, καὶ μυρίους ὑπομένει πόνους·
 [02120]  Τὸ γὰρ χαλεπὸν τοῦτό ἐστιν, ὅτι καὶ ἐν βραχεῖ καιρῷ, καὶ διὰ μιᾶς πράξεως, καὶ δι' ἑνὸς ῥήματος μόνον τῶν αἰωνίων ἡμᾶς πολλάκις ἐξέβαλεν ἀγαθῶν, καὶ μυρίους ἐκένωσε πόνους.
 [04909]  μᾶλλον δὲ ἐξ ὧν ποιεῖ κελευόμενος μανθάνομεν, ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, οὗτοι δὲ τοὺς καρποὺς δρέπονται, καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ.
 [09164]  Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν·
000-00-00 Serial Number=0027534306
In Genesim sermo 3 Ante [Go Back]  
 [00407]  ὅτε ἐν ὀδύνῃ τοὺς πόνους ὑπομενεῖς, τότε τῆς ἀποφάσεως ὁ καιρός σοι ἐξανθήσει·
000-00-00 Serial Number=0533894300
In Genesim sermones Ante [Go Back]  
 [00410]  Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν·
 [01088]  Ἀλλ' ἴδωμεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρποὺς ὁ λῃστής.
000-00-00 Serial Number=0303815782
In Isaiam Ante [Go Back]  
 [00121]  Οὐ μὴν ἐπειδὴ τιμᾷ πρὸ τῶν πόνων, ἀποστερεῖ μετὰ τοὺς πόνους, ἀλλὰ καὶ τότε μείζονα δίδωσι τὰ ἔπαθλα.
 [00819]  Καὶ γὰρ πολλοὶ καὶ νῦν εἰσι τῷ νοσήματι κεχρημένοι τούτῳ καὶ τὸν ἑαυτῶν διαφθείροντες βίον, οἳ τῇ τῶν κλῃδόνων ἀλογίᾳ ἐκδιδόντες ἑαυτούς, μετὰ τοῦ τῷ Θεῷ προσκρούειν, καὶ περιττὰς καρποῦνται λύπας, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλύονται πόνους.
 [00820]  Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ' αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, † καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας ἀφελέσθαι δῶρον.
 [01641]  Καὶ ἐπειδὴ πάντων τιμιώτερος ἄνθρωπος καὶ δι' αὐτὸν τὰ γενόμενα ἅπαντα, διά τοι τοῦτο καὶ νῦν, ἐπειδὴ ἥμαρτεν ὁ τῶν Ἰουδαίων δῆμος, ἐπέχει τῆς γῆς τὰς ὠδῖνας ὁ Θεὸς καὶ μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας οὐκ ἀφίησι τὰς ἐκείνης λαγόνας τὴν εἰωθυῖαν φορὰν ἐνεγκεῖν, ἵνα κἀντεῦθεν μάθωσιν ὅτι οὐ γεωργικῶν χειρῶν τέχνη, οὐδὲ βόες καὶ ἄροτρον, οὐδὲ γῆς φύσις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ' ὁ τούτων ἁπάντων ∆εσπότης οὗτός ἐστιν, ὁ καὶ δαψιλεῖ τῇ χειρὶ πάντα ἐκχέων καὶ πάλιν, ἐπειδὰν βούληται, συστέλλων ἅπαντα.
000-00-00 Serial Number=0064546943
In Joannem Ante [Go Back]  
 [01626]  Ἐκεῖνος μὲν γὰρ εἰ καὶ ἐδυσχέραινεν, ἀλλ' ὅμως ἔχων εἰπεῖν ἡμέρας ὁλοκλήρου πόνους, καὶ ταλαιπωρίας καὶ θάλπη καὶ ἱδρῶτας·
 [04201]  Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
 [05043]  Ἐπειδὴ δὲ τινές εἰσιν οὕτω χαῦνοι καὶ διαλελυμένοι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ὡς εἰς ἐσχάτας ἀναπνοὰς βούλεσθαι προσεδρεύειν τῇ πονηρίᾳ, καὶ μηδέποτε αὐτῆς ἀφίστασθαι, τούτους ἐπισκώπτων ἐνταῦθα δηλοῖ.
 [05125]  καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα.
000-00-00 Serial Number=0758366644
In Kalendas Ante [Go Back]  
 [00049]  Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδὼν, καὶ σπουδάζων ἡμῶν ἐκλῦσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσεν τὰς εὐπραγίας καὶ τὰς κακοπραγίας.
000-00-00 Serial Number=0186367989
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00116]  Ἀνοίκειον γὰρ ἦν τὸν προφήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τράπεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι.
000-00-00 Serial Number=0061482608
In Psalmos 101-107 Ante [Go Back]  
 [01156]  Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν.
000-00-00 Serial Number=0896282792
In decollationem sancti Joannis Ante [Go Back]  
 [00099]  Αἱ γὰρ ἀγαθαὶ τὰς τῶν ἀγαθῶν ἀρετὰς ὡς ἰδίας ὁρῶσι, καὶ τοὺς ἐκείνων πόνους ὡς ἰδίους στεφάνους εἶναι λογίζονται.
000-00-00 Serial Number=0198950112
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01500]  Ἐπειδὴ γὰρ ἀπολέσαι ἐξ εὐθείας οὐχ εὗρεν, ἑτέραν ἦλθεν ὁδὸν τοὺς μὲν πόνους ἐπιτείνων, τοὺς δὲ καρποὺς ἀφαιρούμενος, καὶ πείθων ὡς τὸ πᾶν κατωρθωκότας, οὕτω τῶν ἄλλων ἀμελεῖν.
 [02559]  Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν.
 [02966]  Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά.
 [03271]  Οὐ γὰρ ὁ τῶν μελλόντων φόβος, φησὶ, μόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενημένα οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους, καὶ ὠθεῖ.
 [03797]  Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών.
 [03946]  Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν·
 [04557]  οὐδὲ ὡς ἐπὶ δόξαν ἀνθρωπίνην καὶ ἄνεσιν οἰκείαν, ἀλλ' ὡς εἰς πόνους καὶ ἱδρῶτας καὶ τὸ τῶν πολλῶν συμφέρον, οὕτως ἐπὶ τὴν ἀρχὴν ἄγεται ταύτην ὁ χειροτονηθείς.
 [06457]  Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο μετὰ μυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν·
 [06765]  Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν.
000-00-00 Serial Number=0307244539
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00014]  Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους.
000-00-00 Serial Number=0620972097
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04106]  Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε.
 [04111]  τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους;
 [07029]  Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ.
 [08843]  Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι.
000-00-00 Serial Number=0701456904
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00164]  ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος.
 [00513]  παρὰ μὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέλει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν.
 [02604]  Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον.
 [02617]  Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί;
 [03484]  Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν, [62.582] καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα;
 [03606]  τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν;
 [04011]  Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ μαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους.
000-00-00 Serial Number=0582500041
In epistulam ad Ephesios Ante [Go Back]  
 [06756]  Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι.
000-00-00 Serial Number=0009377956
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00337]  καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος.
 [02361]  Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς.
000-00-00 Serial Number=0206222236
In epistulam ad Philemonem Ante [Go Back]  
 [00177]  οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, [62.707] οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
000-00-00 Serial Number=0120755315
In epistulam ad Philippenses Ante [Go Back]  
 [00580]  ∆ιὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι ἡμῖν καὶ τοὺς πόνους ἐπεκούφισε, καὶ τοὺς μισθοὺς ηὔξησεν.
 [03352]  Παῦλος μὲν πολιτείαν οὕτως ἠκριβωμένην, ἐκ πρώτης ἡλικίας ἀρξαμένην, τοσαύτην εὐγένειαν, τοσούτους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ·
000-00-00 Serial Number=0049458325
In epistulam ad Romanos Ante [Go Back]  
 [02466]  Ὁ μὲν γὰρ ἐν τοῖς ἔργοις καυχώμενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους·
 [03076]  Εἰ δὲ οὐκ ἐβούλετο μεγάλοις ἡμᾶς μετὰ τοὺς πόνους στεφάνοις δωρήσασθαι, οὐκ ἂν πρὸ τῶν πόνων τοσαῦτα ἔδωκεν ἀγαθά·
 [03167]  διὰ τοῦτο καὶ κόλασιν ἠπείλησε, καὶ πόνους συνεκλήρωσεν ἡμῶν τῇ ζωῇ, τὸ χαῦνον ἐπισφίγγων.
 [03713]  Ἐκεῖνος μὲν γὰρ μετὰ τοὺς πόνους τοὺς στεφάνους ἐπήγγελτο, αὕτη δὲ πρότερον ἐστεφάνωσε, καὶ τότε εἰς τοὺς ἀγῶνας εἵλκυσεν.
 [04313]  Ὁ δὲ ἁρπάζειν βουλόμενος, εἰπέ μοι, καὶ τοῖς ἀλλοτρίοις ἐπιτίθεσθαι χρήμασιν, οὐχὶ μυρίους ὑπομένει πόνους, περιτρέχων, κολακεύων δούλους, ἐλευθέρους, θυρωροὺς, φοβῶν, ἀπειλῶν, ἀναισχυντῶν, ἀγρυπνῶν, τρέμων, ἀγωνιῶν, ὑφορώμενος ἅπαντα;
 [05225]  τὸ δὲ, ἵνα μάθῃς, ὅτι νικᾷ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός.
 [05248]  παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους.
 [05404]  τὸ δὲ τῆς τοῦ Πνεύματος χορηγίας, εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος καὶ δι' αὐτῆς πάλιν τοὺς πόνους σου κουφίζοντος.
 [06611]  Ὥσπερ γὰρ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία καὶ ἔκλυσις, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν·
 [07558]  Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν, δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν.
 [09999]  Λεόντων γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους·
 [09999]  Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους.
000-00-00 Serial Number=0683942556
In epistulam ad Titum Ante [Go Back]  
 [00068]  καὶ ὅλη διόλης ἡ ἐπιστολὴ αὕτη μάλιστα τοιαύτη τυγχάνει, καὶ αὐτὸν τὸν ἅγιον ἐκεῖνον διανιστῶσα μᾶλλον πρὸς τοὺς πόνους, καὶ τοὺς μαθητευομένους.
 [00221]  οὕτω κἂν τῶν ἀρχομένων τις τοιοῦτος ᾖ, πόνους ἡμῖν παρέχων καὶ ἀθυμίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολμῶμεν ἀμύνασθαι·
 [00415]  τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων·
000-00-00 Serial Number=0206210077
In illud Exiit qui seminat Ante [Go Back]  
 [00007]  Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες.
000-00-00 Serial Number=0299746871
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00089]  Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι.
 [00144]  Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ' ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύματος χάρισμα·
000-00-00 Serial Number=0225618422
In illud Messis quidem multa Ante [Go Back]  
 [00112]  Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαι δρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδα μοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον·
000-00-00 Serial Number=0266057968
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00075]  δώσω ὑμῖν μισθοὺς παριόντας τοὺς πόνους·
 [00209]  ἡμεῖς ἐδιώχθημεν διὰ σὲ, ἡμεῖς μυρίους ὑπεμείναμεν πόνους, ἵνα τὴν σὴν οὐ σίαν πλατύνωμεν·
000-00-00 Serial Number=0378076732
In illud Vidi dominum Ante [Go Back]  
 [00010]  Τοῦτον οὖν αὐξανόμενον ἐν ὑμῖν κατανοῶν, χαίρω διὰ παντὸς ὡς μὴ εἰκῇ τὰ σπέρματα καταβαλλόμενος, ὡς μὴ μάτην τοὺς πόνους ὑπομείνας, ὡς εἰς εὔφορον καὶ λιπαρὰν ἐπισπείρων γῆν καὶ πρὸς καρποφορίαν ἐπιτηδείαν.
 [00068]  Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν.
 [00416]  καὶ γὰρ ἑαυτόν τινα ἕκαστον ἀγνοεῖν ἀναπείθει καὶ μετὰ πολλοὺς πόνους ἅπαντα κενοῖ τῆς ἀρετῆς τὸν θησαυρόν.
 [00443]  ὧν τί γένοιτ' ἂν ἀθλιώτερον, ὅταν τοὺς μὲν πόνους ὑπομένωσιν, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης;
000-00-00 Serial Number=0279508233
In martyres Aegyptios Ante [Go Back]  
 [00069]  Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης·
000-00-00 Serial Number=0050250351
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00008]  Ἀλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πόνους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ' ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μοχθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι.
000-00-00 Serial Number=0750414133
In principium indictionis [1] Ante [Go Back]  
 [00054]  Τί οὖν ἀπράκτους ἐπιδείκνυσθε πόνους, δεσπότου προαρπάζειν οἱ δοῦλοι βιαζόμενοι νίκην;
000-00-00 Serial Number=0300252378
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00044]  τοὺς ἀλ λοτρίους πόνους συλῶντα;
000-00-00 Serial Number=0637248874
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00199]  Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος·
 [00210]  πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ' ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας·
000-00-00 Serial Number=0854225695
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00039]  ∆ιὰ τοῦτο τοὺς μὲν πόνους συνεκλήρωσε τῷ βρα χεῖ καὶ προσκαίρῳ αἰῶνι, τοὺς δὲ στεφάνους ἐτα μιεύσατο τῷ ἀγήρῳ καὶ ἀθανάτῳ, ἵνα καὶ τῶν πόνων
000-00-00 Serial Number=0956896305
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00324]  ἐν ὅσῳ φορῶ τὴν γηΐνην σάρκα, φοβοῦμαι, μὴ μετὰ πόνους ἀπολέσω τοὺς πόνους·
000-00-00 Serial Number=0075581253
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00151]  μὴ κενοὺς ἡμῶν ἀποπέμψῃς τοὺς πόνους·
000-00-00 Serial Number=0376936078
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00026]  Καὶ ὁ μὲν νύκτας ἀΰπνους διατελέσας, καὶ μυρίους πόνους καὶ κινδύνους ὑπομείνας, καὶ ἁμαρτήματα τοσαῦτα συναγαγὼν ἀπὸ τῆς τοιαύτης πλεονεξίας, ἄοικος, ἄπολις πρὸς τὴν ὑπερορίαν φυγὰς γέγονε, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς·
000-00-00 Serial Number=0688142598
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00841]  Καταμαλακισθέντες γὰρ πρὸς τοὺς τοῦ πολέμου πόνους, παρέβησαν τὸ πρόσταγμα τοῦ Θεοῦ, κελεῦσαν πάντας παντελῶς ἄρδην ἀφανισθῆναι.
 [01875]  Αὐτὸς δὲ πόνους διακρίνει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»