Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παροῦσαν [112]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παροῦσαν


000-00-00 Serial Number=0661734164
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00681]  Ἐπειδὴ δὲ καὶ ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὡς καὶ πολλάκις σε ἀναπείθειν τὸν δαίμονα εἰς πέλαγος ἢ κατὰ κρημνῶν ἀφανίσαι σαυτὸν, ἢ ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ τὴν παροῦσαν καταλῦσαι ζωὴν, καὶ ὑπὲρ τούτων μικρὰ διαλεχθῆναι βούλομαι τῶν λογισμῶν.
 [01357]  Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν·
000-00-00 Serial Number=0016792774
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00018]  Ἄλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας.
000-00-00 Serial Number=0448626220
Ad populum Antiochenum Ante [Go Back]  
 [01278]  οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ [49.60] ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν·
 [01339]  Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύνην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐτῆς τικτόμενον καρπόν·
 [01519]  οὕτω καὶ σὺ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωὴν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατηρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει.
 [01561]  Καὶ περὶ μὲν τῶν δυοῖν ἐντολῶν ἐν ἑτέρῳ καιρῷ διαλεξόμεθα, τὴν δὲ παροῦσαν ἑβδομάδα ἅπασαν περὶ τῶν ὅρκων ὑμῖν ἐροῦμεν, ἀπὸ τῆς εὐκολωτέρας ἐντολῆς ποιούμενοι τὴν ἀρχήν.
 [01577]  Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ' ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ' ἐκείνην τὴν κατηγορίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες·
 [01658]  Καὶ πῶς οὐκ αἰσχρὸν, ὅτι σὺ διὰ θάνατον ὀδυνᾶσαι, Παῦλος δὲ διὰ τὴν παροῦσαν ἔστενε ζωήν;
 [01667]  μὴ διὰ τὸν θάνατον, ἀλλὰ διὰ τὴν παροῦσαν ζωήν.
 [01712]  ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ πυρὶ τὴν παροῦσαν ἀποθέσθαι ζωὴν, ὅταν πρὸς τὰ ἀθάνατα μέλλωσιν ἀποδημεῖν ἀγαθά.
 [02002]  ∆ιὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μακρηγορίας·
 [02111]  Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω;
 [02916]  Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
 [03201]  Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων·
 [03719]  Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν;
 [03721]  πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν;
 [05254]  Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπισαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν.
 [05801]  Ἅπερ ἅπαντα συνειδότες ἀπαλλάξωμεν ἑαυτοὺς κολάσεως καὶ τιμωρίας, καὶ τὴν παροῦσαν ἑορτὴν μετὰ τῶν εἰρημένων αἰδεσθῶμεν πάντων, καὶ ὧν παρὰ τοῦ βασιλέως δι' ἐκείνην ἀξιοῦμεν τυχεῖν, τούτων καὶ ἡμεῖς ἀπολαῦσαι δῶμεν ἑτέροις.
000-00-00 Serial Number=0599598050
Adversus Judaeos Ante [Go Back]  
 [01674]  Ὥρα δὴ λοιπὸν, εἰ μὴ δοκοῦμεν διενοχλεῖν, ἐπ' αὐτὸ τὸ ζητούμενον ἐλθεῖν, τὴν παροῦσαν αἰχμαλωσίαν, καὶ τὴν δουλείαν ταύτην δὲ τὴν σήμερον, δι' ἣν ἅπαντα ταῦτα ἐκινήσαμεν.
 [02835]  Αὕτη γὰρ ἡ φθορὰ, καὶ αὐτὸ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν, ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν δώσει τὴν παῤῥησίαν, οὐ κατ' ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν.
000-00-00 Serial Number=0994766057
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00129]  ἐκείνης δὲ ἀπεχώμεθα, ἵνα μὴ καταισχύνωμεν τὴν παροῦσαν ἑορτήν·
 [00133]  Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ' ἡμῶν ἑορτάζει τὴν παροῦσαν ἑορτήν·
000-00-00 Serial Number=0702511549
Catecheses ad illuminandos Ante [Go Back]  
 [01085]  ἀλλὰ καὶ τῶν δημίων τὰς χεῖρας ὁρῶντες καταξαινούσας αὐτῶν τὰς σάρκας καὶ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν βλέποντες ἀναπτόμενον καὶ τοὺς ἄνθρακας ἐκπηδῶντας, αὐτοὶ τὸ τῆς γεέννης πῦρ ἑαυτοῖς ὑπέγραφον καὶ οὕτω τὸν λογισμὸν αὐτῶν νευρώσαντες ἥλλοντο λοιπὸν ὡς εἰπεῖν πρὸς τὰ δεινά, οὐ τὴν παροῦσαν ὀδύνην τὴν ἐγγινομένην τῷ σώματι λογιζόμενοι ἀλλὰ πρὸς τὴν διηνεκῆ ἀνάπαυσιν σπεύδοντες.
000-00-00 Serial Number=0587026536
Catechesis de juramento Ante [Go Back]  
 [00057]  τῶν ἐπινικίων τοίνυν ἐκείνων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν.
000-00-00 Serial Number=0847727180
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00118]  ἀνεμνήσθην τῆς τότε καθαρότητος καὶ τῶν ἁμαρτημάτων, ὅσα μετ' ἐκείνην εἰς τὴν παροῦσαν ἡμέραν συνέλεξα.
000-00-00 Serial Number=0510388434
Commentarius in Job Ante [Go Back]  
 [02834]  εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν.
000-00-00 Serial Number=0625615120
De Lazaro Ante [Go Back]  
 [01286]  ∆ιὸ τὴν καταβολὴν ὑπερεθέμεθα, τηροῦντες εἰς τὴν παροῦσαν ὑμῖν ἡμέραν ὁλόκληρον τὴν ἔκτισιν.
 [01845]  Οὕτω γὰρ δυνησόμεθα καὶ τὴν παροῦσαν ζωὴν μετὰ εὐθυμίας διενεγκεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0657803714
De Maccabeis Ante [Go Back]  
 [00184]  ἀλλ' ἐκεῖνος μὲν ἔβλεπε τὴν παροῦσαν ζωὴν, οὗτος δὲ ἔβλεπε τὴν μέλλουσαν, πρὸς ἣν ἔμελλεν ἀναπτήσεσθαι·
000-00-00 Serial Number=0365131974
De consubstantiali Ante [Go Back]  
 [00302]  Ὁμοῦ τε γάρ τις ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, καὶ τὸν Θεὸν ἐκάλεσε, καὶ πάντων εὐθέως ἀπέστη τῶν ἀνθρωπίνων πραγμάτων, καὶ μετέστη τῇ διανοίᾳ πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς φαντάζεται λοιπὸν, καὶ οὐδὲν πρὸς τὴν παροῦσαν ἔχει ζωὴν, κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ἐὰν μετὰ ἀκριβείας εὔχηται·
000-00-00 Serial Number=0018965065
De fato et providentia Ante [Go Back]  
 [00559]  Καὶ οὐδὲ πρὸς τὰ μέλλοντα καὶ τὰς εὐθύνας τὰς ἐκεῖ, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ καταγέλαστος, ἔν τε πολιτικοῖς, ἔν τε ἰδιωτικοῖς πράγμασι·
000-00-00 Serial Number=0167512178
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00696]  Παιδευέσθω μηδὲν ἡγεῖσθαι χρήματα, μηδὲν δόξαν ἀνθρωπίνην, μηδὲν δυναστείαν, μηδὲν θάνατον, μηδὲν τὴν παροῦσαν ζωήν·
000-00-00 Serial Number=0079231679
De incomprehensibili dei natura Ante [Go Back]  
 [00072]  τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή.
 [00077]  ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου», νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων.
000-00-00 Serial Number=0209490657
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00690]  Οὐ γὰρ δὴ μόνον ἐν οἷς ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος ἦν καὶ παντοδαπός, οὐχὶ μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν, καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν.
 [00784]  τὸ δὲ εἰπεῖν ταῦτα ἃ πρὸς τὴν παροῦσαν ἔμελλε χρείαν ἀναγκαῖα εἶναι, φιλανθρώπου καὶ τὸ τῶν πολλῶν συμφέρον ὁρῶντος·
000-00-00 Serial Number=0409961283
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00065]  Ὁρᾷς ὡς οὐ διημάρτομεν ἀπαραίτητον εἰπόντες καὶ ἡμεῖς τὴν παροῦσαν ἐξήγησιν.
000-00-00 Serial Number=0472306728
De non iterando conjugio Ante [Go Back]  
 [00120]  Ἐπειδὴ γὰρ οὐχ ἧττον τῶν δημοσίων τὰ ἰδιωτικὰ συγκροτεῖ τὴν παροῦσαν κατάστασιν, διανείμας αὐτά, τὰ μὲν ἐπ' ἀγορᾶς πάντα ἐνεχείρισε τοῖς ἀνδράσι, τὰ δὲ κατὰ τὴν οἰκίαν ταῖς γυναιξί·
000-00-00 Serial Number=0981498420
De paenitentia [2] Ante [Go Back]  
 [00227]  Εἶδε τοῦ ∆εσπότου τὴν μητέρα παροῦσαν·
000-00-00 Serial Number=0302739263
De resurrectione mortuorum Ante [Go Back]  
 [00187]  Ἀλλ' ὅμως ἂν μὴ πρὸς ἐκείνην ἴδῃ πρῶτον τὴν ἀφανῆ καὶ μὴ παροῦσαν, μηδὲ ἐν χερσὶν οὖσαν, ἀλλ' ἐν ἐλπίσιν, οὐκ ἂν ἅψαιτο τούτων τῶν παρόντων καὶ φαινομένων.
000-00-00 Serial Number=0980068982
De sancta pentecoste Ante [Go Back]  
 [00514]  Τοσαῦτα ἡμῖν καὶ τούτων πλείονα διὰ τὴν παροῦσαν ἡμέραν ὑπῆρχε τὰ ἀγαθά.
000-00-00 Serial Number=0462423086
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00003]  Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμοὺς, καὶ τὴν πόλιν ἅπασαν ἐνταῦθα παροῦσαν βλέπων, οὐκ ἔχω τίνα μακαρίσω πρότερον·
000-00-00 Serial Number=0159830987
De virginitate Ante [Go Back]  
 [01102]  «Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», ὅταν διὰ τῶν ἔργων ταῦτα φιλοσοφῇ καὶ τοῦ σωματικοῦ θανάτου καταγελῶσα μηδὲν εἶναι λέγῃ τὴν παροῦσαν ζωήν, ὅταν πᾶσαν τοῦ βίου τούτου τὴν δόξαν κατὰ τὸν προφήτην ἄνθος εἶναι χόρτου νομίζῃ.
000-00-00 Serial Number=0571696639
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01534]  ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, τούτων μου τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ἡμέραν μέμνησθε μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε.
 [02543]  Ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος·
 [03389]  ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν παροῦσαν δόξαν φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος;
 [06681]  Θαυμάσας γὰρ αὐτὸν πρῶτον ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην·
 [08054]  ἑώρα τὴν παροῦσαν κόλασιν, καὶ τὴν μέλλουσαν ἐνενόει ἀθανασίαν.
 [09099]  οὐχὶ μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν, καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν.
 [09999]  Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατέφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην, τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν.
000-00-00 Serial Number=0011331618
Expositiones in Psalmos Ante [Go Back]  
 [01577]  Θαυμάσας γὰρ αὐτὸν πρῶτον, ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην Ὃ δὲ λέγει τοιοῦτόν ἐστι·
 [01924]  Κρίσιν δὲ ἐνταῦθα τήν τε μέλλουσαν λέγει, τήν τε παροῦσαν.
 [07076]  Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί·
000-00-00 Serial Number=0104230881
Fragmenta in Proverbia Ante [Go Back]  
 [01056]  [ιβιδ.] Πηγὴ οὖσα οὐδέποτε διαλιμπάνει, ἀλλ' ἀεὶ ἀναβλύζει τήν τε παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν·
000-00-00 Serial Number=0277620494
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00054]  Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ' ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς.
000-00-00 Serial Number=0338689446
Homilia in martyres Ante [Go Back]  
 [00055]  Ἦλθες ἰδεῖν ἀνθρώπους ξεομένους, αἵματι περιῤῥεομένους, τραυμάτων χορῷ καλλωπιζομένους, τὴν παροῦσαν ἀποδυσαμένους ζωὴν, πρὸς τὴν μέλλουσαν ἱπταμένους·
000-00-00 Serial Number=0599269211
In Acta apostolorum Ante [Go Back]  
 [09186]  πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς;
 [09999]  Μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Ταῦτα δὴ πάντα μετὰ ἀκριβείας εἰδότες, ἐν γαλήνῃ ἑαυτοὺς διατηρῶμεν, καὶ ἀρετῆς ἐπιμελώμεθα, ἵνα καὶ ὑγιῆ δόγματα ἔχοντες καὶ βίον ὀρθὸν, ἀπροσκόπτως τὴν παροῦσαν ζωὴν διανύσωμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  ∆ιὸ παρακαλῶ τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου [60.352] καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν τοῦ Θεοῦ νόμων, [μηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώμεθα], ἵνα δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0923670053
In Genesim sermones Ante [Go Back]  
 [00889]  καὶ αὕτη μὲν τὴν παροῦσαν ἡμῶν συγκρατεῖ ζωὴν, ἐκείνη δὲ πρὸς τὴν μέλλουσαν ἡμᾶς ὁδηγεῖ.
000-00-00 Serial Number=0319547117
In Heliam et viduam Ante [Go Back]  
 [00004]  Τοῦτο δὲ ἐγένετο, τοῦ Θεοῦ τάχα συμφερόντως οἰκονομοῦντος, καὶ πρὸς τὴν παροῦσαν ἡμέραν τὴν περὶ τούτων ὑπερτιθέντος παραίνεσιν·
000-00-00 Serial Number=0962177157
In Joannem Ante [Go Back]  
 [04779]  Ταῦτα οὖν ἅπαντα λογιζόμε [59.158] νοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν·
 [05279]  Εἶτα οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν τοῦ πάθους αὔξησιν γίνεσθαι κωλύων, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται λέγων, ἀπὸ τῶν εἰρημένων τε καὶ γεγενημένων ἤδη καὶ ταῦτα πιστούμενος·
000-00-00 Serial Number=0731003344
In Petrum et Paulum Ante [Go Back]  
 [00004]  Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀποστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι' αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ·
000-00-00 Serial Number=0771875858
In Psalmos 101-107 Ante [Go Back]  
 [01437]  ∆ιδάσκονται δὲ καὶ πῶς εὔχεσθαι δεῖ, ὅπερ Ἰουδαῖοι μὲν προσδοκῶσιν, ἡμεῖς δὲ πληρωθῆναι διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας φαμὲν, πάντων πανταχόθεν προσιόντων τῷ σωτηρίῳ κηρύγματι, κρείττονά τε προσδεχομένων συνα γωγὴν ἐπὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις ἀληθὴς οὖσα γῆ παρὰ τὴν παροῦσαν ἐπήγγελται, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ἔνθα [55.666] οἱ συναχθέντες εὐχαριστήσουσιν ὑπὲρ ὧν ἠξιώθησαν ἐπὶ τῇ τοῦ Σώσαντος αἰνέσει καυχώμενοι.
000-00-00 Serial Number=0294705093
In catenas sancti Petri Ante [Go Back]  
 [00018]  [5] Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμβεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα·
000-00-00 Serial Number=0727377057
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00728]  Εἰρηνικὴν τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε.
 [04028]  Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν;
 [06012]  Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνος καὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης βραχυτέραν ἐπιζητεῖν.
000-00-00 Serial Number=0613382161
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04205]  Φεύγωμεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωμεν τὴν ῥίζαν τῶν κακῶν, φεύγωμεν τὴν παροῦσαν γέενναν·
 [06129]  Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω·
 [07346]  Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν.
 [08530]  Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ.
 [09999]  Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ' ὑπερ-βολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν.
000-00-00 Serial Number=0840803862
In epistulam ad Colossenses Ante [Go Back]  
 [02841]  τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά.
000-00-00 Serial Number=0189727724
In epistulam ad Ephesios Ante [Go Back]  
 [06191]  Οὐδὲν τὴν παροῦσαν ἡγοῦντο ζωὴν, οὐκ ἐχρηματίζοντο, ὑπερεώρων ἁπάντων.
000-00-00 Serial Number=0986889243
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00176]  Ἀλλ' οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε.
 [00194]  Εἰ δὲ οὐκ ἀνέχῃ τούτων, ἀλλ' ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φὴς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν.
 [00202]  Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον [61.619] μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα.
000-00-00 Serial Number=0251105368
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05588]  Ὁρᾷς ὅτι καὶ μὴ παροῦσαν αὐτὴν ἐπισπάσασθαι δεῖ;
 [08690]  Ἐνταῦθα μὲν γὰρ ἡ προσδοκία τῆς μελλούσης ἀθυμίας τὴν παροῦσαν ἐλάττονα ποιεῖ ἡδονήν·
000-00-00 Serial Number=0928854942
In epistulam ad Philippenses Ante [Go Back]  
 [00954]  τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν.
 [04055]  ἀλλ' οὐδὲν ἡγεῖται αὐτὴν παροῦσαν.
000-00-00 Serial Number=0171912372
In epistulam ad Romanos Ante [Go Back]  
 [03379]  ἡ δὲ χάρις ἐλθοῦσα οὐ τὴν παροῦσαν, ἀλλὰ τὴν ἀθάνατον ἡμῖν ἐδωρήσατο καὶ αἰώνιον.
 [05250]  τῷ γὰρ μεγάλη τις εἶναι καὶ ἄφραστος, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται.
 [05563]  Τῆς δὲ εἰρήνης τοσοῦτον τὸ μέσον πρὸς τὴν παροῦσαν, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον·
 [05589]  Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα.
 [09798]  ∆ιὸ πράγματος ἐμνημόνευσε χρησιμεύοντος αὐτῷ εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο.
000-00-00 Serial Number=0551321626
In epistulam ad Titum Ante [Go Back]  
 [00064]  Εἶπε τὴν παροῦσαν τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ·
000-00-00 Serial Number=0274849236
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00019]  Μηδενὶ μηδὲν ὀφείλετε, ἀλλ' ἢ τὸ ἀγαπᾷν ἀλλήλους, βουλόμενος ἡμᾶς τοῦτο τὸ χρέος καὶ ἀεὶ ἀποδιδόναι, καὶ ἀεὶ ὀφείλειν, καὶ μηδέποτε τὴν ὀφειλὴν ταύτην καταλύειν, μέχρις ἂν τὴν παροῦσαν ζωὴν καταλύσωμεν.
000-00-00 Serial Number=0956500292
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00268]  Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν.
 [00278]  τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐταμιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος.
 [00727]  Καὶ πολλὰ ἕτερα τοιαῦτα αὐτοῖς ἐπηγγείλατο, ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο.
 [00729]  Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν·
 [00730]  ἀναλογιζόμενοι οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι πάντες εἰσὶ τεταμιευμένοι, καὶ ἐν πίστει τὰ τῶν ἐπαγγελιῶν, ἔκαμνον, ἐξελύοντο, τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν ἀναγκαζόμενοι.
000-00-00 Serial Number=0042345464
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00353]  οὕτω δὴ καὶ ἐνταῦθα, ἂν μὲν κατὰ τὴν παροῦσαν ζωὴν διαλυσώμεθα, πάσης ἑαυτοὺς κολάσεως ἀπαλλάξομεν·
000-00-00 Serial Number=0329914927
In illud Vidi dominum Ante [Go Back]  
 [00081]  [1.3] Ἀλλ' εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ μετ' εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς·
 [00233]  Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξολογίαν.
 [00809]  ἑώρα τὴν παροῦσαν κόλασιν καὶ ἐνενόει τὴν μέλλουσαν ἀθανασίαν.
000-00-00 Serial Number=0019391596
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00388]  Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν.
000-00-00 Serial Number=0731906414
In pharisaeum et meretricem Ante [Go Back]  
 [00209]  ἐδάνεισά σοι καὶ τῷ γυναίῳ τὴν παροῦσαν ζωήν.
000-00-00 Serial Number=0939027488
In principium Actorum Ante [Go Back]  
 [00778]  Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ' εἰς ζωὴν αἰώνιόν ἐστι χρησίμη.
000-00-00 Serial Number=0221167684
In principium indictionis [1] Ante [Go Back]  
 [00013]  οἱ τὴν παροῦσαν ζωὴν ὡς ματαίαν μισήσαντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ὡς υἱοὶ μητέρα, ποθήσαντες·
000-00-00 Serial Number=0851736844
In proditionem Judae [1] Ante [Go Back]  
 [00005]  Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν [50.717] παροῦσαν πανήγυριν·
000-00-00 Serial Number=0966560125
In resurrectionem domini B Ante [Go Back]  
 [00015]  Ὄντως οὖν εὔκαιρον εἰπεῖν καὶ τὴν παροῦσαν ἐκκλησίαν διὰ τὴν τῶν ἀναγεννηθέντων πνεύματι πολυτοκίαν·
000-00-00 Serial Number=0289997995
In sancta et magna parasceve Ante [Go Back]  
 [00044]  βλέπε τὴν παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί ζων.
000-00-00 Serial Number=0253461242
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00054]  Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ δι' ὑμᾶς, ἵνα ὅταν ἴδητέ τινα τρυφῶντα καὶ ἀνέσεως ἀπολαύοντα ἐν τῷ βίῳ τούτῳ, μέλλοντα δὲ ἐκεῖ κολάζεσθαι, μὴ μα καρίζητε αὐτὸν διὰ τὴν παροῦσαν τρυφὴν, ἀλλὰ ταλα νίζητε διὰ τὴν μέλλουσαν κόλασιν.
000-00-00 Serial Number=0749240935
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00016]  Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρω σιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πο λιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνά στασιν.
000-00-00 Serial Number=0540893555
Laus Diodori episcopi Ante [Go Back]  
 [00008]  καὶ ὅταν τις ἑαυτῷ μηδὲν συνειδὼς [52.762] ἀγαθὸν, πολλὰ καὶ μεγάλα ἀγαθὰ λεγόντων ἑτέρων ἀκούῃ περὶ αὑτοῦ, ἀναλογιζόμενος τὴν παροῦσαν ὑπόληψιν καὶ τὴν μέλλουσαν ἡμέραν, καθ' ἣν πάντα γυμνὰ καὶ τετραχηλισμένα·
000-00-00 Serial Number=0016460598
Oratio de hypapante Ante [Go Back]  
 [00007]  Ἀλλ' ἐπειδή τινες ἐθρύλησαν περὶ τοῦ ἀρτίως ἀναγνωσθέντος, ὅτι διατί τὸ μὴ συντεῖνον εἰς τὴν παροῦσαν πανήγυριν νῦν προσεφωνήσαμεν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην τοῖς θεσπίσμασι τῆς ἱερωσύνης ἄγεσθαι, καὶ μηδὲν ἀμφιβάλλειν τῶν παρὰ τῶν πατέρων θεσπιζομένων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»