Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παράδοξα [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παράδοξα


000-00-00 Serial Number=0149780989
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00496]  Καὶ ἰατρῷ μὲν τοῖς φαινομένοις ἡμῖν συμφέρουσι πολλάκις ἐναντία προστάττοντι, καὶ τὸ καταψυχθὲν μέλος ὑποθεῖναι κελεύοντι κρουνῷ, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐργαζομένῳ παράδοξα οὐκ ἀντιλέξομεν, ἀλλ' ἐπειδὴ φθάσαντες ἐπείσαμεν ἑαυτοὺς ὅτι τῷ τῆς τέχνης λόγῳ τοῦτο ποιεῖ, μετὰ προθυμίας εἴξομεν, καίτοι γε διαμαρτόντι πολλάκις·
000-00-00 Serial Number=0561624467
Ad populum Antiochenum Ante [Go Back]  
 [03075]  Ἐπειδὴ πολλὰ σημεῖα καὶ θαύματα ἐποίουν καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμωτήριον οἰκεῖν, ἀσθενείαις περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγεθος θεοὺς αὐτοὺς παρὰ τοῖς ἀνθρώποις νομίζεσθαι ποιήσῃ·
 [04801]  Καὶ γὰρ θαυμαστὰ καὶ παράδοξα γέγονε πράγματα·
000-00-00 Serial Number=0974714637
Adversus Judaeos Ante [Go Back]  
 [01933]  Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα;
000-00-00 Serial Number=0977082312
Catecheses ad illuminandos Ante [Go Back]  
 [00632]  [4.13] Πῶς γὰρ οὐ καινὰ καὶ παράδοξα ὅταν ὁ χθὲς καὶ πρώην περὶ τὴν τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐσχολακὼς ἀθρόον ἐγκράτειαν καὶ λιτότητα διαίτης ἀσπάζηται;
 [00633]  Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ.
 [00685]  [4.27] Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα.
 [00834]  [5.17] Μετὰ γὰρ τὰ πολλὰ θαύματα ἐκεῖνα καὶ τὰ σημεῖα τὰ παράδοξα καὶ τῆς θαλάττης τὴν διάβασιν καὶ τὸν τῶν Αἰγυπτίων ὄλεθρον καὶ τὴν ξένην καὶ καινὴν τοῦ μάννα τροφήν, ἔτι ἔναυλον ἔχοντες τῶν εὐεργεσιῶν τὴν μνήμην, ἐπειδὴ ἐν πολλῇ ἀνέσει γεγόνασι, λήθην ἁπάντων ἐκείνων ποιησάμενοι μόσχον κατασκευάσαντες προσεκύνουν λέγοντες·
000-00-00 Serial Number=0682564735
Catechesis de juramento Ante [Go Back]  
 [00124]  εἰ γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξένα καὶ παράδοξα ποιεῖς πράγματα;
000-00-00 Serial Number=0115861118
Commentarius in Job Ante [Go Back]  
 [02471]  «οὐχὶ σοφίας καὶ ταῦτα», φησίν, «ἔργα τοῦ θεοῦ παράδοξα;
000-00-00 Serial Number=0104241014
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00040]  Οὐ γὰρ ἔστιν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ οὐ χώρα, οὐκ ἔθνος, οὐ πόλις ἔνθα ταῦτα οὐκ ᾄδεται τὰ παράδοξα οὐκ ἂν θαυμασθέντα ποτὲ εἰ πλάσματα ἦν.
 [00637]  [116] Καὶ τὰ παράδοξα ταῦτα οὐ νῦν πρῶτον ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν προτέρων θαυματουργεῖ γενεῶν.
000-00-00 Serial Number=0461794198
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00063]  Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πηλίνη χεὶρ ἁψαμένη τῆς τοῦ παντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη;
000-00-00 Serial Number=0858556032
De mutatione nominum Ante [Go Back]  
 [00449]  εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐβλάστησεν ἡ παρθένος γῆ τὰ δένδρα ἐκεῖνα τὰ παράδοξα;
000-00-00 Serial Number=0947506368
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00059]  Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα·
000-00-00 Serial Number=0780447841
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00041]  καὶ γὰρ ἦν παράδοξα τὰ τότε συμβαίνοντα.
000-00-00 Serial Number=0169745982
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00098]  ἴδε τοῦ Θεοῦ τὰ παράδοξα πράγματα.
000-00-00 Serial Number=0774983883
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05096]  Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει καὶ λογίζου, ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ, καὶ τὰ ἕτοιμα πρόηται.
 [08015]  Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα·
 [08591]  Ἐπειδὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλὸς, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων, καὶ τὰ παράδοξα τιθεὶς, καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν.
000-00-00 Serial Number=0327373207
Epistula ad Cyriacum Ante [Go Back]  
 [00479]  Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες ποῦ ὑπάγεις, οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης καὶ τοσαύτης λύπης ἐγένοντο ὡς μηκέτι αὐτοὺς ταῦτα πυνθάνεσθαι.
 [00648]  Καὶ ἐπειδὴ μικρὸν ἀνέπνευσεν ἐκεῖ τοῦ φιλανθρώπου Θεοῦ τοῦ τὰ παράδοξα οἰκονομοῦντος τὸν ἄγριον θῆρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον εὐθέως αὐτῷ σκάμματα παρασκευάζεται πάλιν καὶ στάδιον καὶ παλαίσματα καὶ ἀγῶνες καὶ ἱδρῶτες σφαδρότεροι τῶν προτέρων.
000-00-00 Serial Number=0503396153
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00817]  Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων, σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων τοιούτων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων, συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες·
 [01003]  Καὶ ἐπειδὴ μικρὸν ἀνέπνευσεν ἐκεῖ, τοῦ φιλανθρώπου Θεοῦ καὶ τὰ παράδοξα οἰκονομοῦντος, τὸν ἄγριον θῆρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον, εὐθέως αὐτῷ σκάμματα παρεσκευάζετο πάλιν καὶ στάδιον καὶ παλαίσματα καὶ ἀγῶνες καὶ ἱδρῶτες σφοδρότεροι τῶν προτέρων.
000-00-00 Serial Number=0663254559
Expositiones in Psalmos Ante [Go Back]  
 [02859]  ἀλλ' ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε.
 [04622]  ἀλλ' ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε.
000-00-00 Serial Number=0557397604
In Isaiam Ante [Go Back]  
 [02454]  Ἐπειδὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλός, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων καὶ τὰ παράδοξα τιθεὶς καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν.
000-00-00 Serial Number=0441313684
In Joannem Ante [Go Back]  
 [01972]  καὶ ἦν ἰδεῖν πράγματα παράδοξα καὶ θαυμαστὰ, καὶ ἅπερ εἰκότως ἐπεθύμησαν προφῆται ἰδεῖν, καὶ οὐκ εἶδον.
 [04482]  οὕτω καὶ τοῦ Πνεύματος τῷ ὕδατι παρόντος, τὰ παράδοξα ταῦτα καὶ λογισμὸν ὑπερβαίνοντα εὐκόλως πάντα γίνεται.
000-00-00 Serial Number=0028029799
In Psalmos 101-107 Ante [Go Back]  
 [01661]  ∆εῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα Θεόν.
000-00-00 Serial Number=0739988387
In Psalmum 145 Ante [Go Back]  
 [00188]  εἶδες αὐ τοῦ τὰ παράδοξα ἔργα;
 [00196]  Οὐκ εἶπε, Ταῦτα τὰ παράδοξα ἐγὼ ἐποίησα, ἀλλὰ τί;
000-00-00 Serial Number=0625291824
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00003]  Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα, τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα·
000-00-00 Serial Number=0593343914
In catenas sancti Petri Ante [Go Back]  
 [00145]  [27] Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα.
000-00-00 Serial Number=0754800439
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00221]  οὐ γὰρ δήπου ὁ μὴ ὢν ἐνεργεῖν ἔμελλεν οὕτω θαυμαστὰ καὶ παράδοξα πράγματα.
000-00-00 Serial Number=0261092484
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08619]  τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν.
000-00-00 Serial Number=0207731485
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02346]  Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα·
000-00-00 Serial Number=0658769071
In epistulam ad Ephesios Ante [Go Back]  
 [01994]  Ὄντως θαυμαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σημικίνθια, παράδοξα ἐργαζόμενα·
000-00-00 Serial Number=0370292544
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02328]  Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα.
000-00-00 Serial Number=0229313433
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06770]  Εἰ δὲ ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο, οὕτω θαυμαστὰ, οὕτω παράδοξα, οὕτω μεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκ περιουσίας ταῦτα;
000-00-00 Serial Number=0108976841
In epistulam ad Romanos Ante [Go Back]  
 [02425]  Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει, καὶ λογίζου ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ καὶ τὰ ἕτοιμα πρόηται.
 [04672]  Ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν·
 [05823]  Ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυμαστὰ ταῦτα ἐκβῆναι καὶ παράδοξα, καὶ τὴν ἐκ περιουσίας λάμψαι νίκην.
000-00-00 Serial Number=0787308395
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00074]  Ἐγίνετο δὲ τοῦτο εἰς κατηγορίαν τῶν ἀναισχύντων Ἰουδαίων, ὅτι ἐκεῖνοι μὲν καθ' ἑκάστην ἡμέραν θαύματα ὁρῶντες καὶ μυρία παράδοξα γινόμενα, ἠπίστουν, οἱ δὲ δαίμονες ἐπεγίνωσκον, καὶ Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὡμολόγουν.
 [00088]  Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώπους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζομένους πρὸς τὴν ὑμνῳδίαν.
000-00-00 Serial Number=0737848401
In illud Memor fui dei Ante [Go Back]  
 [00468]  ∆ιὰ ταύτης γὰρ περιόδου διῆλθον τὰ τοῦ Σωτῆρος μεγάλα καὶ παράδοξα θαύματα, ἵνα καθ' ἑκάστην μνημονεύων εὐφραίνωμαι·
000-00-00 Serial Number=0117124379
In illud Ne timueritis Ante [Go Back]  
 [00518]  Καινὰ καὶ παράδοξα πράγματα.
000-00-00 Serial Number=0724108458
In martyres Aegyptios Ante [Go Back]  
 [00025]  Τοῦτο δὲ τῆς τοῦ Θεοῦ χάριτος γέγονε τῆς πάντα οἰκονομούσης, καὶ ἐν ἀσθενοῦσι σώμασι δυναμένης παράδοξα ἐπιτελεῖν.
 [00034]  Εἰ δὲ τὰ ἀγωνίσματα καὶ τὰ παλαίσματα οὕτω θαυμαστὰ καὶ παράδοξα, τί ἂν εἴποιμεν περὶ τῶν ἐπάθλων καὶ στεφάνων τῶν ὑπὲρ τῆς αὐτῶν καρτερίας ἀποκειμένων αὐτοῖς;
000-00-00 Serial Number=0356220186
In oraculum Zacharia Ante [Go Back]  
 [00019]  Ἀμφότερα καινὰ καὶ παράδοξα·
000-00-00 Serial Number=0038193107
In principium indictionis [2] Ante [Go Back]  
 [00053]  Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν·
000-00-00 Serial Number=0444850028
In resurrectionem domini [1] Ante [Go Back]  
 [00010]  Οὐ φέρω σιγᾷν τὰ τοῦ ∆εσπότου παράδοξα, εἰ καὶ τῷ πλήθει τῶν θεοσημειῶν φθάνειν λόγος οὐκ ἀρκεῖ πρὸς διήγησιν·
000-00-00 Serial Number=0304652214
In sanctum Romanum Ante [Go Back]  
 [00140]  τίς ταῦτα ἐπέδειξε τὰ θαυμαστὰ καὶ παράδοξα;
000-00-00 Serial Number=0173426807
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00005]  [1.3] Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.
000-00-00 Serial Number=0160059571
In transfigurationem Ante [Go Back]  
 [00035]  Μάρκος, τοῦ Πέτρου μαθητὴς γενόμενος, τὰ διὰ τοῦ ∆εσπότου Χριστοῦ συμβεβηκότα γεγράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθόνον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν
000-00-00 Serial Number=0608791649
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00316]  τί τὰ ἐν ἐρήμῳ παράδοξα;
 [00327]  Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»