Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παῖδες [270]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παῖδες


000-00-00 Serial Number=0061850488
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01482]  Οἱ δὲ παῖδες αὐτοῦ ἄδικοι ὄντες καὶ μοχθηροὶ, καὶ εἰς ἔσχατον πονηρίας ἐλαύνοντες, τούτῳ τε ἐλύπουν αὐτὸν καὶ τῷ μὴ δύνασθαι κληρονομῆσαι τῆς ἐκείνῳ παρασχεθείσης τιμῆς.
 [01571]  Εἶτα ἐξαναστάς τις ἐκεῖθεν, καὶ τὸ σαφὲς οὐ μαθὼν διὰ τὸν θόρυβον, ἀπήγγειλε τῷ βασιλεῖ, ὅτι τεθνήκασι πάντες οἱ παῖδες αὐτῷ.
000-00-00 Serial Number=0971106887
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00114]  Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων, ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν.
000-00-00 Serial Number=0496694624
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00002]  p.1 Ἰατρῶν μὲν παῖδες, ὅταν πυρέττοντάς τινας ἢ ἕτερον τι νόσημα νοσοῦντας μέλλωσι θεραπεύειν, αὐτοὺς πρῶτον ζητοῦσι τοὺς κάμνοντας ἰδεῖν, ὅτι πόρρωθεν αὐτῶν ὄντες οὐκ ἂν δύναιντο τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν·
 [00201]  Ἑλλήνων μὲν γὰρ παῖδες ὑπὲρ τὸ δέον αὐτὴν θαυμάσαντες καὶ τὸ μέτρον ὑπερεκβάντες, θεὸν εἶναι αὐτὴν ἐνόμισαν.
 [00668]  ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν·
 [00921]  [16.3] Τί δαὶ οἱ παῖδες οἱ τρεῖς;
 [01010]  οἱ τοσαύτας σφαγὰς ὑπομείναντες καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῷοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παρρησίαν ἐπιδειξάμενοι καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν.
000-00-00 Serial Number=0597360611
Ad populum Antiochenum Ante [Go Back]  
 [00397]  Καθάπερ οὖν οἱ τρεῖς παῖδες ἔλεγον·
 [01207]  Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρὶ, οἱ δὲ θηρίοις παραδοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖδες.
 [01419]  οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς.
 [01480]  ἐπειδὴ δὲ ἅπαντες ἔπεσον καὶ ἡττήθησαν, τότε εἰς μέσον οἱ παῖδες ἄγονται μόνοι, ἵνα καὶ ταύτῃ ἡ νίκη λαμπροτέρα γένηται, ἐν τοσούτῳ πλήθει νικώντων καὶ ἀνακηρυττομένων αὐτῶν, Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μηδενὸς ὑποσκελισθέντος οὗτοι παρελθόντες ἠνδρίσαντο πρῶτοι.
 [01845]  Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβηθέντες τὸ πῦρ, ἔφυγον τὸ πῦρ·
 [01939]  τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ἰατρῶν παῖδες κελεύουσιν.
 [02019]  Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή.
 [02273]  Ἐκεῖνοι ἠγωνί [49.89] σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν ∆εσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περικλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν.
 [02371]  καθάπερ οὖν καὶ οἱ τρεῖς παῖδες οὐκ ἐφοβήθησαν τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον·
 [02534]  καὶ τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ πρὸς τὰς πόλεις ἡμᾶς συνελαύνοντα, καὶ προσεκτικωτέρους ποιοῦντα, καὶ συσφίγγοντα πρὸς ἀλλήλους, καὶ τῶν μὲν τὴν δύναμιν ἐγγυμνάζοντα, τῶν δὲ τὰ νοσήματα λύοντα πολλὰ γὰρ ἐξ ἐκείνων τὰ φάρμακα κατασκευάζουσιν ἰατρῶν παῖδες, καὶ τῆς παλαιᾶς ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα.
 [03169]  Ἑλισσαῖος ὑδάτων φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο.
 [03970]  Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος·
 [04164]  ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν.
000-00-00 Serial Number=0950575054
Adversus Judaeos Ante [Go Back]  
 [00451]  Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ·
 [01105]  Καὶ πάλιν οἱ παῖδες οἱ τρεῖς ἐν Βαβυλῶνι διατρίβοντες ἔλεγον·
 [01275]  Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ∆ανιὴλ, καὶ οἱ ἄλλοι ἅπαντες, οἱ ἐπὶ τῆς αἰχμαλωσίας διατρίβοντες, προσεδόκων ἀπολήψεσθαι τὴν ἑαυτῶν πόλιν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τὸ ἔδαφος ὄψεσθαι τῆς πατρίδος, καὶ ἐν τοῖς νόμοις τοῖς προτέροις βιώσεσθαι·
 [01532]  Τοῦτο γοῦν αὐτὸ δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον·
 [01795]  ∆ιὰ τοῦτο γοῦν οἱ παῖδες Ἀαρὼν ἀπώλοντο, ἐπειδὴ πῦρ ἀλλότριον εἰσήνεγκαν.
 [02382]  [48.922] ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι.
 [02383]  Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλὶμ, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὶν, οὕτως ἐπὶ τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραῒμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι·
000-00-00 Serial Number=0862794518
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00003]  Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ' ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι' ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς·
 [00375]  Ἀπὸ τοῦ πλούτου καὶ τῶν χρημάτων, ἐπειδὴ καὶ αὐτὸς τοῦτο μάλιστα πάντων ὀδύρεται, καὶ πᾶσι τοῦτο αὐτὸ εἶναι δοκεῖ τὸ δεινότατον, εἰ πλουτοῦντες παῖδες ἐπὶ τοῦτον ἕλκοιντο τὸν βίον.
 [00882]  οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον.
 [00887]  Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδή τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν·
 [01080]  καθάπερ δεδοικότες μὴ παρ' ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες.
 [01524]  Εἰσὶ γὰρ αὐτοῖς παῖδες, εἰσὶν, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐξ αὐτοῦ γεννηθέντες τοῦ Θεοῦ.
 [01525]  Οὗτοι οἱ παῖδες οὐχ ὑπὲρ χρημάτων ἀναγκάζουσι κόπτεσθαι τοὺς πατέρας, οὐχ ὑπὲρ γάμου, οὐχ ὑπὲρ ἄλλου τινὸς τοιούτου, ἀλλὰ πάσης αὐτοὺς τῆς φροντίδος ἀτελεῖς ἀφέντες, τῶν φυσικῶν πατέρων μείζονι παρέχουσιν ἐντρυφᾷν ἡδονῇ.
 [01531]  Εἰ δέ τινες εἶεν φιλοσώματοι, καὶ σφόδρα τῷ παρόντι προσηλωμένοι βίῳ, [47.377] ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι πρῶτον ἄδηλον, εἰ καὶ παῖδες ἕψονται τῷ γάμῳ πάντως·
 [01774]  Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μὲν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαινέσαι τὰ παρ' ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαίνων ὄφελος ὑμῖν οὐδέν.
000-00-00 Serial Number=0398047745
Catecheses ad illuminandos Ante [Go Back]  
 [00109]  [1.22] ∆εῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν.
000-00-00 Serial Number=0414053202
Commentarius in Job Ante [Go Back]  
 [00214]  οὕτως οὖν καὶ οὗτος ᾔδει τὴν τρυφὴν καὶ τὴν διάχυσιν ἐργαζομένην τι τοιοῦτον οὕτω καὶ οἱ Ἰσραὴλ παῖδες ἔφαγον καὶ ἀνέστησαν παίζειν , διὰ τοῦτο πεπληρωμένου τοῦ πότου τὰς θυσίας προσέφερεν.
 [00548]  ὅρα μοι καὶ ἐνταῦθα τὸν τρόπον τοῦ θανάτου, πῶς ἐλεεινός, καὶ μὴ ἀπὸ τούτου μόνον, ἀλλ' ὅτι καὶ θαυμαστοὶ οἱ παῖδες ἦσαν καὶ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος.
 [02627]  ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν.
 [03361]  [29,2a] ἡμερῶν, φησίν, [2b] ὧν ὁ θεὸς ἐφύλαττέ με, [29,3a] ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, [3b] ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, [29,4a] ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, [4b] ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, [29,5a] ὅτε ἤμην ὑλώδης λίαν, [5b] κύκλῳ δέ μου οἱ παῖδες.
000-00-00 Serial Number=0188241422
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00152]  τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ χοῦν ἔλαβεν, οὐ φυσικῷ νόμῳ καταβληθῆναι σπέρμα συνεχώρησεν, ἀλλὰ μόνον ἐπέλαμψε, καὶ ὀστέα ἔπηξε, καὶ νεῦρα ἔτεινε, καὶ ῥῖνα καὶ ὦτα, ὀφθαλμούς τε καὶ γλῶτταν χεῖρας καὶ πόδας, ψυχὴν καὶ νοῦν καὶ λογισμὸν καὶ λόγον συνεστήσατο, κἂν μὴ βούλωνται οἱ αἱρετικῶν παῖδες.
000-00-00 Serial Number=0336562991
Contra theatra Ante [Go Back]  
 [00373]  Τάχα πάντες ἐπιστήσονταί σοι τῶν Χαναναίων οἱ παῖδες, ἀνέλωμεν λέγοντες, τὸν [56.552] τεκνοκτόνον, μὴ πονηρὸν γένηται παιδοκτονίας παράδειγμα τοῖς ἡμετέροις πατράσιν.
000-00-00 Serial Number=0666439593
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00135]  οἰκέται, παῖδες κατεχώννυντο βιαίῳ καὶ ἀώρῳ θανάτῳ, ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν κατασείσαντι.
000-00-00 Serial Number=0789785862
De Anna i Ante [Go Back]  
 [00104]  Εἰ γὰρ νῦν οὐ τὸ πᾶν ἔχοντες τῇ φύσει θαῤῥεῖν οἱ παῖδες, ἀλλ' εἰδότες ὅτι πολλοὶ γενόμενοι φαῦλοι, καὶ τῆς οἰκίας, καὶ τῆς οὐσίας ἐξέπεσον τῆς πατρικῆς, ὅμως πολλαχοῦ τῷ τῶν γονέων φίλτρῳ θαῤῥοῦντες ἐνυβρίζουσιν εἰς τοὺς τεκόντας·
 [00124]  Τότε λήψῃ πολὺν τὸν μισθὸν, ἐὰν οἱ γεννηθέντες παῖδες ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ.
 [00561]  Ἵν' οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γάμους ἄγωμεν.
 [00612]  Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν·
 [00751]  ∆ιὸ δὴ ταῦτα καθ' ἑκάστην ἡμέραν περισκοπῶμεν, καὶ καθάπερ μάστιγι τῷ λόγῳ χρώμενοι, πάντα τὰ τοιαῦτα πάθη τῆς ἐκείνων ψυχῆς ἀπελαύνωμεν, ἵνα τῆς ἄνω πολιτείας μετασχεῖν δυνηθῶσιν ἡμῖν οἱ παῖδες, καὶ τὴν ἐκεῖ λειτουργίαν ἐπιτελέσαι πᾶσαν.
 [00773]  Ταύτην τὴν λειτουργίαν μὴ μόνον ἄῤῥενες παῖδες, ἀλλὰ καὶ θυγατέρες ἡμῖν λειτουργείτωσαν·
000-00-00 Serial Number=0768318832
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00004]  Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως οὐδεὶς οὐδέποτε ἐκείνων τοιοῦτον οὐδὲν οὔτε εἰς νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν.
 [00005]  Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν, ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον κείμενον παρ' αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων καὶ νεκρῶν τινῶν εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.
 [00183]  [39] Καὶ γὰρ ἰατρῶν παῖδες ὅταν τέμνειν τὰ σεσηπότα δέῃ τῶν μελῶν ἢ τὰ φλεγμαίνοντα καταστέλλειν οὐκ ὀργῆς πρότερον γεμίσαντες ἑαυτοὺς οὕτως ἐπὶ τὴν ἰατρείαν ἔρχονται, ἀλλὰ τότε μάλιστα ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάζουσι φυλάττειν τὸν λογισμὸν ὥστε μὴ τῇ τέχνῃ λυμήνασθαι τὴν ἐκείνου ταραχήν.
 [00579]  Ἀληθῶς ὰΕλληνες ἀεὶ παῖδες γέρων δὲ Ἕλλην οὐδείς δέον γὰρ τὴν οἰκείαν ἄνοιαν θρηνεῖν ὅτι τῶν πραγμάτων βοώντων τὴν τῶν δαιμόνων ἀπάτην οὐδὲ οὕτως ἀφίστασθε ἀλλ' ἐκδόντες ἑαυτοὺς εἰς ἀπώλειαν καὶ τὴν ὑμετέραν ἀποδόμενοι σωτηρίαν ἄγεσθε δίκην θρεμμάτων ᾗπερ ἂν κελεύωσιν ἕπεσθαι οἳ κάθησθε ξοάνων πενθοῦντες ἀπώλειαν.
000-00-00 Serial Number=0724504590
De Chananaea Ante [Go Back]  
 [00526]  οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν·
000-00-00 Serial Number=0368093312
De Davide et Saule Ante [Go Back]  
 [00345]  Ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ παῖδες οἱ τρεῖς ἀπὸ τῆς καμίνου.
 [00708]  οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς.
 [00863]  Τί τῆς τραπέζης τῆς ἐκείνου ἁγιώτερον, ἣν ἐχθροῦ παῖδες ἐκύκλουν, καὶ ἐχθροῦ σφαγέως;
000-00-00 Serial Number=0338389158
De Maccabeis Ante [Go Back]  
 [00113]  Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες ἦσαν μόνον·
 [00218]  ἐφιλοτιμεῖτο δεῖξαι τῷ τυράννῳ, ὅτι ὄντως μήτηρ [50.626] αὐτῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν κοινωνίαν τῆς ἀρετῆς·
000-00-00 Serial Number=0411815584
De circo Ante [Go Back]  
 [00073]  Μή σε καταλάβῃ, ὡς οὐδὲ Ἀβεσσαλὼμ παῖδες τοὺς περὶ Ἰωναθὰν, καὶ Ἀχιμαὰς τοὺς ἱερεῖς τοῦ Κυρίου φεύγοντας·
 [00074]  μή σε πιάσει, ὡς οὐδὲ βασιλέως Ἱεριχὼ παῖδες τοὺς κατασκόπους·
000-00-00 Serial Number=0176094413
De continentia Ante [Go Back]  
 [00003]  Ἀεὶ μὲν ἐμοὶ δοκεῖ χρησιμώτατος εἶναι καὶ πρέπων τοῖς τοῦ Χριστοῦ δούλοις ὁ περὶ σωφροσύνης λόγος, μάλιστα δὲ νῦν ἐν καιρῷ τοῦτον ποιησόμεθα πρὸς ὑμᾶς, ὅτε τὸν Χριστὸν ἐνδυσάμενοι τῆς ἐκκλησίας οἱ παῖδες σωφροσύνην μάλιστα κεκτῆσθαι πρὸ τῶν ἄλλων ὀφείλουσιν ἀγαθῶν·
000-00-00 Serial Number=0117083609
De fato et providentia Ante [Go Back]  
 [00223]  Οὐδεὶς γάρ ποτε προβαλλόμενος εἱμαρμένην ἀπέφυγεν, οὐκ ἐν δικαστηρίοις κακοῦργος, οὐκ ἐν οἰκίᾳ οἰκέτης, οὐκ εἰς διδασκαλεῖον παῖδες, οὐκ ἐν ταῖς τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτωσι.
 [00569]  καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται.
000-00-00 Serial Number=0030138969
De futurae vitae deliciis Ante [Go Back]  
 [00019]  Εἰ δὲ κρατεῖ μὲν ἀνθρώπων, [51.348] δουλεύει δὲ πάθεσι, πάντων ἀνθρώπων δουλικώτερον τὸν τοιοῦτον εἴποιμι ἂν ἔγωγε Καὶ καθάπερ τὸν ἐν τῷ βάθει τὸν πυρετὸν ἔχοντα κατακλειόμενον, κἂν μηδὲν τοιοῦτον ἡ ἐπιφάνεια τοῦ σώματος ἐνδείκνυται, πάντως μάλιστα φαῖεν ἂν πυρέττειν οἱ τῶν ἰατρῶν παῖδες, κἂν οἱ ἰδιῶται ἀγνοῶσιν·
000-00-00 Serial Number=0770404041
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00034]  Οἱ δὲ τρεῖς ἁγιώτατοι παῖδες τὴν σωφροσύνην συνειλησάμενοι, τῷ πυρὶ παλαίσαντες, τὴν ταύτης παφλάζουσαν φλόγα κατὰ κράτος ἐνίκησαν.
000-00-00 Serial Number=0048815370
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00154]  Ὅταν τοίνυν ἐκ πρώτης ἡλικίας διδασκάλων ἀπορήσωσιν οἱ παῖδες, τί ἔσονται;
 [00198]  οἱ δὲ ἀνοητότερον διαλέγονται, οἷόν οἱ παῖδες·
 [00288]  Μηδὲν οὖν ἄτοπον ἀκουέτωσαν οἱ παῖδες μήτε παρὰ οἰκετῶν μήτε παρὰ παιδαγωγοῦ μήτε παρὰ τροφέων.
 [00289]  Ἀλλὰ καθάπερ τὰ φυτὰ τότε μάλιστα πολλῆς χρείαν ἔχει τῆς ἐπιμελείας, ὅταν ἁπαλὰ ᾖ, οὕτω καὶ οἱ παῖδες·
 [00305]  λέγε τοίνυν πρὸς αὐτὸν καὶ διηγοῦ ὅτι «Ἦσαν παρὰ τὴν ἀρχὴν δύο τινὲς παῖδες πατρὸς ἑνός, ἀδελφοὶ δύο.».
 [00389]  Πρῶτον ἐν αἰδοῖ καὶ τιμῇ τοὺς πατέρας ἔχουσιν οἱ παῖδες ὁρῶντες οὕτως περιμάχητον οὖσαν τὴν τῶν πατέρων εὐλογίαν καὶ αἱρήσονται μυρίας λαβεῖν πληγὰς ἢ κατάρας ἀκοῦσαι παρὰ τῶν γονέων.
 [00540]  Οὕτω δὴ καὶ οἱ παῖδες αὐτὸν παροξυνέτωσαν συνεχῶς καὶ δικαίως καὶ ἀδίκως, ὥστε μανθάνειν πανταχοῦ κρατεῖν τοῦ πάθους.
 [00563]  Ἐκεῖνα δὲ μόνον οἱ παῖδες ὑπηρετήτωσαν, ὅσα οὐχ οἷόν τε αὐτὸν ἑαυτῷ διακονήσασθαι·
 [00595]  Χαλεποὶ γὰρ ἐν ταῖς τῶν τοιούτων ἀπωλείαις οἱ παῖδες καὶ μᾶλλον ἂν τὴν ψυχὴν πρόοιντο ἢ τὸν περὶ ταῦτα γενόμενον κακὸν ἀτιμώρητον ἀφεῖεν ἄν.
 [00610]  Λέγουσι δὲ ἰατρῶν παῖδες ταύτην τὴν ἐπιθυμίαν μετὰ πεντεκαιδέκατον ἔτος σφόδρα ἐπιτίθεσθαι.
 [00670]  Λέγε ὅτι «οἱ τῆς νύμφης ἅπαντες, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ παῖδες καὶ οἱ γείτονες καὶ οἱ φίλοι, σὲ καὶ τὴν σὴν ἀναστροφὴν περιεργάζονται καὶ πάντες ἀπαγγελοῦσιν ἐκείνῃ».
 [00713]  Καὶ ταῦτα οὖν πάντα καταστέλλωμεν, καὶ οὕτως δυνησόμεθα ἀρέσαι τῷ Θεῷ τοιούτους τρέφοντες ἀθλητάς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς καὶ οἱ παῖδες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπώσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0903461754
De incomprehensibili dei natura Ante [Go Back]  
 [01406]  Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ὁμολογίας·
000-00-00 Serial Number=0707381487
De jejunio [1] Ante [Go Back]  
 [00052]  Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοινωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι·
000-00-00 Serial Number=0879545629
De jejunio et eleemosyna Ante [Go Back]  
 [00106]  ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες·
000-00-00 Serial Number=0548783183
De negatione Petri Ante [Go Back]  
 [00024]  ὁμοίως καὶ τὸν Κύριον πρὸς τὸν Πατέρα ἐσυκοφάντησαν, οἱ μὲν Ἰουδαῖοι τὸν υἱὸν τοῦ τέκτονος αὐτὸν λέγοντες, πάλιν δὲ οἱ τῶν Ἰουδαίων παράσιτοι αἱρετικῶν παῖδες, ἑτεροούσιον αὐτὸν δογματίζουσιν.
000-00-00 Serial Number=0171380579
De paenitentia [1] Ante [Go Back]  
 [00987]  ὥσπερ πάλιν τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες παρῶσι, κἂν μυρίων ἀπόλαυσις ᾖ χρημάτων, ἀθυμίας πολλὰς ἐπισπάσεται ὁ τοιοῦτος καὶ φροντίδας.
 [01287]  Μετὰ ταύτης καὶ οἱ παῖδες οἱ τρεῖς εἰς τὴν Βαβυλωνίαν κάμινον εἰσελθόντες, καὶ πολὺν χρόνον ὁμιλήσαντες τῷ πυρὶ, αὐτοῦ τοῦ πυρὸς λαμπρότερα ἔχοντες τὰ σώματα, ἀπὸ τῆς καμίνου τότε ἐξῄεσαν·
 [01308]  ∆ιὰ τοῦτο αὐτοὺς οἱ τῶν ἰατρῶν παῖδες μὴ δειπνήσαντας κελεύουσι καθεύδειν, ἵνα πᾶσαν τῶν φαρμάκων τὴν δύναμιν ἐκ πρώτης εὐθέως τοῖς νοσοποιοῖς τῶν περιττωμάτων προσαγάγῃ χυμοῖς.
000-00-00 Serial Number=0850158215
De patientia sermo 1 Ante [Go Back]  
 [00118]  Ἀλλὰ ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, ταῦτα ποιησάτωσαν Σαμαρειτῶν δῆμοι·
 [00318]  τέθνηκαν οἱ παῖδες.
 [00368]  καὶ ὡς γινώσκοντες καὶ βεβαίως πιστεύοντες, ὅτι πρὸς τὸ συμφέρον ἡμῖν ὁ ∆εσπότης ἡμῶν ἐξελέξατο, καὶ ἐν τῇ μερίδι τῶν σωζομένων κατέταξεν ἡμᾶς, ὁπηνίκα ἂν νέοι παῖδες καὶ ἄφθοροι ἐξ ὑμῶν ἐνταῦθα παραγίνωνται πρὸς ἡμᾶς, χαίρετε καὶ εὐφραίνεσθε, καὶ μετὰ τοῦ δικαίου Ἰὼβ ψάλλετε·
000-00-00 Serial Number=0861615837
De patientia sermo 2 Ante [Go Back]  
 [00064]  παῖδες τούτῳ παρειστήκεισαν ἀπαραίτητον λειτουργίαν προσφέροντες·
 [00097]  Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον·
000-00-00 Serial Number=0621371388
De perfecta caritate Ante [Go Back]  
 [00158]  Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ, ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
000-00-00 Serial Number=0147219479
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00013]  ἃ δὲ σήμερον ἀναγκαῖον εἰπεῖν, ταῦτα ἡμεῖς ἐροῦμεν ὑμῖν, τὴν ἀντίθεσιν, ἣν οἱ τῶν αἱρετικῶν παῖδες ἀντεπήγαγον, εἰς μέσον προθέντες.
 [00158]  Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι οἱ παῖδες ταῦτα ᾐτοῦντο παρὰ τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0591830969
De prophetiarum obscuritate Ante [Go Back]  
 [00867]  Καὶ οἱ τρεῖς παῖδες ἐν καμίνῳ διατρίβοντες, καὶ τὰ σώματα θανάτῳ διὰ τὸν Θεὸν παραδόντες, ἐν τοῖς ἐσχάτοις τῶν ἁμαρτωλῶν ἑαυτοὺς ἠρίθμουν, Ἡμάρτομεν, ἠνομήσαμεν, λέγοντες·
000-00-00 Serial Number=0879029214
De remissione peccatorum Ante [Go Back]  
 [00042]  Ἔδησαν καὶ οἱ τρεῖς παῖδες τοῦ πυρὸς τὴν δύναμιν μὴ καέντες ὑπ' αὐτοῦ, καὶ ἔλυσαν τοῦ βασιλέως τὸ δόγμα τὴν εἰκόνα αὐτοῦ μὴ προσκυνήσαντες.
000-00-00 Serial Number=0091836333
De sacerdotio Ante [Go Back]  
 [00032]  ∆ιά τοι τοῦτο καὶ ἔτι νήπιος ὢν καὶ μηδὲ φθέγγεσθαί πω μαθών, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλήν μοι παρεῖχες τὴν παράκλησιν.
 [00084]  ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ' οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν.
 [00496]  Ἔπειτα οἱ μὲν φυσικοὶ γονεῖς, εἴ τισι τῶν ὑπερεχόντων καὶ μεγάλα δυναμένων προσκρούσαιεν οἱ παῖδες, οὐδὲν αὐτοὺς ἔχουσιν ὠφελεῖν, οἱ δὲ ἱερεῖς οὐκ ἄρχοντας, οὐδὲ βασιλεῖς, ἀλλ' αὐτὸν αὐτοῖς πολλάκις ὀργισθέντα κατήλλαξαν τὸν Θεόν.
000-00-00 Serial Number=0417709410
De sancta trinitate Ante [Go Back]  
 [00005]  Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν.
000-00-00 Serial Number=0984706879
De virginitate Ante [Go Back]  
 [00451]  [22] Ὅτι χρησίμως οἱ ἐπὶ Ἐλισσαίου παῖδες ἀπώλοντο.
 [00453]  Οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν·
 [00464]  Ὅπερ γὰρ οἱ παῖδες παρὰ τῶν ἄρκων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον.
 [01439]  Προσέστω καὶ γένους περιφάνεια καὶ δυναστείας μέγεθος καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ' ἐξαιρείσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμὴ καὶ μήτε ἄλλη τις αἰτία μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ ἢ ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι, τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπέτωσαν μετὰ γῆρας μακρόν.
000-00-00 Serial Number=0337364376
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00460]  Εἰ γὰρ οἱ πατέρες οἱ σαρκικοὶ οὐ πάντως ἃ αἰτοῦσιν οἱ παῖδες διδόασιν, οὐκ ἐπειδὴ καταφρονοῦσι τῶν αἰτούντων, ἀλλ' ἐπειδὴ αὐτῶν μᾶλλον κήδονται·
 [01089]  Ἀλλ' οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας.
 [02545]  Καὶ γὰρ τρόμοις καὶ παρέσει καὶ φθόῃ καὶ κορύζαις καὶ ποδαλγίαις καὶ ἑτέροις πλείοσιν, ἅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίγνονται.
 [02939]  Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινὸν, ἀλλὰ κἂν γεννῶνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γεννῶνται, πόλεμος πάλιν καὶ μάχη·
 [03808]  Ἑλλήνων παῖδες οὐδὲν μέγα προσδοκῶντες, πολλάκις ἐπὶ ἀνεξικακίᾳ ἐφιλοσόφησαν·
 [04697]  Τοῦτο καὶ οἱ τρεῖς παῖδες ἔλεγον·
 [04736]  Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ.
 [05899]  [63.746] Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
 [06020]  Οὐδεὶς οὖν γέγονε πατὴρ ῥᾴθυμος περὶ παῖδας, οὔτε μοχθηροὶ παῖδες;
 [06714]  Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ὄντες ἔλεγον·
 [07019]  ἐξῄει μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ τρεῖς παῖδες ἀπὸ τῆς καμίνου.
 [07461]  Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ.
 [08063]  Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας.
 [09999]  Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πνεύμονα τῇ καρδίᾳ,
 [09999]  ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες.
 [09999]  Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται [63.883] ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖδες, οὐ φίλοι, οὐ γείτων, οὐκ ἄλλος οὐδείς·
000-00-00 Serial Number=0055942178
Epistula ad Cyriacum Ante [Go Back]  
 [00067]  Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρης τὸ ξίφος ἠλαύνετο.
000-00-00 Serial Number=0758057892
Epistulae Ante [Go Back]  
 [03366]  ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ διατρίβοντες·
000-00-00 Serial Number=0515663385
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00178]  Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρρης τὸ ξίφος ἠλαύνετο.
 [01155]  διὸ καὶ σφόδρα ἥσθην ὅτι νῦν ἀπηντήκασιν οἱ παῖδες εἰς λιμένα λοιπὸν ὁρμίζουσιν ἡμῖν.
 [01206]  οὕτω καὶ παῖδες ἀνεκηρύχθησαν καὶ γεγηρακότες κατῃσχύνθησαν.
000-00-00 Serial Number=0338488996
Expositiones in Psalmos Ante [Go Back]  
 [02479]  Καθάπερ καὶ οἱ τρεῖς παῖδες ἔλεγον·
 [02559]  Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες;
 [03416]  Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ' οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο.
 [03914]  ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν.
 [04257]  οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν.
 [04322]  Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες;
 [05179]  Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ' οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο.
 [05677]  ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν.
 [06020]  οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν.
 [06900]  Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες·
000-00-00 Serial Number=0520585895
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01471]  Καὶ παῖδες ὡς δίκτυον ἰξευτοῦ.
 [02421]  Αἰσχυνέσθωσαν παῖδες αἱρετικῶν.
 [02661]  διατί καὶ οἱ παῖδες;
 [04365]  ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος ∆ανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ' ἐκείνους ἐτύγχανε.
000-00-00 Serial Number=0210074008
Fragmenta in Job Ante [Go Back]  
 [00011]  τὰ γὰρ αὐτῷ ὄντα πάντα ἀθρόον ἡρπάζετο, οἵ τε παῖδες κατεχώννυντο ἀώρῳ καὶ βιαίῳ θανάτῳ ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν καταδήσαντι.
000-00-00 Serial Number=0871773243
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00103]  καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο, καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον.
000-00-00 Serial Number=0383684814
In Acta apostolorum Ante [Go Back]  
 [01480]  Ἐκεῖνοι μὲν γὰρ παῖδες ὄντως ἦσαν, ὑπὸ τῆς κενῆς δόξης περιτρεπόμενοι πανταχοῦ·
 [01496]  Κοιναὶ, φησὶν, αἱ γυναῖκες ἔστωσαν, καὶ γεγυμνωμέναι παρθένοι, ἐπ' ὄψεσι τῶν ἐραστῶν παλαιέτωσαν, καὶ κοινοὶ πατέρες ἔστωσαν, καὶ οἱ τικτόμενοι παῖδες.
 [07895]  οἱ δὲ ἤδη φωτισθέντες, οἱ μὲν ἐπεὶ παῖδες ὄντες τοῦτο ἔλαβον, οἱ δὲ ἐν ἀῤῥωστίᾳ, καὶ ἀνενεγκόντες, ἐπειδὴ μὴ εἶχον προθυμίαν τινὰ ζῆσαι διὰ Θεὸν, οὐδὲ οὗτοι σπουδὴν τίθενται·
 [09999]  Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες.
 [09999]  καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ [60.294] παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι·
 [09999]  Οὕτως ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ·
 [09999]  Οἱ τρεῖς παῖδες ἐνεβλήθησαν εἰς κάμινον, καὶ διὰ τούτου γεγόνασι λαμπρότεροι·
000-00-00 Serial Number=0294422269
In Genesim sermo 3 Ante [Go Back]  
 [00039]  Νηστείαν οἱ τρεῖς παῖδες ἀγκαλισάμενοι, τὴν κάμινον τὴν ἐξαφθεῖσαν ἑπταπλασίως κατέσβησαν, καὶ τὸ πῦρ ἐποίησαν ὡς πνεῦμα δρόσου διασυρίζον.
000-00-00 Serial Number=0410293400
In Genesim sermones Ante [Go Back]  
 [01617]  ἐπειδὴ δὲ προαιρέσεώς ἐστι τὸ φαῦλον εἶναι καὶ σπουδαῖον, διὰ τοῦτο καὶ πατέρων πονηρῶν παῖδες ἐγένοντο χρηστοὶ, καὶ παίδων ῥαθύμων πατέρες σπουδαῖοι πολλάκις, ἵνα μὴ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ πανταχοῦ ταῦτα ἑκάτερα λογιζώμεθα.
000-00-00 Serial Number=0955929518
In Isaiam Ante [Go Back]  
 [00690]  Πρὸς ταῦτα καὶ σφόδρα ἀναισχυντοῦντες Ἰουδαίων παῖδες οὐδὲ διᾶραι τὸ στόμα δυνήσονται.
 [00708]  ἆρα τῶν Ἑβραίων ὁ δῆμος καὶ Ἰουδαίων παῖδες;
 [01052]  Καὶ αὐτοὶ δὲ οἱ παῖδες οἱ τρεῖς οὗτοι ἐν αὐτῷ τῆς ἡλικίας ὄντες τῷ ἄνθει, καὶ γαστρὸς ἐκράτησαν καὶ θανάτου φόβον ἐπάτησαν καὶ στρατοπέδου τοσούτου καὶ βασιλέως αὐτῆς τῆς καμίνου σφοδρότερον ἀφιέντος θυμὸν περιεγένοντο καὶ οὐδὲν αὐτοὺς κατέπληξεν, ἀλλ' ἔμειναν διηνεκῶς ἀδούλωτον τὸ φρόνημα ἔχοντες.
 [02022]  Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς τοῦτο αὐτὸ ἔλεγον σχεδόν, ἐν τῇ καμίνῳ ὄντες·
000-00-00 Serial Number=0326772630
In Joannem Ante [Go Back]  
 [01927]  καὶ μετ' αὐτοὺς ὁ ∆ανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν·
 [02096]  Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα.
 [04008]  ∆ιὰ τοῦτο καὶ ἰατρῶν παῖδες οὕτως αὐτὴν ὠνόμασαν, τό γε μὴ κορέννυσθαι, ὑγείαν καλέσαντες·
000-00-00 Serial Number=0128488898
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00091]  Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον·
000-00-00 Serial Number=0168103278
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00085]  Αἰσχυνέσθωσαν λοιπὸν Ἰουδαίων παῖδες, οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες, καὶ τὸν ∆εσπότην Χριστὸν λοιδοροῦντες.
000-00-00 Serial Number=0152470589
In Psalmos 101-107 Ante [Go Back]  
 [01042]  ∆ιὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ εἰσῆλθεν εἰς Αἴγυπτον,καὶ οἱ τούτου παῖδες δηλοῦνται.
000-00-00 Serial Number=0577237308
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00108]  Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν.
000-00-00 Serial Number=0106831193
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00771]  οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον·
000-00-00 Serial Number=0293867409
In Psalmum 118 Ante [Go Back]  
 [00135]  Ὡσαύτως καὶ οἱ τρεῖς παῖδες νέοι ὄντες τὸ πῦρ τῇ πίστει καὶ τοῖς ἔργοις αὐτῶν εἰς ἐναντίαν φύσιν με τήγαγον·
 [00628]  τοιοῦτοι ἦσαν οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν·
 [00937]  Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπε σὼν συμφορᾷ, καὶ ὁ Ἰωσὴφ δουλείαν καὶ μοιχείαν καὶ συκοφαντίαν φυγὼν, καὶ ὁ ∆ανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι παῖδες προσκυνῆσαι καταναγκαζό μενοι τὴν εἰκόνα, καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη.
000-00-00 Serial Number=0842805147
In Psalmum 145 Ante [Go Back]  
 [00151]  Ὑμνοῦντες οἱ τρεῖς παῖδες, οὕτω τὴν κά μινον ἔσβεσαν τὴν Βαβυλωνίαν·
000-00-00 Serial Number=0553352773
In Psalmum 705 Ante [Go Back]  
 [00026]  οὗτος δὲ ἦν ὀνόματι Γολιὰθ, οὗ τὸ μέγεθος Ἑβραίων παῖδες θεωρήσαντες, δειλίᾳ καὶ φόβῳ πιεσθέντες πολλῷ συνείχοντο, τὴν τοῦ πολέμου συμβολὴν ἀποφεύγοντες·
 [00134]  Ηὔξαντο οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, καὶ ἡ παφλάζουσα φλὸξ τῆς καμίνου ἐσβέννυτο.
000-00-00 Serial Number=0287127376
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01811]  Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν·
 [02472]  ἠράσθησαν αὐτῶν οἱ παῖδες;
 [02617]  ∆ιὰ τοῦτο καὶ ἐν σκότει κατακλείουσιν αὐτοὺς ἰατρῶν παῖδες, ὥστε μὴ ἐπιτρῖψαι τὸ νόσημα.
 [06378]  Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο παῖδες καὶ γυναῖκες·
 [07075]  οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ ∆ανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ·
 [07932]  Παυσώμεθα τοίνυν παῖδες ὄντες, καὶ γενώμεθα ἄνδρες, καὶ πανταχοῦ τὴν ἀλήθειαν, μὴ τὰς σκιὰς διώκωμεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶ ἐν δόξῃ καὶ ἐν δυνάμει·
 [08020]  ∆ιὰ γὰρ τοῦτο τὸ φίλημα δέδοται, ἵνα ἐμπύρευμα τῆς ἀγάπης γένηται, ἵνα ἀνακαίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶμεν, ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πατέρες παῖδας·
000-00-00 Serial Number=0677051127
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00095]  πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους.
 [00584]  Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς;
000-00-00 Serial Number=0171037197
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00170]  Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στομάχου κατασκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι.
 [02837]  Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖκες, παῖδες, φροντίδες, τὰ κοσμικὰ πράγματα, μετὰ τούτων δαίμονες, καὶ αὐτὸς ὁ τῶν δαιμόνων ἀρχηγέτης ὁ διάβολος.
000-00-00 Serial Number=0385307014
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00143]  καὶ παῖδες πατέρας ἐξέβαλον.
 [01049]  καὶ ταῦτά τινες τῶν παρ' αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖδες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς.
 [01066]  ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦμεν, πῶς ἐκείνους διδάξομεν ἄνδρας εἶναι;
 [03983]  καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδασκάλου ῥᾳθυμότεροι γίνονται.
 [04100]  Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν.
 [05431]  Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι.
 [06979]  ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι·
 [09999]  καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην·
000-00-00 Serial Number=0591313481
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00147]  ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν.
 [01275]  Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες;
 [01854]  οὐχ ὁρᾷς, ὅσοι ἐκείνων τῶν μακαρίων γυναικῶν παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν;
 [01974]  πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος;
 [02098]  καὶ πατρὸς φιλοστόργου παραγενομένου, οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήματος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι·
 [02320]  οὔτε μοχθηροὶ παῖδες;
 [02445]  Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι·
 [02738]  καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάμνοντας, καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες, ἡδονὴν μὲν οὐκ ἔχοντα, πολλὴν δὲ τὴν ὠφέλειαν·
 [02791]  Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ', ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας.
000-00-00 Serial Number=0614346325
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01931]  Καὶ οἱ παῖδες πάλιν οὕτως ἔστωσαν αἰδέσιμοι, ὡς ἀπὸ τῆς κοσμιότητος καὶ τῆς σωφροσύνης μᾶλλον διαγινώσκεσθαι, ἵνα καὶ παρὰ ἀνθρώπων, καὶ παρὰ Θεοῦ πολὺν τὸν ἔπαινον ἔχωσι.
 [04054]  βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ.
000-00-00 Serial Number=0059591055
In epistulam ad Colossenses Ante [Go Back]  
 [01309]  καὶ καθάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες, οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναιρεῖν.
 [02926]  Νῦν δὲ σατανικὰς μὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑμέτεροι, καθάπερ οἱ μάγειροι καὶ οἱ ὀψῶναι καὶ οἱ χορευταί·
 [02959]  Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ Προφήτου λέγοντος, ὅτι Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων·
000-00-00 Serial Number=0868327081
In epistulam ad Ephesios Ante [Go Back]  
 [01223]  εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι, καὶ γνήσιοι παῖδες.
 [02378]  Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ·
 [02389]  Οἱ παῖδες οὐκ ἐσίγων ἐν καμίνῳ καὶ ἐν πυρί·
 [02411]  Καθάπερ οὖν ὁ Παῦλος οὐκ ἐξῆλθε, καίτοι δυνάμενος, ἕως ὁ ἐμβαλὼν ἐκάλεσεν αὐτὸν καὶ ἐξήγαγεν, οὕτως οὐδὲ οἱ τρεῖς παῖδες ἐξῆλθον, ἕως οὗ ὁ ἐμβαλὼν ἐξελθεῖν ἐκέλευσε.
 [03128]  Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν.
 [03531]  Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα·
 [05395]  Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γείτονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγενεῖς·
 [06328]  Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν.
000-00-00 Serial Number=0946208358
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01720]  Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν.
000-00-00 Serial Number=0387796462
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01870]  Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πλεύμονα τῇ καρδίᾳ, ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν [63.54] καθάπερ εἴς τινα σπόγγον ἐναλλομένην, διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον, καταβλάπτεσθαι τῇ πυκνότητι τῶν ἁλμάτων·
 [07228]  ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες.
 [07563]  Οἱ μὲν γὰρ ὡς αἰχμάλωτοι ἐκάθηντο, οἱ δὲ οὐδὲ ᾐσθάνοντο τῆς αἰχμαλωσίας, ὡς ὁ ∆ανιὴλ, ὡς οἱ τρεῖς παῖδες·
 [07603]  Οὕτω καὶ οἱ τρεῖς παῖδες ἔλεγον·
 [07754]  Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ ∆ανιὴλ κυκλούμενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν.
 [08017]  οἷον, ὡς οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν Ἠλίαν, οἱ προφῆται πάντες.
 [08231]  Ἔστωσαν δὲ, εἰ βούλει, καὶ παῖδες δύο.
000-00-00 Serial Number=0474836349
In epistulam ad Philemonem Ante [Go Back]  
 [00388]  Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον;
000-00-00 Serial Number=0665804088
In epistulam ad Philippenses Ante [Go Back]  
 [00083]  οὕτω καὶ τὴν ἐλεημοσύνην ἀεὶ δεῖ ἑαυτοῖς περιτιθέναι, δεικνύντας ὅτι τοῦ οἰκτίρμονός ἐσμεν παῖδες, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς.
 [00099]  ἕως ἐσμὲν παῖδες, μὴ ἀποστερήσωμεν ἑαυτοὺς τοῦ κόσμου τούτου.
 [00383]  παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη.
 [01563]  Ἀλλὰ παῖδες μὲν εὐκόλως ἂν ἀπατηθεῖεν, οἱ δὲ ὄντως ἄνδρες, τῆς πνευματικῆς ὄντες γεωργίας ἔμπειροι ἴσασι τὰ ὄντως ἀγαθὰ ἀποκρίνειν τῶν κακῶν.
000-00-00 Serial Number=0674138665
In epistulam ad Romanos Ante [Go Back]  
 [03195]  Εἰ γὰρ εἰς κάμινον ἐμπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσμωτηρίοις ὄντες ἕτεροι καὶ ἐν μυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες·
 [03343]  οὕτως ὁ Ἄβελ ἐδικαιώθη, οὕτως ὁ Ἀβραὰμ τὸν υἱὸν κατασφάξας, οὕτως ὁ Ἰωάννης διὰ τὸν Χριστὸν ἀναιρεθεὶς, οὕτως οἱ παῖδες οἱ τρεῖς, οὕτως ὁ ∆ανιήλ.
 [05199]  Ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι (οὐδὲ γὰρ πάντες κληρονόμοι οἱ παῖδες), ἐπάγει καὶ τοῦτο, ὅτι καὶ κληρονόμοι.
 [05502]  καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν καμίνῳ ὄντες καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον.
 [06104]  Νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἀπηλλοτριωμένοι.
 [06113]  Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας ἀπογνωσθείσης, οὕτω καὶ ἐνταῦθα τοῦ γήρως τῶν ἁμαρτημάτων ἐπελθόντος, ἐξαίφνης νέος ἀνῆλθεν ὁ ἄνθρωπος, καὶ πάντες τοῦ Θεοῦ γεγόναμεν παῖδες, καὶ σπέρμα τοῦ Ἀβραάμ.
 [06225]  Ἐντεῦθεν γὰρ μανθάνομεν, ὅτι οὐ μόνον τὸν τρόπον τῆς γεννήσεως, ἀλλὰ καὶ διὰ τὸ ἄξιοι εἶναι τῆς ἀρετῆς τοῦ γεγεννηκότος, οἱ παῖδες καλοῦνται παῖδες ἐκείνου.
 [07726]  Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων παῖδες, μᾶλλον δὲ γενώμεθα καὶ Θεοῦ παῖδες.
 [07810]  Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην προσῆγον λέγοντες·
 [09999]  Καὶ οἱ μὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ μικρὰ ψήγματα περιεργάζονται, οὗτοι δὲ καὶ μάζας χρυσίου τοσαύτας παρατρέχουσιν.
000-00-00 Serial Number=0092921555
In epistulam ad Titum Ante [Go Back]  
 [01417]  Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου·
 [01430]  οὕτω καὶ τὸ πῦρ, ἐπειδὴ ἐπέγνω ὅτι φίλοι τοῦ ∆εσπότου αὐτοῦ εἰσιν οἱ παῖδες ἐκεῖνοι, καὶ διέῤῥηξεν αὐτῶν τὰ δεσμὰ, καὶ ἔλυσεν αὐτοὺς καὶ ἀφῆκε, καὶ ἔδαφος αὐτοῖς ἐγίνετο, καὶ κατεπατεῖτο ὑπ' αὐτῶν, εἰκότως·
000-00-00 Serial Number=0942713022
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00005]  Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ' ἑκάστην ἡμέραν ἐκ τῆς μητρικῆς θηλῆς ὑφέλκουσι, καὶ καθ' ἑκάστην ζητοῦσιν.
000-00-00 Serial Number=0762418211
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00121]  Ὅταν ἐξέρχωνται νήπιοι παῖδες βαΐα λαμβάνοντες, διὰ τῶν βαΐων τὴν νίκην αὐτοῦ προαναφωνοῦντες, καὶ ἐν τῇ εὐφημίᾳ αὐτοῦ λέγοντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκεῖνοι ἀπὸ τῶν ζιβήνων σφαττόμενοι ὑπὸ τοῦ φθόνου κεντοῦνται·
000-00-00 Serial Number=0133563876
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00418]  Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρετὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ' ὥσπερ εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν·
000-00-00 Serial Number=0716843188
In illud Messis quidem multa Ante [Go Back]  
 [00025]  ἐπεὶ καὶ οἱ τὴν κάμινον κατα πατήσαντες παῖδες, νέοι σφόδρα καὶ μειράκια ἦσαν κο μιδῇ, καὶ ὁ τὴν προφητείαν δεξάμενος Ἱερεμίας·
000-00-00 Serial Number=0314356327
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00048]  Ποῦ νῦν οἱ τῶν αἱρετικῶν παῖδες, οἱ κατὰ τῆς ἑαυτῶν μαινόμενοι σωτηρίας, καὶ τῆς ἰσότητος ἀποσχίζοντες αὐτὸν τῆς πρὸς τὸν Πατέρα;
000-00-00 Serial Number=0167263687
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00452]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ καταλῦσαι καὶ διαφθεῖραι Ἐκκλησίαν δύναιτ' ἂν, μᾶλλον δὲ οὐκ ἔστιν οὕτω γενέσθαι τοῦτο ἀλλαχόθεν ῥᾳδίως, ἀλλ' ἢ ὅταν οἱ μαθηταὶ τοῖς διδασκάλοις, καὶ τοῖς πατράσιν οἱ παῖδες, καὶ τοῖς ἄρχουσιν οἱ ἀρχόμενοι μὴ μετὰ πολλῆς ὦσι συνδεδεμένοι τῆς ἀκριβείας.
000-00-00 Serial Number=0609701276
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00062]  κἂν παῖδες ὑποψελλίζοντες προσφύγωσιν, ἥδομαι·
000-00-00 Serial Number=0466409504
In illud Vidi dominum Ante [Go Back]  
 [00878]  Οἱ παῖδες οἱ τρεῖς ἐν καμίνῳ ἦσαν καὶ οὐδὲν ἔπασχον, ἀλλ' ἡ κάμινος δρόσος ἐγένετο.
000-00-00 Serial Number=0781721830
In illud Vidua eligatur Ante [Go Back]  
 [00143]  ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη.
000-00-00 Serial Number=0866973817
In infirmos Ante [Go Back]  
 [00015]  Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀναστήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν Κυζίκῳ θαυματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέντες, ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦντες, ἅγιοι τριάκοντα καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τριακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (σιξ) τελειωθέντες.
000-00-00 Serial Number=0455150962
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00039]  ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον,
000-00-00 Serial Number=0346320212
In natalem Christi diem Ante [Go Back]  
 [00026]  οἱ παῖδες τὸν παῖδα μάρτυρας διὰ τὴν Ἡρώδου μανίαν εἰργασάμενον·
 [00230]  Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ [56.394] ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν.
000-00-00 Serial Number=0143210411
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00046]  εἶτα ταύτην τὴν μάχην καὶ παῖδες, καὶ γυναῖκες, νήπια μετὰ ἀνδρῶν ἠγωνίζοντο·
000-00-00 Serial Number=0028845966
In principium Actorum Ante [Go Back]  
 [00410]  Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν·
000-00-00 Serial Number=0480520844
In principium jejuniorum Ante [Go Back]  
 [00065]  οὐκέτι κελεύω, καὶ παρίστανται παῖδες·
000-00-00 Serial Number=0987251580
In ramos palmarum [1] Ante [Go Back]  
 [00030]  Λέγετε, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή;
 [00037]  Ἐπεὶ οὖν προετρά πημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς.
 [00080]  Οἱ θηλάζοντες θεο λογοῦσι, καὶ οἱ πρεσβύτεροι βλασφημοῦσι, παῖδες εὐσεβῶς ἱερουργοῦσιν αἶνον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγαν ακτοῦσιν;
 [00109]  νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σω τῆρι ὑπήντησαν ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκα λῶν ὑπέστρωσαν, καὶ Κύριον καὶ Θεὸν ηὐλόγησαν τὸν ἐπὶ πώλου ὡς ἐπὶ Χερουβὶμ καθεζόμενον, Ὡσάννα τῷ υἱῷ ∆αυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
 [00115]  οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν.
000-00-00 Serial Number=0319293261
In resurrectionem domini B Ante [Go Back]  
 [00071]  Τί ἐροῦσιν αἱρετικῶν παῖδες, οἱ ἄλογοι τὴν θρησκείαν;
000-00-00 Serial Number=0453966558
In sancta et magna parasceve Ante [Go Back]  
 [00041]  Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες·
000-00-00 Serial Number=0595051646
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00689]  Τί οὖν οἱ τρεῖς παῖδες;
 [01347]  Τίνος ἕνεκεν παῖδες καὶ γυναῖκες ἀπόλλυνται;
 [01803]  Ἀλλ' οἱ μὲν τρεῖς παῖδες ποιοῦσιν αὐτὸ ἐν τῇ καμίνῳ·
000-00-00 Serial Number=0723981440
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00133]  Ἠκούσατε χθὲς, πῶς οἱ τρεῖς παῖδες πεπεδημένοι κατέλυσαν τὴν τοῦ πυρὸς δύναμιν, πῶς κατεπάτησαν τὴν φλόγα, πῶς περιεγένοντο τῆς καμίνου, καὶ τῆς ἐνεργείας ἐκράτησαν τοῦ στοιχείου;
000-00-00 Serial Number=0118136883
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00131]  Ἀλλὰ τοῦτο ἀμήχανον, ὦ παῖδες.
000-00-00 Serial Number=0280336082
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01493]  Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ.
 [01597]  Εἰσὶ τοίνυν οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται, τὸν ἀριθμὸν μυριάδες δʹ καὶ δισχίλιοι, ἵπποι τλʹ, ἡμίονοι σμεʹ, κάμηλοι υλεʹ, παῖδες αὐτῶν καὶ παιδίσκαι #22ζτλδʹ, οἱ ᾄδοντες σʹ, ὄνοι #22
 [02594]  Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»