Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παιδίου [90]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παιδίου


000-00-00 Serial Number=0602858484
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00346]  Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;
000-00-00 Serial Number=0715270400
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00258]  «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;» τοῦτο λέγων ὅτι ὥσπερ ἐκείνη οὐκ ἂν ἐπιλάθοιτο τῶν παιδίων τῶν ἑαυτῆς, οὕτως οὐδὲ ὁ Θεὸς τοῦ γένους τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0162641585
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00449]  Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος.
 [00506]  Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσανταἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφῇ καὶ δυνάμει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς [47.340] ἄλλοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τινὸς εὐτελοῦς φιλόσοφος θαυμαστός.
 [00519]  περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν.
 [01310]  καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν.
 [01316]  ὑπὲρ τῆς τοῦ παιδίου μου ψυχῆς ὁ ἀγὼν καὶ ὁ κίνδυνος.
 [01319]  Εἰ δὲ οὐ θέλεις δοῦναι τὴν χάριν, τὸν Θεὸν ἤδη καλῶ μέσον ἡμῶν, καὶ μαρτύρομαι ὅτι ἐγὼ μὲν οὐδὲν ἐνέλιπον τῶν εἰς τὴν σωτηρίαν τῆς τούτου ψυχῆς ἡκόντων, ἀλλ' εἰμὶ καθαρὰ ἀπὸ τοῦ αἵματος τοῦ παιδίου τούτου·
 [01320]  εἰ δὲ συμβαίη τι παθεῖν αὐτὸν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥᾳθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός.
000-00-00 Serial Number=0904207230
De Anna i Ante [Go Back]  
 [00164]  Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρονουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύουσαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί.
 [00165]  Ἂν δὲ τοὐναντίον ἅπαν εὕρῃς, αὐτὴν τῆς τὰ παιδία ἐχούσης μᾶλλον ἀγαπωμένην, καὶ πλείονος ἀπολαύουσαν εὐνοίας, εὔδηλον ὅτι οὐ δι' ἀνθρώπινόν τι, οὐδ' ἵνα τὸν ἄνδρα ἐπισπάσηται μᾶλλον, ἐπεθύμει παιδίου, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν.
 [00248]  Ἐκείνη γὰρ πρὸς τὸν τόκον τοῦ παιδίου συνέπραξε.
 [00253]  Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο.
 [00255]  ἀλλ' αὐτὸς ὁ δεδωκὼς αὐτὸν, αὐτὸς καὶ τῇ προσηγορίᾳ τοῦ παιδίου τιμάσθω, φησί.
 [00261]  ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦλαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν.
 [00285]  Ὥστε οὐκ ἄν τις ἁμάρτοι, μητέρα ὁμοῦ καὶ πατέρα τοῦ παιδίου τὴν γυναῖκα ταύτην προσειπών.
 [00643]  ἀλλ' οὔτε ἐκεῖνος ἤσχαλλε τῆς μητρὸς ἀποσπώμενος, ἀλλὰ πρὸς τὸν ∆εσπότην ἔβλεπε, τὸν καὶ ἐκείνην ποιήσαντα μητέρα, οὔτε αὕτη ἤλγει τοῦ παιδίου χωριζομένη·
 [00717]  Καὶ ταῦτα τὰ ῥήματα λέγουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα.
000-00-00 Serial Number=0115972698
De Christi precibus Ante [Go Back]  
 [00211]  Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται·
000-00-00 Serial Number=0108789086
De Davide et Saule Ante [Go Back]  
 [00476]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, [54.694] ἀλλ' ὅτι καὶ πεσόντα ἀκούσας ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ σποδὸν κατεπάσατον καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε, παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ αὐτὰ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα τοῦ Σαούλ·
000-00-00 Serial Number=0433501542
De Lazaro Ante [Go Back]  
 [00839]  Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφὴν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος περὶ τῷ στήθει τὸν χιτωνίσκον·
 [01776]  Ἐννόησον τοίνυν, τίς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [01801]  Οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου;
 [01818]  λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται, πῶς οὐκ ἐνάρκησεν ἡ χεὶρ, πῶς οὐκ ἐλύθη τῶν νεύρων ὁ τόνος, πῶς οὐ συνέχεεν αὐτὸν ἡ ποθουμένη τοῦ παιδίου ὄψις.
000-00-00 Serial Number=0987379313
De Maccabeis Ante [Go Back]  
 [00058]  Εἰ γὰρ ἑνὸς παιδίου νόσος ἀκουομένη μόνον διαταράττει τὰ σπλάγχνα τῆς τεκούσης, οὐχ ἑνὸς παιδίου, ἀλλὰ τοσούτου χοροῦ παίδων ἀναιρουμένου, οὐκ ἀκοῇ δεχομένη τὰ παθήματα, ἀλλ' ὄψει παραλαμβάνουσα τὰ γινόμενα, τί οὐκ ἂν ἔπαθε;
 [00091]  Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον.
000-00-00 Serial Number=0429200590
De decem millium talentorum debitore Ante [Go Back]  
 [00052]  Καὶ γὰρ ἄτοπον καθ' ἑκάστην ἡμέραν τραυματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογισμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος.
000-00-00 Serial Number=0730872989
De diabolo tentatore Ante [Go Back]  
 [00135]  ἀλλ' οἶδε τὸν τῆς φύσεως ∆εσπότην, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννήσεως ὁμολογεῖ.
000-00-00 Serial Number=0131947100
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00271]  Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν.
 [00339]  «Ἰδοὺ τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς γῆς βοᾷ πρός με.»» Παρακαθεζέσθω δὲ καὶ ἡ μήτηρ πλαττομένης οὕτω τῆς ψυχῆς τοῦ παιδίου τοῖς τοιούτοις διηγήμασιν, ἵνα καὶ αὐτὴ συναντιλαμβάνηται καὶ ἐπαινῇ τὰ λεγόμενα.
 [00404]  Εἶτα ἡ πολλὴ φιλοσοφία τοῦ παιδίου τὴν διάνοιαν ὑπερβαίνουσα, δυναμένη μέντοι μετὰ συγκαταβάσεως καὶ εἰς τὸ τῆς παιδικῆς διανοίας ἁπαλὸν καταφυτευθῆναι, ἂν μεταχειρισώμεθα τὴν διήγησιν.
000-00-00 Serial Number=0447950840
De incomprehensibili dei natura Ante [Go Back]  
 [00055]  Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ' αὐξανομένης τῆς ἡλικίας καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης, οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται.
 [00088]  ἓν μὲν τὸ τοῦ παιδίου, λέγων·
000-00-00 Serial Number=0629761398
De mutatione nominum Ante [Go Back]  
 [01112]  Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν.
000-00-00 Serial Number=0632364392
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00024]  «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου;
000-00-00 Serial Number=0167951405
De paenitentia [1] Ante [Go Back]  
 [00041]  καίτοι ἐκεῖναι μὲν αἱ ὠδῖνες ἐν μιᾷ καιροῦ ῥοπῇ κατατείνουσι, καὶ τοῦ παιδίου τῆς νηδύος ἐξολισθήσαντος, συνεξέρχονται·
 [02637]  ὅπερ ἂν εἴποι γυνὴ ἐπὶ παιδίου·
000-00-00 Serial Number=0368502378
De virginitate Ante [Go Back]  
 [01415]  Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνὴν ἕτεραι πάλιν διαδέχονται φροντίδες, ὑπὲρ τῆς σωτηρίας καὶ τῆς ἀνατροφῆς.
000-00-00 Serial Number=0032413423
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00488]  Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι, τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύουσαν.
 [04498]  Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἀνακλινομένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥι [63.707] νὸς συντριβείσης, κεφαλῆς διακλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [07122]  [63.785] καὶ σποδὸν κατεπάσατο, καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα Σαούλ·
 [07756]  οὐ γὰρ θνητοῦ παιδίου, ἀλλ' ἀθανάτου λοιπὸν κληθήσῃ πατήρ.
 [07768]  οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου;
 [07783]  πῶς οὐ συνέχεεν [63.806] αὐτὸν ἡ τοῦ ποθουμένου παιδίου ὄψις;
 [07815]  Καὶ μή μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ' ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ [63.807] παιδίου, καὶ λόγισαι ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογισμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος·
 [09999]  Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν·
 [09999]  Εἰπὲ γάρ μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ;
000-00-00 Serial Number=0181488395
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05780]  *Ἀνεπαύσατο Μωὰβ ἐκ παιδίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ.
000-00-00 Serial Number=0499339163
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00222]  Τί γὰρ προσεδόκων παρὰ παιδίου καὶ ξένοι καὶ ἐπήλυδες καὶ βάρβαροι;
000-00-00 Serial Number=0688059807
In Acta apostolorum Ante [Go Back]  
 [07199]  Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν·
 [07206]  Εἰπὲ δή μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ;
 [09668]  ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάμνησιν τῆς μητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παιδίου·
 [09999]  Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο·
 [09999]  ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος·
 [09999]  ἐπειδὴ τὸν ἅγιον εἶχε φίλον ἡ χήρα ἐκείνη, καὶ ὁ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμβανεν.
000-00-00 Serial Number=0382579029
In Eliam prophetam Ante [Go Back]  
 [00084]  κελεύει γὰρ τὴν ψυχὴν τοῦ τῆς χήρας παιδίου μεταστῆναι τοῦ σώματος.
000-00-00 Serial Number=0454477906
In Isaiam Ante [Go Back]  
 [02666]  ἵνα κἂν τὰ γράμματα ἀπιστηθῇ τὰ ἐν τῷ τόμῳ κείμενα, ἡ προσηγορία τοῦ παιδίου τὴν ἱστορίαν τῶν ἐκβησομένων ἔχουσα καὶ πρὸ τῆς ἐκβάσεως τῶν γενομένων τεθεῖσα καὶ συνεχῶς παρὰ πάντα καλουμένη τὸν χρόνον, καὶ τῶν σφόδρα ἀναισχυντεῖν ἐπιχειρούντων ἀπορράψῃ τὰ στόματα.
 [02671]  Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις.
000-00-00 Serial Number=0959911644
In Joannem Ante [Go Back]  
 [04420]  πλὴν εἰ μή τις σφόδρα ὑπνηλὸς εἴη καὶ νωθὴς, καὶ παιδίου μικροῦ ῥᾳθυμότερος.
000-00-00 Serial Number=0717719316
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00258]  οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ' ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς.
 [01148]  ἀλλὰ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφάδες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειματοῦσαι, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος ὁ πατήρ·
 [01530]  Ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ τῆς ἁμαρτίας ἐποίει, ἀλλ' ὑπὲρ τοῦ παιδίου, μεθύων ἔτι τῷ πάθει·
 [02694]  μετὰ δὲ ταῦτα διὰ παιδίου μικροῦ καὶ εὐτελοῦς τοῦ ∆αυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτροπώσατο.
000-00-00 Serial Number=0309469640
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02790]  Εἰ δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢ κλέπτων, ἢ λυμαινόμενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν μετὰ τῶν χρημάτων προσαπώλεσε.
000-00-00 Serial Number=0876198649
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03603]  κρόκη δὲ καὶ στήμων καὶ [61.106] τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν.
 [03609]  Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου·
 [03615]  Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων;
000-00-00 Serial Number=0337571681
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03173]  Καὶ ἂν μὲν κατὰ τῶν ὀφθαλμῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοια καὶ διαθερμαίνῃ·
000-00-00 Serial Number=0906272411
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02115]  ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς.
 [02170]  ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς.
000-00-00 Serial Number=0029210746
In epistulam ad Ephesios Ante [Go Back]  
 [06998]  Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύουσαν.
000-00-00 Serial Number=0110774159
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01338]  Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς;
000-00-00 Serial Number=0702448666
In epistulam ad Philemonem Ante [Go Back]  
 [00253]  Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου.
000-00-00 Serial Number=0855830908
In epistulam ad Philippenses Ante [Go Back]  
 [01910]  Ἐὰν προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν τοῦ ἡμετέρου, συστέλλεται καὶ παιδίου μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ·
000-00-00 Serial Number=0297966897
In epistulam ad Romanos Ante [Go Back]  
 [02319]  Καθάπερ γὰρ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῦσιν ὁ διάβολος, ὥσπερ ψωμὸν ἢ πλακοῦντα παιδίου κατέχοντος ἀποσπάσαι θέλων.
 [06984]  ἑτέρου δὲ θεραπευθέντος παιδίου, καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς, καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις.
000-00-00 Serial Number=0202210784
In illud Vidi dominum Ante [Go Back]  
 [01421]  Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;
000-00-00 Serial Number=0985023558
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00069]  Ζητῶ δὲ πόθεν οἱ μάγοι περὶ τοῦ ἀστέρος διδαχθέντες, αὐτῷ ἐχρῶντο ὁδηγῷ πρὸς τὴν τοῦ ζητουμένου παιδίου ἀνεύρεσιν.
 [00089]  Ὅρα γάρ μοι καὶ τὸν ἀστέρα ἄχρι τοῦ παιδίου ἐλθόντα, καὶ σταθέντα τοῦ δρόμου.
000-00-00 Serial Number=0587451935
In natalem Christi diem Ante [Go Back]  
 [00024]  αἱ παρθένοι τὸ τῆς παρθένου παιδίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ῥεῖθρα φέρεσθαι ποιῶν, παρὰ μητρὸς παρθένου παιδίου τροφὴν ἔλαβε·
 [00179]  ∆ιὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ ∆ιὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένηται.
000-00-00 Serial Number=0615066707
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00192]  Ἐκβάλλει δὲ τὴν παιδίσκην τῆς οἰκίας μετὰ τοῦ παιδίου Ἰσμαήλ.
 [00319]  Ὁ δὲ ἀντείχετο τοῦ παιδίου.
 [01085]  Καὶ μαθὼν παρὰ παιδίου Αἰγυπτίου, ποῦ στρατοπεδεύονται, ἐπιπεσὼν ῥᾳθυμοῦσιν, ἐπάταξεν αὐτοὺς, καὶ τὰ σκῦλα ἔλαβε, καὶ διένειμεν ἐξ ἴσης τοῖς τε πολεμήσασι καὶ τοῖς ἀπομείνασιν ἐπὶ τῶν σκευῶν.
 [01231]  Τότε κρίνει ταῖς γυναιξὶ ταῖς ὑπὲρ τοῦ παιδίου προσελθούσαις αὐτῷ.
 [01274]  Ἐνταῦθα τὰ κατὰ τὴν χήραν τὴν ἐν Σαρέφθοις, τὰ κατὰ τὸν καμψάκην τοῦ ἐλαίου, καὶ τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν θάνατον τοῦ παιδίου, καὶ τὴν ἐκ τοῦ θανάτου ἔγερσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»