Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόσα [187]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόσα


000-00-00 Serial Number=0247436285
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00899]  [47.457] παρῶ, πόσα πράγματα ἔχειν ἠναγκάζετο, οὕτω μακρὰν ὁδεύων ὁδὸν, καὶ μηδὲ μικρὸν ἐν τοσούτῳ μήκει παρατραπῆναι σπουδάζων, πολλῶν ἐν τῷ μεταξὺ κωλυμάτων ὄντων;
 [01107]  Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον;
 [01441]  ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθεὶς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα πράγματα καθ' ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων! Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαντας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ' ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν·
000-00-00 Serial Number=0439557016
Ad illuminandos catecheses Ante [Go Back]  
 [00065]  Ἀνάγκη γὰρ εἰπεῖν τί ποτέ ἐστι τὸ βάπτισμα, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσῆλθε τὸν ἡμέτερον, καὶ πόσα κομίζει ἡμῖν τὰ ἀγαθά.
 [00558]  Οὐκ οἶδας πόσα κατώρθωσεν ὁ σταυρός;
000-00-00 Serial Number=0828221679
Ad populum Antiochenum Ante [Go Back]  
 [02623]  Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.
 [05425]  Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν·
000-00-00 Serial Number=0954647124
Admonitiones spirituales Ante [Go Back]  
 [00048]  μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι·
000-00-00 Serial Number=0135612488
Adversus Judaeos Ante [Go Back]  
 [02092]  Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν·
 [02671]  Ἐννόησόν σου τὸ στόμα πόσα πολλάκις ἥμαρτε, πόσα ἐφθέγξατο αἰσχρὰ ῥήματα, πόσας βλασφημίας, πόσας λοιδορίας ἐξέβαλε, καὶ πάντως ἀντιλήψῃ τῆς τοῦ πεπτωκότος προνοίας·
000-00-00 Serial Number=0599491298
Commentarius in Job Ante [Go Back]  
 [00441]  πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος.
 [04287]  ὁρᾷς, ἐξ ὀλίγων πόσα φησίν;
000-00-00 Serial Number=0125030160
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00180]  Θέλετε μαθεῖν πόσα παρέσχεν αὐτοῖς ὁ Θεὸς, καὶ ἀμνήμονες ἐγένοντο;
000-00-00 Serial Number=0984387696
Contra theatra Ante [Go Back]  
 [00181]  Ὢ πίστεως ἄκρας! ὢ σοφίας ἀνυπερβλήτου! Ἐνενόησεν ὁ πατριάρχης πόσα συμβήσεται κακὰ, ἐκπύστου γινομένου τοῦ θείου προστάγματος, πόσος ἔσται θρῆνος, πόσος κλαυθμὸς, πόσα δάκρυα.
000-00-00 Serial Number=0535892725
De Christi divinitate Ante [Go Back]  
 [00096]  Ὅρα πόσα συνῆλθεν ὁμοῦ καὶ τὸν ἄνθρωπον ἐπολιόρκει·
000-00-00 Serial Number=0180144727
De Lazaro Ante [Go Back]  
 [00942]  Ἰδοὺ γοῦν μία παραβολὴ πόσα ἡμᾶς ὠφέλησε;
 [01087]  πόσα ἀδόκητα, πόσαι στενοχωρίαι;
000-00-00 Serial Number=0288587451
De Susanna Ante [Go Back]  
 [00067]  Καὶ ὅρα πόσα ἦν τὰ συνέχοντα τὴν Σουσάνναν·
000-00-00 Serial Number=0027163088
De decem millium talentorum debitore Ante [Go Back]  
 [00137]  Καὶ καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο τὰ χρήματα, καὶ παρὰ τίνων, καὶ πῶς, καὶ πόσα·
 [00189]  Ἆρα πόσα ἐνεπιστεύθη, ὅτι τοσαῦτα κατέφαγε;
000-00-00 Serial Number=0057224751
De diabolo tentatore Ante [Go Back]  
 [00096]  Σκόπει δέ μοι καὶ τὴν Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν.
000-00-00 Serial Number=0917174041
De eleemosyna [2] Ante [Go Back]  
 [00077]  πόσα ὑπάρχοντα διήρπασε;
000-00-00 Serial Number=0424423337
De fato et providentia Ante [Go Back]  
 [00232]  Ὅρα οὖν πόσα κακὰ συνέστησεν ὁ διάβολος ἀπὸ τῆς εἱμαρμένης·
000-00-00 Serial Number=0828883946
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00386]  Ὅρα πόσα ἀπὸ τούτου τίκτεται καλά·
 [00388]  ὅρα γὰρ πόσα ἀπὸ τούτου τίκτεται.
 [00451]  Ὅρα γὰρ πόσα μαθήσεται·
000-00-00 Serial Number=0274376631
De incomprehensibili dei natura Ante [Go Back]  
 [00433]  Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς.
000-00-00 Serial Number=0648775041
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00427]  πόσα εἶδον σημεῖα, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ, καὶ οὐκ ἐγένοντο βελτίους;
000-00-00 Serial Number=0330450416
De libello repudii Ante [Go Back]  
 [00106]  Ὅρα πόσα τίθησι δικαιώματα·
000-00-00 Serial Number=0058312476
De paenitentia sermo 1 Ante [Go Back]  
 [00145]  Ὁρᾷς πόσα ἀγαθὰ καὶ ὁποίαν χαρὰν δέχεται ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ δι' αὐτὸν συναγόμενος;
000-00-00 Serial Number=0993561745
De paenitentia sermo 2 Ante [Go Back]  
 [00027]  Ἴδετε, ἀδελφοὶ, εἰς πόσα κακὰ ἐμπίπτομεν καθ' ἑκάστην ἡμέραν, καὶ οὐ προσέχομεν.
 [00116]  Ὢ πόσα μέλλομεν τότε κλαίειν, ἀδελφοὶ, καὶ ὀδύρεσθαι καὶ θρηνεῖν καὶ ἑαυτοὺς κατακόπτειν, μηδὲν ὠφελοῦντες λοιπόν;
 [00249]  πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἶδον τράπεζαν παντοίων ἀγαθῶν μεστὴν, καὶ πόρνας τρέφουσαν καὶ ὀρχηστὰς καὶ κόλακας, καὶ ἐμὲ κἂν κλάσματος ἄρτου οὐκ ἠξιώσατε;
 [00264]  Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες;
000-00-00 Serial Number=0518807590
De patientia sermo 2 Ante [Go Back]  
 [00021]  πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν ἀθλητὴν οὐκ ἔῤῥηξε;
000-00-00 Serial Number=0887589097
De perfecta caritate Ante [Go Back]  
 [00202]  Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι χρήματα καὶ σώματα;
000-00-00 Serial Number=0135187447
De proditione Judae Ante [Go Back]  
 [00148]  Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς·
 [00540]  Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς.
 [00570]  Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι;
000-00-00 Serial Number=0768063784
De sacerdotio Ante [Go Back]  
 [01199]  Τὸν δὲ μετὰ ταύτης τῆς ἐπιθυμίας εἰς τὸν τῆς διδασκαλίας ἀγῶνα παρελθόντα, πόσα πράγματα καὶ πόσας ἔχειν οἴει τὰς ἀλγηδόνας;
000-00-00 Serial Number=0429920614
De salute animae Ante [Go Back]  
 [00057]  Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέγοντες! πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς! πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! πόσα ἑαυ [60.737] τοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν! οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν!
 [00082]  πόσα τὸν εὐεργέτην παροργίζομεν;
000-00-00 Serial Number=0700392604
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00263]  Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά.
 [02151]  Εἴ τις ἀπιστεῖ τῇ ἀναστάσει, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεὸς, καὶ δεχέσθω καὶ [63.635] περὶ ἐκείνης ἀπόδειξιν.
 [03766]  πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην, νηστεύοντα, ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα [63.685] ἀποθέσθαι ἐκεῖνα;
 [04674]  Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐ τὸ ποιεῖν κακῶς τοῦτο ποιεῖ δυνατωτέρους, ἀλλὰ τὸ κακῶς πάσχοντας φέρειν, θέα μοι τὸν Ἰακὼβ πόσα παρὰ τοῦ Λάβαν ἠδίκηται.
 [05905]  ἐξετάζομεν, πόθεν καὶ πόσα καὶ παρὰ τίνων, καὶ πῶς ὑπεδέξαντο τὰ χρήματα·
 [06074]  τοῦ δὲ Χριστοῦ οὐχὶ ταῦτα, ἀλλὰ τὰ πολλῷ μείζονα τούτων ἐπαγγελομένου, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, πόσα οὐκ ἄξιον προέσθαι χρήματα;
 [06225]  πόσα δὲ ἠδίκει ὁ Σαούλ;
 [07923]  ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται.
 [09010]  Ἴδε πόσα φάρμακα κατεσκεύασέ σοι ὁ ἰατρός·
 [09999]  πόσα οἰμώξομεν;
 [09999]  Πόσα τότε ἐροῦμεν ἑαυτῶν κατηγοροῦντες, πόσα ὀλοφυρούμεθα;
000-00-00 Serial Number=0308349192
Epistulae Ante [Go Back]  
 [00814]  Ἐννοοῦσα τοίνυν τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν·
 [01772]  Ἐννοοῦσα τοίνυν τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν·
 [02678]  οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.
000-00-00 Serial Number=0663861752
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00364]  Εἰ δέ τις καὶ τὸν καιρὸν ἐξετάσειεν ὅτι ἐν ἀώρῳ ἡλικίᾳ ταῦτα κατωρθοῦτο καὶ τὴν ἐρημίαν τῶν διδαξόντων καὶ τὸ πλῆθος τῶν σκανδαλιζόντων καὶ ὅτι ἐν ψυχῇ ἐξ ἀσεβοῦς οἴκου νῦν αὐτομολησάσῃ πρὸς τὴν ἀλήθειαν καὶ ὅτι ἐν σώματι γυναικείῳ τε καὶ ἄλλως ἁπαλῷ διὰ τὴν τῶν προγόνων περιφάνειαν καὶ τρυφήν, πόσα πελάγη θαυμάτων εὑρήσει καθ' ἕκαστον τούτων ἀνοιγόμενα;
000-00-00 Serial Number=0746677101
Expositiones in Psalmos Ante [Go Back]  
 [02343]  Εἰ βουληθῇ τίς τινα ἀμύνασθαι, ἢ ἄρξαι χειρῶν ἀδίκων, ὅρα πόσα πάσχει δεινά.
 [02903]  Ἂν γάρ τις ἐννοήσῃ πόσα δι' αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον.
 [04666]  Ἂν γάρ τις ἐννοήσῃ πόσα δι' αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον.
 [06115]  Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας τὸ τοῖς πολεμίοις καθ' ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα.
 [06372]  Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς.
000-00-00 Serial Number=0987671971
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00718]  *Τουτέστι, πόσα ποιήσασα δυνήσῃ ἐξαλεῖψαι τὰ ἁμαρτήματά σου, καὶ δεῖξαι αὐτὴν καθαρὰν, ὥστε τῆς παρ' ἐμοῦ ἀγάπης ἀξιωθῆναι.
 [01520]  Ὅρα πόσα ὁ Θεὸς κατασκευάζει, ὥστε αὐτοῖς ἐνθεῖναι τὸν φόβον, ὅπουγε καὶ ῥήματα ἀναπλάττει παρὰ τῶν πολεμίων ὥσπερ παρόντων, καὶ παρακελευομένων ἀλλήλοις.
000-00-00 Serial Number=0983864605
Fragmenta in Job Ante [Go Back]  
 [02039]  Ὅρα ἐξ ὀλίγων πόσα φησί.
000-00-00 Serial Number=0275254965
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00058]  Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος·
000-00-00 Serial Number=0248679101
In Acta apostolorum Ante [Go Back]  
 [00462]  [60.26] ἀκριβῶς, ὅρα πόσα ἀπαριθμοῦμαι.
 [00734]  Ἀλλ' ὅρα, πόσα τὰ ἀσεβῆ καὶ ἀνόητα.
 [02298]  Ὅρα, πόσα αὐτοῖς μαρτυρεῖ;
 [04498]  Ὅρα, μετὰ πόσα μαστίζονται θαύματα.
 [05320]  Ὁρᾷς, πόσα γίνεται θαύματα, καὶ οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία;
 [06174]  Ὁρᾷς, πόσα ἐντεῦθεν γενήσεται καλά;
 [06583]  Ἰδοὺ πόσα λέγω·
 [06694]  Ἀλλ' ὅρα πόσα οἰκονομεῖται, ἵνα πιστεύσῃ τῷ ἐρχομένῳ.
 [08789]  Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες;
 [09194]  Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου·
 [09999]  Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας.
 [09999]  Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσι.
 [09999]  Ὅρα γὰρ ἐν προοιμίοις τοῦ κηρύγματος πόσα σκάνδαλα·
 [09999]  Ἴδωμεν δὲ πῶς καὶ ἐν ἡμῖν αὐτοῖς, ἂν γένηται τοῦτο, πόσα γίνεται κακά.
 [09999]  ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ.
 [09999]  πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο;
 [09999]  καίτοι πόσα ᾠκονομήθη, ὥστε καὶ τοῦ θυμοῦ καθυφεῖναι, καὶ μαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν.
000-00-00 Serial Number=0723121047
In Ecclesiasten Ante [Go Back]  
 [00346]  Ὁρᾷς πόσα περὶ ὑποσχέσεως φησίν;
000-00-00 Serial Number=0303152144
In Genesim sermones Ante [Go Back]  
 [01281]  Ὅρα πόσα κατέλεξεν ἀγαθά.
000-00-00 Serial Number=0990488052
In Joannem Ante [Go Back]  
 [01020]  Ἂν τοίνυν τὸ Πνεῦμα λέγωσιν ἐνταῦθα τὴν ζωὴν εἰρῆσθαι, ὅρα πόσα ἕψεται τὰ ἄτοπα.
 [01031]  Ὁρᾶτε ὅταν ἐκκυλισθῇ ὁ λόγος τῆς ἀληθείας, ποῦ παρατρέπεται, καὶ πόσα τίκτει τὰ ἄτοπα;
000-00-00 Serial Number=0333692729
In Petrum et Paulum Ante [Go Back]  
 [00080]  Πόσας φυλακὰς ἡγιάσατε, πόσα δεσμωτήρια ἐφωτίσατε;
000-00-00 Serial Number=0025941491
In adorationem venerandae crucis Ante [Go Back]  
 [00237]  Ὅρα δέ μοι τὸν τύπον τοῦ σταυροῦ, πόσα τέρατα καὶ σημεῖα εἰργάσατο, τοῖς μὲν ὑπεναντίοις κακὰ, τοῖς δὲ πιστοῖς καλά.
000-00-00 Serial Number=0971106827
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00014]  Ὢ πόσα ὁ ἀγαθὸς διὰ δούλων πονηρῶν εἰς σωτηρίαν ἐπραγματεύσατο! κατῆλθεν ἐξ οὐρανῶν, ἀνῆλθεν εἰς οὐρανοὺς, ἐξ οὐρανῶν πάλιν ἐλεύσεται·
000-00-00 Serial Number=0507375956
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01811]  Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν·
 [02314]  Ὅρα τοίνυν ἐξ ἀρχῆς πόσα τέθεικε τὰ ποιοῦντα τὴν διαφορὰν, καὶ δεικνύντα τῆς Καινῆς πρὸς τὴν Παλαιὰν τὴν ὑπεροχὴν, οὐ τὴν μάχην, οὐδὲ τὴν ἐναντίωσιν.
 [02980]  πόσα ὀλοφυρούμεθα;
 [02981]  πόσα οἰμώξομεν;
 [03322]  Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι.
 [05390]  Οὐχ ὁρᾷς μίμοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρναις;
 [05584]  Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν.
 [06536]  Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
 [07235]  Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0470773160
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00068]  ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ' οὐδὲν αὐτὸν ὤνησε·
 [00115]  ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται.
000-00-00 Serial Number=0801467776
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00098]  Καὶ ὅρα πόσα ἔθηκε πληροφορῶν ὅτι οὐ κατεφρόνησεν.
 [01166]  ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται.
000-00-00 Serial Number=0334225237
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00929]  Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως·
 [03221]  πόσα δικαστήρια καθ' ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα·
 [05064]  εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν.
 [05333]  ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον, ἐννόησον πόσα πείσεται κακά.
 [05553]  Πόσας γὰρ ἔνθεν λοιδορίας, πόσα πράγματα, πόσον ἀνάγκη γίνεσθαι πόλεμον;
 [07312]  Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρημνούς·
 [08079]  Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ.
 [08598]  Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν;
 [09999]  Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά.
000-00-00 Serial Number=0598928928
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01955]  φύλλα δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισμένας;
 [02450]  Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν;
 [02987]  πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν;
 [03072]  Οὐκ ἴστε πόσοι δαίμονες ἐν τῷ διαστήματι τούτῳ, πόσα θηρία, πόσα πνευματικὰ τῆς πονηρίας;
000-00-00 Serial Number=0903389633
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01301]  Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται;
 [01302]  πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν;
 [01834]  Ὅρα πόσα κατὰ ταυτὸν ζητήματα τίκτεται.
 [03917]  Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας;
 [03957]  Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι μαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι.
000-00-00 Serial Number=0631792188
In epistulam ad Colossenses Ante [Go Back]  
 [01210]  ὅρα πόσα κατασκευάζει.
 [01728]  ὅρα λοιπὸν πόσα τοιούτου τεκμήρια·
 [03053]  Ὅρα πόσα ἐποίησας·
000-00-00 Serial Number=0708730519
In epistulam ad Ephesios Ante [Go Back]  
 [01141]  Ὢ πόσα στενάξεις, ὅταν ἀκούσῃ τότε τοὺς κατωρθωκότας καλουμένους ἐπὶ βασιλείαν καὶ τιμωμένους! ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας ἐνταῦθα, τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται;
 [01821]  πόσα ὑβριζόμενοι παρὰ τῶν ἐρωμένων, πόσα ἐπιβουλευόμενοι, πόσα ζημιούμενοι, προσηλοῦνται καὶ ἐκκαίονται, καὶ τῆς ἑαυτῶν ψυχῆς μᾶλλον αὐτὰς ἀγαπῶσι, διανυκτερεύοντες ἐν τοῖς ἐκείνων προθύροις;
 [02506]  πόσα ἀνέῳξε τῷ λόγῳ δεσμωτήρια;
 [05378]  Καὶ ὅρα πόσα ᾠκονόμησε.
 [05562]  Ὅρα πόσα ὑποδείγματα, ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην.
 [06152]  Εἰ δὲ ἐν τῷ κόσμῳ τούτῳ ταῦτα, ἐν τῷ κόσμῳ, ἐν ᾧ μηδὲν ἡμῖν ἐπηγγείλατο ἀγαθὸν ὁ ∆εσπότης, ἐν ᾧ ξένους ἡμᾶς εἶπεν εἶναι, ἐννοήσωμεν ἐν τοῖς οὐρανοῖς πόσα ἔσται τὰ ἀποκείμενα ἀγαθά·
 [06939]  Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ δίκαιοι;
000-00-00 Serial Number=0128977537
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00556]  Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν;
 [00950]  νυνὶ δὲ ὅρα πόσα συνάπτει.
000-00-00 Serial Number=0602550447
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08766]  Ὅρα πόσα ἀπὸ τούτου κερδαίνεις·
 [09664]  Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε·
000-00-00 Serial Number=0916389823
In epistulam ad Philemonem Ante [Go Back]  
 [00031]  Ὅρα τοίνυν, πόσα κατορθοῦται ἐντεῦθεν.
 [00273]  Βαβαὶ, πόσα δυσωπητικά! Παῦλος, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου·
 [00318]  Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμήν;
 [00482]  Ὅρα γὰρ μετὰ πόσα ἐγκώμια, μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε.
000-00-00 Serial Number=0958697379
In epistulam ad Philippenses Ante [Go Back]  
 [00106]  Ὅρα γὰρ ἐντεῦθεν πόσα τίκτεται ἀγαθά·
 [01109]  πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι μᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον;
 [04109]  μάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ βίου.
 [04885]  Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι.
000-00-00 Serial Number=0317797661
In epistulam ad Romanos Ante [Go Back]  
 [02264]  Εἶδες πρὸς πόσα ὑπηρέτησεν ὁ φθόνος;
 [04406]  Σκόπει τοίνυν πόσα ἐκ τούτου συλλέγεις καλά·
 [04672]  Ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν·
 [04801]  Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόμενα ἐκδεξώμεθα;
 [05567]  Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς;
 [05694]  Εἶδες πόσα ἡμῖν ἐχαρίσατο;
 [09286]  Εἰ δὲ καὶ μετὰ τὴν χάριν τὰ αὐτὰ ταῦτα ἰδεῖν ἐθέλεις, ἐννόησον πόσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες, αἱ μὲν ὀπτῶσαι, αἱ δὲ ἄλλως δαπανῶσαι·
 [09339]  Οὐχ ὁρᾷς πόσα ἠπείλησεν Ἰουδαίοις;
 [09999]  Πόσον πλοῦτον, πόσα διαδήματα καὶ ἁλουργίδας οὐκ ἂν ἡδέως ἔῤῥιψας ὑπὲρ τοῦ τοιαύτην μαρτυρίαν λαβεῖν;
000-00-00 Serial Number=0469927967
In epistulam ad Titum Ante [Go Back]  
 [01181]  Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουμένην κακά.
 [01231]  πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός;
000-00-00 Serial Number=0262743592
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00047]  Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας·
000-00-00 Serial Number=0324177086
In illud Pater si possibile est Ante [Go Back]  
 [00194]  Ὁρᾷς πόσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις;
000-00-00 Serial Number=0257735491
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00045]  Ὢ πόσα εἶπον, καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον, τῆς λεγούσης·
000-00-00 Serial Number=0790983617
In parabolam de filio prodigo Ante [Go Back]  
 [00087]  Οἶδα πόσα δύναται παρ' αὐτῷ ἡ μετάνοια·
000-00-00 Serial Number=0126969218
In principium indictionis [1] Ante [Go Back]  
 [00056]  Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα! χρόνου μῆκος, ἀλγηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς.
000-00-00 Serial Number=0499322474
In sancta et magna parasceve Ante [Go Back]  
 [00035]  Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό [50.813] νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει·
 [00048]  βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσ σαι·
000-00-00 Serial Number=0678832531
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00147]  Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο.
000-00-00 Serial Number=0938092887
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00109]  Ὁρᾷς, ἀγαπητὲ, πόσα δύναται πίστις, πῶς ἐν μιᾷ ῥοπῇ θαύματα ἤνυσεν;
000-00-00 Serial Number=0704440236
In secundum domini adventum Ante [Go Back]  
 [00127]  Οὐχ ὁρᾷς, πόσα ἠπείλησεν Ἰουδαίοις;
000-00-00 Serial Number=0960512936
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00868]  Ὅρα πόσα τεκμήρια τοῦ βελτίονα αὐτὸν εἶναι.
 [02132]  Οὐχ ὁρᾷς, φησὶ, πόσα ἐσθίει καὶ πίνει;
000-00-00 Serial Number=0964450598
Non esse desperandum Ante [Go Back]  
 [00239]  Ὅρα πόσα ἔχεις παραδείγματα, τὴν Συροφοίνισσαν, τὸν τελώνην, [51.371] τὸν λῃστὴν τὸν ἐπὶ σταυροῦ, τὸν ἐν τῇ παραβολῇ φίλον τὸν τοὺς τρεῖς ἄρτους αἰτοῦντα, καὶ οὐχ οὕτω διὰ τὴν φιλίαν, ὡς διὰ τὴν προσεδρείαν ἐπιτυχόντα.
000-00-00 Serial Number=0323670328
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00050]  πόσα τήγανα;
000-00-00 Serial Number=0070412993
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01430]  Ἔστι δὲ τὰ ὀνόματα τῶν βασιλέων τῆς Ἰουδαίας καὶ τοῦ Ἰσραὴλ, καὶ ὁποῖον τῆς ἑκάστου πράξεως τὸ τέλος, καὶ πόσα ἔτη ἕκαστος αὐτῶν ἐβασίλευσε, ὡς ἐν ἐπιτόμῳ διαλαβεῖν (ἐστι) ἀπὸ τῶν προκειμένων δʹ βιβλίων, οὕτως.
 [01513]  Ὀνόματα τῶν βασιλέων τῶν γενομένων ἐν Σαμαρείᾳ, καὶ ποῖον τῆς ἑκάστου πράξεως γέγονε τέλος, καὶ πόσα ἔτη ἕκαστος ἐβασίλευσεν, οὕτως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»