Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πατρίδος [128]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πατρίδος


000-00-00 Serial Number=0500179827
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00170]  τὰ δὲ ἄλλα, οἷον χρημάτων ἀποβολήν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν.
000-00-00 Serial Number=0038565159
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00588]  Οὐ γὰρ δὴ μόνον βασιλείας τότε οὐκ ἐπέτυχεν, ἀλλὰ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῆς τῶν γονέων ἐξέπεσεν ὄψεως.
 [00606]  ὁ μέλλων ἐγὼ τῶν ἀδελφῶν βασιλεύειν, οὐ μόνον ταύτης ἐξέπεσον τῆς τιμῆς, ἀλλὰ καὶ πατρίδος καὶ οἰκίας καὶ γονέων καὶ παρ' αὐτῶν τῶν μελλόντων με προσκυνεῖν ἀνῃρέθην.
 [00629]  Τέλος καὶ τῆς πατρίδος καὶ τῆς οἰκείας χώρας ἁπάσης ἐξέπεσεν ἐκείνης, παρὰ βαρβάροις τοῖς πολεμίοις καὶ ἐχθροτάτοις διατρίβων καὶ δουλείας χαλεπωτέραν ὑπομένων ζωήν·
 [00670]  καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.
 [00792]  Οὐ γὰρ δι' ἀνθρώπων ἠλαύνετο, ἀλλ' αὐτὸς ὁ ἀρχέκακος δαίμων ἐπιθέμενος καὶ πάντα αὐτοῦ τὰ μηχανήματα κινήσας, οὕτως ἦλθεν ἐπ' αὐτὸν, ἀπελάσας αὐτὸν καὶ οἰκίας καὶ πατρίδος καὶ εἰς τὴν κοπρίαν ἐξαγαγών, χρημάτων ἐκβαλὼν πάντων, κτημάτων, παίδων, αὐτῆς τοῦ σώματος τῆς ὑγιείας καὶ λιμῷ παραδοὺς χαλεπωτάτῳ·
 [00991]  Οἱ μὲν γὰρ ἐμαστιγώθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεβλήθησαν, οἱ δὲ ἁλύσεις ὡς κακοῦργοι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσον, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ τῇ γνώμῃ.
 [01021]  ἕτεροι, οἱ μὲν πατρίδος, οἱ δὲ καὶ αὐτῆς ἐξεβλήθησαν τῆς ζωῆς.
 [01112]  Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων.
000-00-00 Serial Number=0771980941
Ad populum Antiochenum Ante [Go Back]  
 [00393]  Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε·
 [00510]  Οὐδὲν πατρίδος γλυκύτερον, ἀλλ' οὐδὲν πικρότερον νῦν γέγονε·
 [01501]  εἰ μὴ τῆς κάτω πατρίδος ἐξέπεσον, οὐκ ἂν ἔγνωμεν τῆς ἄνω πολιτείας αὐτῶν τὴν ἀρετήν·
 [01782]  Ἀλλὰ τῆς πατρίδος ἐκβαλεῖ;
000-00-00 Serial Number=0463518262
Ad viduam juniorem Ante [Go Back]  
 [00130]  καί τινα τῶν παρ' ἐκείνοις βασιλέων εἰπεῖν φασιν ὅτι τῆς ἀναισχυντίας ἐκπλήττοιτο τοὺς ἡμετέρους στρατιώτας, οἳ μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾶν καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν πατρίδος·
000-00-00 Serial Number=0901052296
Adversus Judaeos Ante [Go Back]  
 [01275]  Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ∆ανιὴλ, καὶ οἱ ἄλλοι ἅπαντες, οἱ ἐπὶ τῆς αἰχμαλωσίας διατρίβοντες, προσεδόκων ἀπολήψεσθαι τὴν ἑαυτῶν πόλιν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τὸ ἔδαφος ὄψεσθαι τῆς πατρίδος, καὶ ἐν τοῖς νόμοις τοῖς προτέροις βιώσεσθαι·
000-00-00 Serial Number=0489512205
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00341]  ἔστω δὲ καὶ πατρίδος τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ μήτε ἐχέτω παῖδας ἑτέρους, μήτε ἕξειν ἐλπιζέτω τοῦ λοιποῦ, ἀλλ' ἐν τούτῳ σαλευέτω μόνον·
 [00450]  Σὲ δὲ ἂν τῆς πατρίδος ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν·
 [00458]  Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς·
 [00460]  Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης·
 [00891]  Ἡ μὲν γὰρ ἐκείνων ὠμότης μέχρι δουλείας καὶ ἀναστατώσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος καὶ τῶν τοῦ σώματος ἕστηκε κακῶν, ὑμεῖς δὲ αὐτὴν καταδουλοῦτε τὴν ψυχὴν, καὶ καθάπερ τινὰ αἰχμάλωτον δήσαντες, οὕτω δαίμοσι πονηροῖς καὶ ἀγρίοις καὶ τοῖς ἐκείνων παραδίδοτε πάθεσιν.
 [01606]  Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ λόγοις μὲν πέμποντας, πολὺν χρόνον καὶ τῆς πατρίδος ἐξορίζειν [47.380] αὐτοὺς, καὶ τέχνην βάναυσόν τινα ἢ καὶ ἑτέραν φαυλοτέραν μανθάνειν μέλλουσιν ἄβατον καθιστάναι τὴν οἰκίαν, ἐν διδασκάλου οἰκίᾳ καὶ ἀριστᾷν καὶ καθεύδειν κελεύοντας·
000-00-00 Serial Number=0708446443
Catechesis de juramento Ante [Go Back]  
 [00149]  καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ.
000-00-00 Serial Number=0036201835
De Anna i Ante [Go Back]  
 [00396]  Ἐξέπεσέ ποτε τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευσε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε·
 [00968]  Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρίδος ἐφίεσθαι τῆς ἀεὶ μενούσης.
000-00-00 Serial Number=0286761343
De Davide et Saule Ante [Go Back]  
 [00038]  Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε·
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
 [00158]  Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν·
000-00-00 Serial Number=0271105766
De Lazaro Ante [Go Back]  
 [01193]  οὐχὶ τῆς πατρίδος ἐξέπεσεν;
 [01504]  ἀπάτη τὰ ὀνείρατα ἐκεῖνα ἦν, ἐξέπεσον τῆς πατρίδος, ἀπεστερήθην ἐλευθερίας·
000-00-00 Serial Number=0797503650
De confessione pretiosae crucis Ante [Go Back]  
 [00052]  ∆ιὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ
000-00-00 Serial Number=0717516541
De fato et providentia Ante [Go Back]  
 [00094]  Καθάπερ ἐν πολέμῳ στρατιώτας γενναίους, καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῆς πατρίδος ἑτοίμους ὄντας ἐπιδοῦναι, τῶν ἐχθρῶν τις ἰδὼν, καὶ μὴ δυνηθεὶς [50.754] ἑτέρῳ καταβλάψαι τρόπῳ, μηδὲ ἀποστῆσαι τῆς ὑπὲρ τοῦ βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι περιγενέσθαι, ἑτέρως λυμήναιτο, πείθειν ἐπιχειρῶν ὡς εἰκῆ καὶ μάτην καὶ ἐπ' οὐδενὶ τοσοῦτον ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦσαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν, ὥστε διὰ πάντων τούτων ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμαλώτους λαβεῖν·
000-00-00 Serial Number=0647358239
De gloria in tribulationibus Ante [Go Back]  
 [00041]  καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο, οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ πανταχόθεν νιφάδων πυκνότερα περιειστήκει τὰ κακά·
000-00-00 Serial Number=0225692034
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00515]  Οὐκ ἀπὸ πατρίδος, οὐκ ἀπὸ ἔθνους.
 [00552]  Ὅταν γὰρ ἴδῃς τὰ ἐναντία τούτων συνδραμόντα, καὶ πλοῦτον, καὶ εὐγένειαν, καὶ πατρίδος μέγεθος, καὶ ῥητο ρείας δεινότητα, καὶ ἄδειαν καὶ θεραπείαν πολλήν, καὶ εὐθέως σβεσθέντα τὰ καινοτομηθέντα, τούτους δὲ ἀπὸ τῶν ἐναντίων περιγενομένους, τί τὸ αἴτιον, εἰπέ μοι;
 [00606]  οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσον, καὶ πλέον μιᾶς γυναικός, οὐδενὸς ἑτέρου περιεγένοντο·
 [00608]  Καίτοι οὐδὲν ἦν τότε τὸ ἐμποδίζον, οὐ κίνδυνος, οὐκ ἰδιωτεία, ἀλλὰ καὶ δεινοὶ λέγειν ἦσαν, καὶ χρημάτων εὐπόρουν, καὶ τῆς παρὰ πᾶσι βοωμένης πατρίδος ἐτύγχανον ὄντες·
000-00-00 Serial Number=0074613988
De patientia sermo 1 Ante [Go Back]  
 [00296]  οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλάδος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν·
000-00-00 Serial Number=0713578105
De sacerdotio Ante [Go Back]  
 [00011]  οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.
000-00-00 Serial Number=0426995814
De sancta Droside martyre Ante [Go Back]  
 [00149]  ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας·
000-00-00 Serial Number=0833312511
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00049]  Τὸ μὲν γὰρ σῶμα ἐπὶ τῆς πατρίδος ἵδρυτο·
000-00-00 Serial Number=0662152946
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02446]  Καὶ, εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα καὶ πεπραχότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρίδος δῆλον, παραγάγω εἰς μέσον.
 [04680]  Ἐξέπεσέ ποτε καὶ ὁ μακάριος ∆αυῒδ τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπεν·
 [04694]  Ἠθέλησε καὶ ὁ Μωϋσῆς ἀδικουμένῳ βοηθῆσαί τινι, καὶ περὶ τῶν [63.713] ἐσχάτων ἐκινδύνευσε, καὶ τῆς πατρίδος ἐξέπεσε·
 [06637]  Οὗτος ἐπανέστη ποτὲ τῷ πατρὶ, καὶ τῆς βασιλείας αὐτὸν καὶ τῆς οἰκίας καὶ τῆς πατρίδος ἐκβαλὼν, ἀντ' ἐκείνου κατέσχεν ἅπαντα·
 [06952]  Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ [63.779] τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας;
 [06980]  Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν·
 [09375]  ∆ιὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης, καὶ τῶν αἰωνίων ἀγαθῶν.
 [09748]  Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι·
 [09999]  οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι;
 [09999]  Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ ὁ κληρονομίαν ἀπολέσας, δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι·
000-00-00 Serial Number=0969760060
Epistula ad Cyriacum Ante [Go Back]  
 [00044]  Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν, ᾄδοντες, εὐχαριστηρίους ἀναπέμποντες αἴνους, ὑπὲρ ὧν ἐδέθησαν, τό γε τῶν ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρων διέτριβον γῇ·
 [00697]  Καὶ οἱ μὲν ἀδελφοὶ οἱ μέλλοντές με προσκυνεῖν τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ, ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν μετὰ τυμβωρύχων, λῃστῶν, βαλαντιοτόμων ἐνταῦθα δέδεμαι οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν, θορύβων ἀπηλλαγμένος καὶ πραγμάτων.
000-00-00 Serial Number=0852053463
Epistulae Ante [Go Back]  
 [00456]  καὶ μηδὲ τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι.
 [01414]  καὶ μηδὲ τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι.
 [03619]  Μικρᾶς οἴεσθε παρακλήσεως ἡμᾶς δεῖσθαι, μητρὸς καὶ ἀδελφῆς κεχωρισμένους, πατρίδος ἐκπεπτωκότας, χορὸν τοσούτων γνησίων οὐ δυναμένους βλέπειν, ἐρημίαν οἰκοῦντας πάσης ἐρημίας χαλεπωτέραν, Ἰσαύρων φόβῳ πολιορκουμένους;
000-00-00 Serial Number=0227329016
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00157]  ᾖδόν τε εὐχαριστηρίους ἀναπέμποντες ὕμνους ὑπὲρ ὧν ἐδέθησαν, ὑπὲρ ὧν ἐκάησαν, τό γε ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ διέτριβον γῇ·
 [00622]  Ἐδεδοίκεισαν γὰρ μὴ καὶ τῇ πόλει προσβάλωσι καὶ πάντες ἦσαν ἐν φόβῳ, πάντες ἐν ἀγωνίᾳ, περὶ αὐτοῦ τοῦ ἐδάφους τῆς πατρίδος κινδυνεύοντες, ὡς καὶ αὐτοὺς τοὺς πρεσβύτας τὴν φυλακὴν τῶν τειχῶν μεταχειρίζεσθαι.
 [01059]  οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν θορύβων ἀπαλλαττόμενος καὶ πραγμάτων, ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ πάλιν βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα διαδέχεται.
 [01222]  Ἐξέπεσες πατρίδος, οἰκίας, φίλων, συγγενῶν·
 [01359]  Ἴσμεν γὰρ ὅτι οὔτε τὸ πατρίδος ἐκπεσεῖν, οὔτε τὸ χρημάτων ὑπομεῖναι ζημίαν τοῦτο δὴ τὸ πολλοῖς ἀφόρητον , οὐχ ὕβρις, οὐκ ἄλλη τις τοιαύτη θλῖψις διαταράξαι σε δυνήσεται.
 [01389]  Ἀλλὰ πατρίδος ἐκβολῇ καὶ οἰκίας;
 [01440]  Οὐ τὸ χρήματα ἀφαιρεθῆναι, κἂν πάντων τις γυμνωθῇ τῶν ὄντων, οὐ τὸ τιμῆς ἐκπεσεῖν, οὐ τὸ πατρίδος ἐκβληθῆναι καὶ πρὸς τὴν ὑπερορίαν ἀπενεχθῆναι, οὐ τὸ πόνῳ καὶ ἱδρῶτι κατατείνεσθαι, οὐ τὸ δεσμωτήριον οἰκεῖν καὶ ἅλυσιν περικεῖσθαι, οὐκ ὀνειδισμοὶ καὶ λοιδορίαι καὶ σκώμματα·
000-00-00 Serial Number=0722535074
Expositiones in Psalmos Ante [Go Back]  
 [01502]  καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πατρίδος ἐκβαλὼν, αὐτὸς ἀντ' ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο·
 [01766]  ἀλλ' ἐφιλοσόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλίνου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλλον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευθερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπι [55.88] βουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν.
 [02681]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [04444]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [06526]  Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν, καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ' ὑπὲρ νόμου καὶ πο [55.168] λιτείας ἐμάχοντο πατρῴας·
 [06552]  τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν·
000-00-00 Serial Number=0311318755
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03072]  ἐννόησον γὰρ οἷον ἦν ἀπάγε [64.889] σθαι αὐτοὺς αἰχμαλώτους, καὶ πατρίδος στερίσκεσθαι.
 [04120]  κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.
 [04136]  ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι·
 [05444]  Πᾶσαν αὐτῷ τὴν οἰκουμένην ἀνοίγνυσιν, ὅπερ οὐκ εἶχεν ὅτε ἐπὶ τῆς πατρίδος ἦν.
 [05890]  Τοῦτο αὐτῶν ἔγκλημα, τὸ τῆς πατρίδος ἐπιλαθέσθαι.
000-00-00 Serial Number=0509262145
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00102]  Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν·
 [00179]  τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐ [63.500] ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι·
000-00-00 Serial Number=0460048676
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00051]  Καὶ γὰρ κελευόμενος ἐξελθεῖν ἀπὸ τῆς πατρίδος, καὶ ἀφεῖναι οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ ἐλθεῖν ἐπὶ τὴν ἀλλοτρίαν, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ συμπαθείᾳ κατεσχέθη, οὐδὲ ἐλογίσατο πρὸς αὑτὸν καὶ εἶπεν·
 [00060]  Ἐξελθὼν δὲ ἀπὸ τῆς πατρίδος ὁ μακάριος [63.503] οὗτος Ἀβραὰμ, καὶ ἐν ἀλλοτρίᾳ καλύβην πηξάμενος, ἀποστολικὰ πάλιν παραγγέλματα διὰ τῶν ἔργων ἐπεδείξατο.
000-00-00 Serial Number=0661338985
In Acta apostolorum Ante [Go Back]  
 [01472]  Οὐκ αἰσχύνεσθε, εἰπέ μοι, ἐπὶ τῷ ὀνόματι τῆς πατρίδος τοῦ νενικηκότος ὑμᾶς;
 [04353]  Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς;
 [07822]  Πρότερον εἶπεν αὐτοῦ τὸ κατόρθωμα, καὶ τότε θαῤῥεῖ περὶ τῆς αὐτοῦ πατρίδος εἰπεῖν·
 [08230]  Οὐδεὶς γὰρ χρημάτων ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος·
 [09999]  Ἐπεβούλευσε τῷ τούτου πατρὶ ὁ θεῖος ὁ τούτου, καὶ τῆς πατρίδος ἐξήλασε·
000-00-00 Serial Number=0834018350
In Isaiam Ante [Go Back]  
 [01111]  ἐπὶ δὲ τῆς πατρίδος καὶ πρὸς τὸ μεῖζον ᾔρετο.
 [01346]  εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις·
000-00-00 Serial Number=0173829377
In Joannem Ante [Go Back]  
 [00150]  Ποίας οὖν ἦν πατρίδος;
000-00-00 Serial Number=0018348932
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00097]  βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης.
000-00-00 Serial Number=0580432355
In catechumenos Ante [Go Back]  
 [00071]  πόσοι τῆς ἑαυτῶν χωρισθέντες πατρίδος τὸ τοῦ θανάτου ἐδέξαντο σύνθημα, καὶ οὐδὲ τῆς κοινῆς ταφῆς ἠξιώθησαν;
000-00-00 Serial Number=0544755816
In catenas sancti Petri Ante [Go Back]  
 [00028]  Τὰ μὲν οὖν περὶ γεννήσεως καὶ πατρίδος καὶ τῶν περιαγαγόντων πατέρων παρείσθω τὰ νῦν·
000-00-00 Serial Number=0887564242
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01812]  ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην.
000-00-00 Serial Number=0589302540
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01007]  Εἰ δὲ ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων;
 [01586]  ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν.
 [02015]  Τὸν γὰρ πιστεύοντα ἔδει εὐθέως δημεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων μισεῖσθαι, κοινὸν εἶναι πολέμιον καὶ ἰδίοις καὶ ἀλλοτρίοις.
000-00-00 Serial Number=0981096923
In epistulam ad Colossenses Ante [Go Back]  
 [04256]  μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν.
000-00-00 Serial Number=0252185941
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01390]  ∆είκνυσιν ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς διωκομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων ἀποστερουμένους, ἥδιον διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων τῶν ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων, τῶν μηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουμένων·
 [01404]  Τί γὰρ, εἰπέ μοι, χρημάτων ζημίαν ἀπειλήσει καὶ ἀτιμίαν καὶ πατρίδος ἔκπτωσιν;
 [06675]  Τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται.
 [06773]  Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος, ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι·
 [07291]  οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος, τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι;
 [08098]  καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι.
000-00-00 Serial Number=0287002385
In epistulam ad Philemonem Ante [Go Back]  
 [00401]  μετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόμεθα, εἰς αἰχμαλωσίαν ἤχθημεν, πατρίδος ἐξεπέσομεν, ἐλευθερίας, τῶν πατρῴων ἁπάντων, αἰχμάλωτοι καὶ δοῦλοι γεγόναμεν, βασιλεῖ βαρβάρῳ δουλεύομεν.
000-00-00 Serial Number=0075802565
In epistulam ad Romanos Ante [Go Back]  
 [03666]  ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόμενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις·
 [03693]  Ἀλλ' ὁ μὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συμμαχίαν ἕτοιμος ὢν, καὶ ἀχείρωτος μένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡμῖν, δεῖ δὲ λοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ μεταχειριζομένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι.
 [09999]  Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις.
000-00-00 Serial Number=0717153490
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00417]  Ἀλλὰ μὴ τῆς πατρίδος ἐκπέσῃ;
 [00440]  Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον·
000-00-00 Serial Number=0707346320
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00338]  Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ' ἑκάστην ταλαιπωρούμενος ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον.
000-00-00 Serial Number=0181531012
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00382]  Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον·
000-00-00 Serial Number=0862187386
In omnes sanctos Ante [Go Back]  
 [00047]  οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ·
000-00-00 Serial Number=0198086917
In principium Actorum Ante [Go Back]  
 [00033]  Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ.
000-00-00 Serial Number=0994282365
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00053]  Ἐκεῖνοι μὲν γὰρ τῆς πατρίδος αὐτὸν ἐξήλασαν ὡς ἀτιμάζοντες·
 [00102]  Καὶ γὰρ καὶ τῆς πατρίδος αὐτὸν ἐξήλασαν, καὶ πρὸς τὴν ὑπερορίαν μετέστησαν, καὶ πολλὰ ἕτερα κατὰ τοῦ μακαρίου ἐκίνησαν τότε ἐκείνου, δίκαιον μὲν οὐδὲν ἔχοντες ἐγκαλεῖν, ὅτι δὲ ἀκούσας τοῦ Παύλου λέγοντος, Ἐσε βάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἔφυγε τὸ ἀσέβημα, καὶ τὴν παρανομίαν ἔδεισεν·
000-00-00 Serial Number=0381513894
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00152]  Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι.
000-00-00 Serial Number=0329865694
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00104]  Ποίας εἶ πατρίδος;
000-00-00 Serial Number=0842171133
In sanctum Romanum Ante [Go Back]  
 [00068]  Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ' ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν.
000-00-00 Serial Number=0170672297
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00285]  Τὰ γὰρ ἐπαγγελλόμενα τελείως κατανοήσας, πλέον πρὸς τὴν ἔξοδον τῆς πατρίδος ἐσπούδαζεν.
000-00-00 Serial Number=0776416361
Laus Diodori episcopi Ante [Go Back]  
 [00056]  ἀλλὰ καὶ οὗτος πολλάκις τῆς πατρίδος ἐξέπεσε διὰ τὴν ὑπὲρ τῆς πίστεως παῤῥησίαν, πολλάκις δὲ καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει.
000-00-00 Serial Number=0622941494
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00091]  Καίτοι οὐδὲ χρήματα αὐτῷ παρῆν, οὐ γένους περιφάνεια, οὐ πατρίδος μέγεθος, οὐ λόγων δεινότης, οὐ γλῶττα ἠκονημένη, οὐκ ἀνδραπόδων ἀγέλαι, οὐκ εὐνούχων ἑσμὸς, οὐκ οἰκία χρυσόροφος, οὐχ ἱμάτια σηρικὰ, οὐ τράπεζα τρυφὴν ἔχουσα, οὐκ ἄλλο τι τῶν δοκούντων εἶναι πολλοῖς μακαριστῶν, ἀλλὰ πενία ἡ ἐσχάτη·
 [00102]  καὶ γὰρ καὶ πένης ἦν ἐκεῖνος, πάντων ἀνθρώπων πενέστερος, καὶ τὴν ἔρημον ᾤκει, καὶ ἐκ προγόνων ἄσημος καὶ ἐκ πατρίδος καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων.
000-00-00 Serial Number=0779594123
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00029]  Καὶ ὁ μὲν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, ὁ δὲ τοὺς τῆς πατρίδος ἐκπεσόντας καὶ πρὸς τὴν ὑπερορίαν μεταστάντας, ἄλλος τοὺς ἐλευθερίας ἐκπεπτωκότας, ἕτερος τοὺς ὑπὸ πολεμίων ἁρπαγέντας καὶ γενομένους αἰχμαλώτους, ἕτερος τὸν καταποντισθέντα ἢ καέντα, ἄλλος τὸν ὑπὸ οἰκίας καταχωσθέντα θρηνοῦσι καὶ ὀλοφύρονται·
 [00079]  τί δὲ τὸ τῆς πατρίδος ἐκπεσεῖν;
 [00162]  καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι.
 [00342]  οὐχὶ νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν αἰχμαλωσίαν καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν καὶ πατρίδος καὶ οἰκίας καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν καὶ προσφορῶν καὶ σπονδῶν καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν;
 [00371]  ἀλλὰ τότε μειζόνως εὐδοκίμησαν ἢ ὅτε τούτων ἀπήλαυον ἐπὶ τῆς πατρίδος τῆς ἑαυτοῦ.
 [00379]  Οὕτως οὖν, ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ' ἑτέρου βλαβῆναι δυνήσεται οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα εἰ γὰρ αἰχμαλωσία καὶ δουλεία καὶ μόνωσις καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων καὶ θάνατος καὶ ἐμπρησμὸς καὶ στρατόπεδον τοσοῦτον καὶ τύραννος οὕτως ὠμὸς, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους αἰχμαλώτους, δούλους, ξένους, ἐπ' ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετήν, ἀλλὰ καὶ μείζονος αὐτοῖς παρρησίας γέγονε πρόφασις ἡ ἐπιβουλή, τί τὸν νήφοντα παραβλάψαι δυνήσεται;
 [00394]  Εἰς ὑπερορίαν ἀπηνέχθης, τῆς πατρίδος ἐξεβλήθης;
000-00-00 Serial Number=0158452153
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00068]  ∆ιὰ τοῦτο αὐτόν, ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν.
 [00081]  τίνα δὲ ἄλλον ἀλλ' ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον καὶ διὰ τῆς πατρίδος καὶ τῆς οἰκουμένης ἁπάσης;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»