Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πενία [204]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πενία


000-00-00 Serial Number=0157185912
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00222]  Ἀλλὰ πενία;
000-00-00 Serial Number=0577129424
Ad illuminandos catecheses Ante [Go Back]  
 [00393]  Οὔτε γὰρ πενία, οὔτε ἀῤῥωστία, οὔτε σώματος πήρωσις, οὐ δουλεία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ἐμπόδιον πρὸς ἀρετὴν γένοιτ' ἄν ποτε.
 [00399]  μήτι σοι πρὸς τοῦτο τὰ δεσμὰ καὶ ἡ πενία καὶ τὸ ἄτιμον εἶναι ἐμπόδιον γέγονε;
 [00404]  οὐδὲ γὰρ ἐνταῦθα ἡ πενία κώλυμα γίνεται.
 [00461]  Καὶ γὰρ πενία πλούτου, καὶ ἐργασία ἀργίας πρὸς εὐλάβειαν ἡμῖν ἐπιτηδειότερον, ὡς ὅ γε πλοῦτος τοῖς μὴ προσέχουσι καὶ ἐμπόδιον γίνεται.
 [00462]  Ὅταν γὰρ ὀργὴν δέῃ ἀφεῖναι, ὅταν σβέσαι φθόνον, ὅταν χαλᾶσαι θυμὸν, ὅταν εὐχὴν ἐπιδείξασθαι, ὅταν ἐπιείκειαν καὶ πραότητα, ὅταν φιλοφροσύνην καὶ ἀγάπην, ποῦ γένοιτ' ἂν κώλυμα ἡ πενία;
000-00-00 Serial Number=0440040588
Ad populum Antiochenum Ante [Go Back]  
 [00848]  Μέγα κτῆμα πενία τοῖς φιλοσόφως αὐτὴν φέρουσι, θησαυρὸς ἄσυλος, βακτηρία ἰσχυροτάτη, κτῆσις ἀνεπηρέαστος, καταγώγιον ἀνεπιβούλευτον.
 [00871]  Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους.
 [01208]  Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ τοῦ δήμου ῥύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μηδέποτε τοιαῦτα τολμήσειν λοιπὸν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο·
 [01619]  Εἶδες πόσον πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ;
 [01646]  Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος.
 [02594]  Τί [49.100] γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία τοσαύτη ᾖ;
 [03852]  καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα.
 [04351]  Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας·
 [04355]  πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος.
 [04357]  πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν ἐθέλωμεν.
 [04371]  Οὔτε γὰρ πλοῦτος κακὸν, οὔτε πενία ἁπλῶς·
 [04376]  τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτέ.
000-00-00 Serial Number=0170581996
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00036]  Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν, παρατροπὴ λογισμῶν, ἐρημία διανοίας, πενία συνέσεως.
 [00166]  Ἀλλ' ὢ τῆς θείας χάριτος! οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ, καὶ οὐδὲν ὠφέλησεν ὁ πλοῦτος τὸν ἔχοντα ἐκτὸς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν μετὰ θάῤῥους τῷ ἁγίῳ θυσιαστηρίῳ.
000-00-00 Serial Number=0958633065
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00031]  ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε, καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν.
 [00098]  ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων.
000-00-00 Serial Number=0842953980
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01372]  Καὶ γὰρ ἄρχοντος δυσμένεια, καὶ φθόνος τῶν ὁμοτέχνων, καὶ καιρῶν δυσκολία, καὶ φίλων ἐρημία, καὶ πενία πολλάκις τοῦ τέλους ἐξέκρουσεν.
000-00-00 Serial Number=0882068872
Commentarius in Job Ante [Go Back]  
 [00105]  ὅρα αὐτὸν καὶ ἐν πενίᾳ, ἵνα μὴ νομίσῃς πάλιν, ὅτι ἡ πενία αἰτία ἀγνωμοσύνης.
 [00897]  ἡ γὰρ πενία χαλεπὸν μὲν καὶ ἐν ὑγείᾳ, ὅταν δὲ καὶ ἀρρωστία προσῇ καὶ ἀρρωστία πολλῶν δεομένη τῶν θεραπευσόντων, ἀφορητότερον γίνεται τὸ δεινόν.
000-00-00 Serial Number=0375991285
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00014]  βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν.
000-00-00 Serial Number=0997922778
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00232]  Ἥ τε γὰρ πενία καὶ τὸ μηδὲν ὅλως ἔχειν ἐπιτρίβει τοῦ σώματος αὐταῖς τὰ νοσήματα·
 [00233]  αὐτή τε ἡ πενία πάλιν ὑπὸ τούτων χαλεπωτέρα γίνεται καὶ ἀφορητοτέρα.
 [00335]  Ὁ δὲ τῇ πενιχρᾷ συζῶν ἀργυροκόποις μὲν οὐ διαλέξεται, οὐ γὰρ ἐᾷ, φησίν, ἡ πενία, οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματορράφοις δὲ καὶ ὑφάνταις καὶ ποικιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις.
000-00-00 Serial Number=0008532107
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00054]  Ἀλλ' οὐχ ἡ πενία τοιοῦτον, ἀλλ' ἀπεναντίας τῶν εἰρημένων.
000-00-00 Serial Number=0784992695
De Anna i Ante [Go Back]  
 [00768]  Ταύτης τῆς λειτουργίας οὐκ ἄν ποτε γένοιτο πενία κώλυμα, ἀλλὰ δυνατὸν καὶ τὸν πένητα λειτουργῆσαι ταύτην τὴν λειτουργίαν, καὶ μάλιστα τὸν πένητα, ἅτε πάσης ἀπηλλαγμένον φαντασίας βιωτικῆς·
 [00813]  καὶ οὔτε πενία, οὔτε ἀσχολία, οὔτε ἀσθένεια σώματος, οὐ ποδῶν ἀῤῥωστία, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἐπέχει τὴν ἀκάθεκτον μανίαν·
 [01042]  καὶ ὅτι χρησιμώτατον ἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει πανταχοῦ καὶ ἀσφάλειαν·
 [01163]  Εἰ γὰρ μετὰ τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν.
 [01244]  Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν ἡμᾶς δήξεται·
000-00-00 Serial Number=0718245208
De Christi divinitate Ante [Go Back]  
 [00097]  νόσος, καὶ πενία, καὶ ἐρημία τῶν προστησομένων.
000-00-00 Serial Number=0068084836
De Lazaro Ante [Go Back]  
 [00366]  ∆εινὸν μὲν γὰρ ὄντως καὶ ἡ πενία, καὶ ἴσασιν ὅσοι πεῖραν ταύτης εἰλήφασι·
 [00370]  Ὅτι μὲν γὰρ πᾶσαν πενίαν ἡ τοῦ Λαζάρου πενία τότε ἐνίκησεν, ἔδειξεν εἰπὼν, ὅτι οὐδὲ τῶν ψιχίων ἀπήλαυε τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου·
 [00665]  οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου καὶ πενία καὶ πλοῦτος προσωπεῖα μόνον εἰσίν.
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [00870]  Οὐχ ὁρᾷς τοὺς χαλκοτύπους, τοὺς χρυσοχόους, τοὺς ἀργυροκόπους, τοὺς ἡντιναοῦν μετιόντας τέχνην, ἅπαντα τὰ τῆς τέχνης ἔχοντας ἀπηρτισμένα τὰ ἐργαλεῖα, κἂν λιμὸς ἀναγκάζῃ, κἂν πενία θλίβῃ, πάντα αἱρουμένους ὑπομεῖναι μᾶλλον, ἢ τῶν τῆς τέχνης ὀργάνων ἀποδόσθαι τι, καὶ διατραφῆναι;
 [01053]  Κἂν γὰρ πενία μὴ ἐνοχλῇ, ἀλλ' ἐπιθυμία ἐνοχλεῖ, καὶ διὰ ταύτης κατέχεται, καὶ οὐ μικρὸς ἐν τούτῳ ὁ πόνος·
 [01129]  ∆ιὰ γὰρ τοῦτο καὶ ταύτην ἀνέγνωμεν τὴν παραβολὴν, ἵνα μάθῃς ὅτι τὸν μὲν ῥᾳθυμοῦντα οὐδὲ ὁ πλοῦτος ὀνίνησι, τὸν προσέχοντα δὲ οὐδὲ ἡ πενία καταβλάψαι δύναται.
 [01130]  Καὶ τί λέγω, πενία;
 [01134]  Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν.
 [01135]  Οὐ πενία, ἀλλὰ ἄνοια·
 [01730]  τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν.
 [02179]  τὰ παρόντα θέατρον, τὰ πράγματα ὑπόκρισις, πλοῦτος καὶ πενία, καὶ ἄρχων καὶ ἀρχόμενος, καὶ ὅσα τοιαῦτα·
 [02204]  ἐκεῖνον δὲ τὸν πλούσιον μετὰ τὸν πλοῦτον πενία, μετὰ τὴν τράπεζαν τὴν πλουσίαν κόλασις καὶ τιμωρία, μετὰ τὴν ἄνεσιν ὀδύναι ἀκαρτέρητοι.
 [02752]  ἡ μὲν τρυφὴ πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ πενία καὶ ἡ ἔνδεια στενὴ καὶ τεθλιμμένη.
000-00-00 Serial Number=0757274449
De Lazaro et divite Ante [Go Back]  
 [00081]  Ὁρᾷς, πῶς ἡ πενία μετὰ τὴν ἐντεῦθεν ἔξοδον δορυφόρους ἀγγέλους ἔχει;
000-00-00 Serial Number=0911080122
De Susanna Ante [Go Back]  
 [00004]  ἡ δὲ τοῦ λόγου πενία ἐστένωται·
000-00-00 Serial Number=0473039567
De beato Philogonio Ante [Go Back]  
 [00055]  Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία·
000-00-00 Serial Number=0654531837
De decem millium talentorum debitore Ante [Go Back]  
 [00116]  νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάττει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν.
 [00143]  οὐ γάρ ἐστι κώλυμα πρὸς ἐλεημοσύνην [51.23]πενία.
000-00-00 Serial Number=0695443213
De diabolo tentatore Ante [Go Back]  
 [00623]  ἀλλὰ κἂν ἁπάντων πτωχότερον βιοῖς, καὶ ὀργὴν ἀφεῖναι καὶ ταπεινοφρονῆσαι δυνήσῃ, καὶ εὔξασθαι ἐκτενῶς, καὶ καταγνῶναι τῶν ἡμαρτημένων, καὶ οὐδαμοῦ κώλυμα ἡ πενία γίνεται.
 [00624]  Καὶ τί λέγω ἐνταῦθα, ὅπου οὐδὲ ἐν ἐκείνῃ τῇ ὁδῷ τῆς μετανοίας, ἐν ᾗ χρήματα καταβαλεῖν ἔστι τὴν ἐλεημοσύνην λέγω, οὐδὲ ἐκεῖ κωλύει τι πρὸς ἐντολὴν ἡμᾶς ἡ πενία;
000-00-00 Serial Number=0254044533
De eleemosyna [2] Ante [Go Back]  
 [00014]  καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν.
 [00050]  Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς καλῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσι;
000-00-00 Serial Number=0221734226
De fato et providentia Ante [Go Back]  
 [00010]  ἀλλ' εἰ πενία κακὸν καὶ ἀφόρητον, τὸν ἐν πλούτῳ ζῶντα οὐδέποτε ἐχρῆν ἀλύειν·
 [00058]  Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ ἀρετὴ μόνον, οὐ πλοῦτος, οὐ χρήματα, οὐχ ὑγίεια, οὐ δυναστεία, οὐκ ἄλλο οὐδὲν, καὶ ὡς οὐδὲν κακὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ κακία μόνον καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς, οὐ πενία καὶ νόσος, καὶ ἐπήρεια, καὶ συκοφαντίαι, καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ, οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο, ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ διήγαγον, οὐκ ἄν ποτε ἐμακάρισαν οὓς ταλανίζειν ἐχρῆν, οὐκ ἄν ποτε ἐταλάνισαν οὓς μακαρίζειν ἔδει, οὐκ ἂν ὡς περὶ ὄντων τῶν ἀνθρώπων διέκειντο.
000-00-00 Serial Number=0325684190
De jejunio et eleemosyna Ante [Go Back]  
 [00089]  ἀλλ' ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται.
000-00-00 Serial Number=0180277169
De paenitentia [1] Ante [Go Back]  
 [00709]  ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὸν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο, ἀλλὰ μετὰ πολλῆς τῆς χαρᾶς αὐτὸν ὑπεδέξατο·
 [00984]  Καὶ γὰρ πενία πολλάκις ἡμῖν ἐπελθοῦσα ἐβάπτισε καὶ ὑποβρυχίους ἡμᾶς ἐποίησε, καὶ πλοῦτος προσγενόμενος, πάλιν ἐφύσησεν ἡμᾶς, καὶ εἰς ἐσχάτην ὀλιγωρίαν ἐνέβαλε.
 [01100]  Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0554669619
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00079]  ἐπεὶ καὶ ἡ χήρα ἐκείνη τότε δύο κατέβαλεν ὀβολοὺς, καὶ τοὺς τῷ πλούτῳ κομῶντας ὑπερηκόντισε, καὶ ἡ ἑτέρα χήρα ἐν δρακὶ ἀλεύρου καὶ ὀλίγῳ ἐλαίῳ τὴν οὐρανομήκη ψυχὴν ἐκείνην ἐξενοδόχησε, καὶ οὐδεμιᾷ τούτων γέγονεν ἡ πενία κώλυμα.
000-00-00 Serial Number=0304478109
De sacerdotio Ante [Go Back]  
 [00721]  καὶ γὰρ ἀκόρεστόν πως κακὸν ἡ ἀκούσιος πενία καὶ μεμψίμοιρον καὶ ἀχάριστον.
 [00779]  Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν·
000-00-00 Serial Number=0373595119
De studio praesentium Ante [Go Back]  
 [00130]  ἀλλ' οὐδὲ ἡ τέχνη, οὐδὲ ἡ πενία γέγονε κώλυμα·
000-00-00 Serial Number=0398116648
De virginitate Ante [Go Back]  
 [01495]  Οὐ γὰρ λίθοι καὶ χρυσὸς οὐδὲ ἱματίων πολυτέλεια οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς ἀλλ' ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραί, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία.
000-00-00 Serial Number=0066434383
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00300]  Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ·
 [00301]  μᾶλλον δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον·
 [04076]  Ἀλλὰ πενία χρημάτων;
 [09999]  Ἀλλὰ πενία, φησὶ, καὶ λιμὸς καταναγκάζει.
000-00-00 Serial Number=0523334205
Epistula ad Cyriacum Ante [Go Back]  
 [00212]  Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία;
 [00348]  Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία;
000-00-00 Serial Number=0704575658
Epistulae Ante [Go Back]  
 [01320]  Τί ἔβλαψεν αὐτὸν ἡ πενία;
 [02278]  Τί ἔβλαψεν αὐτὸν ἡ πενία;
000-00-00 Serial Number=0692528546
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00402]  Τὰ γὰρ δοκοῦντα εἶναι κατὰ τὸν βίον λυπηρὰ καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστὶ πενία καὶ νόσος καὶ παίδων ἀποβολὴ καὶ ἐχθρῶν ἐπανάστασις καὶ φίλων ἀγνωμοσύνη καὶ λιμὸς καὶ σαρκὸς ὀδύναι διηνεκεῖς καὶ λοιδορίαι καὶ συκοφαντίαι καὶ τὸ πονηρὰν κτήσασθαι ὑπόληψιν·
000-00-00 Serial Number=0571138144
Expositiones in Psalmos Ante [Go Back]  
 [00490]  Ταύτῃ οὔτε πενία κώλυμα γίνεται, οὔτε πτωχεία ἐμπόδιον, οὐ τόπος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
 [00618]  ἡ δὲ πενία φιλοσοφίας ἐστὶ μήτηρ·
 [03615]  Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη;
 [05378]  Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη;
 [06474]  Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην·
000-00-00 Serial Number=0095404565
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01321]  Καὶ τί γένοιτο ἂν ἐμπόδιον ἡ πενία;
 [01329]  οὔτε γὰρ πλοῦτος, οὔτε πενία πρὸς τοῦτο ἐμπόδιον.
 [01335]  Εἰ ἡ πενία τούτοις ἐφόδιον γέγονεν, οὐκοῦν ἐκείνους ὁ πλοῦτος ὤφειλε βελτίους ποιῆσαι.
 [01917]  Οὐδὲ ἡ πενία κωλύει τὴν θυσίαν.
 [02356]  Ἀπόντος γὰρ τοῦ φόβου τοῦ Θεοῦ, τὸ μὲν πενία, τὸ δὲ τιμωρία, τὸ δὲ ἀσθένεια δείκνυται.
000-00-00 Serial Number=0979819655
Fragmenta in Job Ante [Go Back]  
 [00391]  Τὰ γὰρ δοκοῦντα κατὰ τὸν βίον εἶναι λυπηρὰ, καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστὶ, πενία, καὶ νόσος, καὶ παίδων ἀποβολὴ, καὶ ἐχθρῶν ἐπανάστασις, καὶ φίλων ἀγνωμοσύνη, καὶ λιμὸς, καὶ σαρκὸς ὀδύναι διηνεκεῖς, καὶ λοιδορίαι, καὶ συκοφαντίαι, καὶ τὸ πονηρὰν κτήσασθαι ὑπόληψιν·
 [00620]  Εἶδες πόσον πενία πλούτου, καὶ νόσος ὑγιείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι, καὶ χρησιμώτερον, καὶ λαμπροτέρους, καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ;
 [00650]  Οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν, ὁ θάνατος·
 [00849]  Καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν, καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης διεταράχθη, καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ.
 [00884]  εἴτε πενία, πενίας ἁπάσης χαλεπωτέρα, εἴτε νόσος, εἴτε καθέδρα, εἴτε τῶν παίδων ἀπώλεια, εἴτε τῶν ὄντων ἁπάντων·
000-00-00 Serial Number=0142431319
Fragmenta in Proverbia Ante [Go Back]  
 [00305]  Παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
 [00309]  ταῦτα δέ ἐστι πενία καὶ ἔνδεια·
 [00310]  ἡ πενία μὲν, στέρησις γνώσεως·
 [00596]  Συντριβὴ δὲ ἀσεβῶν, πενία.
 [00899]  οὔτε πενία, ταπεινοφροσύνης·
000-00-00 Serial Number=0644525528
Homilia de capto Eutropio Ante [Go Back]  
 [00745]  ὧδε πενία, καὶ νόσος, καὶ ἐπιβουλαὶ, ἐκεῖ οὐδὲν τοιοῦτον·
000-00-00 Serial Number=0855955303
In Acta apostolorum Ante [Go Back]  
 [02489]  Τοιοῦτον γὰρ ἡ πενία, καὶ δοῦναι ἀπαγορεύοντας ἐπιμένει καὶ ἀναγκάζει.
 [04375]  Καὶ τί δήποτε φευκτὸν ἡ πενία δοκεῖ, φησίν;
 [04384]  ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβλημένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον.
 [04391]  καίτοι γε εἰ ἡ πενία εὐχείρωτον, ἐκείνους μάλιστα πάντων ἕλκεσθαι ἔδει, ὅσῳ πάντων εἰσὶ πενέστεροι.
 [04395]  Πόσοις τὸ πρᾶγμα καὶ δυσοιώνιστον εἶναι δοκεῖ, ἡ πενία λέγω, καὶ τὸ προσαιτεῖν;
 [08517]  πενία;
 [09229]  ἀλλ' ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται·
 [09999]  μὴ ἡ πενία αἰτία τούτου;
 [09999]  Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία·
 [09999]  Τίς γὰρ οὐκ ἂν μακαρίσειε τὸν φιλόσοφον, καίτοι πενία, καὶ ὅσα τοιαῦτα, ἄθλια εἶναι δοκεῖ;
000-00-00 Serial Number=0006028771
In Joannem Ante [Go Back]  
 [00159]  Ἴστε δὲ ἅπαντες, ὅτι οὐδεὶς χειροτέχνης αἱρήσεται τὸν υἱὸν ποιῆσαι τῆς τέχνης τῆς ἑαυτοῦ κληρονόμον, πλὴν εἰ μὴ σφόδρα καταναγκάζοι πενία·
 [01824]  ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς, πλήρη καὶ ὁλόκληρα ἔχει, κἂν μυρία κωλύῃ πενία.
 [04938]  Τί γὰρ ἔβλαψε τὸν Λάζαρον ἡ πενία καὶ τὸ λιμῷ τήκεσθαι;
000-00-00 Serial Number=0390219986
In decollationem sancti Joannis Ante [Go Back]  
 [00105]  ᾗ οὐδὲν ἐνεπόδιζεν ἡ πενία τῶν χρημάτων, διὰ τὸ πλούσιον τῆς προαιρέσεως;
000-00-00 Serial Number=0171911478
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04073]  Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία;
 [04093]  Τί οὖν ἡ πενία ἐλάττωμα ἔχειν δοκεῖ;
 [04689]  οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης.
000-00-00 Serial Number=0711541593
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00411]  Εἶδες διὰ τῶν πραγμάτων, ὡς οὐδὲν ὁ πλοῦτος ἀγαθὸν, οὐδὲν ἡ πενία κακὸν, ἀλλ' ἀδιάφορά ἐστι πράγματα.
000-00-00 Serial Number=0376037478
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02119]  οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος.
 [02127]  Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα·
 [02201]  οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος.
 [02209]  Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα·
000-00-00 Serial Number=0719891131
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02437]  [61.76] τοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί.
 [02731]  Ὥσπερ οὖν ἡ πενία ἡ κατὰ Θεὸν πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, καὶ τὸ δόξης ὑπερορᾷν δόξης αἴτιον γίνεται·
 [04106]  Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε.
 [07362]  Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται·
 [09503]  Φοβε-ρὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς.
 [09999]  Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπη-ρά.
 [09999]  Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ·
 [09999]  Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις.
 [09999]  μᾶλλον δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον.
 [09999]  καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου.
 [09999]  Ἐρώμεθα οὖν τοὺς ταῦτα ἡμῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου;
 [09999]  Ἔστι δὲ καὶ πενία παρ' αὐτοῦ ἡ ἐπαι-νετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων·
000-00-00 Serial Number=0113806248
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00550]  μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον.
 [00860]  Τί δὲ τὰ ἐναντία, πενία, ἀτιμία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν;
 [00879]  Πολλάκις δὲ καὶ πενία τοῦτο ποιεῖ·
 [00882]  Μᾶλλον δὲ οὐ πλοῦτος, οὐδὲ πενία, ἀλλ' ἡ μὴ δυναμένη τούτοις ἑκατέροις προαίρεσις χρήσασθαι.
 [01658]  ∆ύο ταῦτα μάλιστα ἐλυμαίνετο αὐτοὺς, πενία καὶ ἀθυμία, ἃ καὶ πάντας ἀνθρώπους.
 [02872]  Ἀλλὰ πενία συνήντησε χρημάτων;
000-00-00 Serial Number=0343132675
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01917]  Τοῖς γὰρ μὴ ῥυθμισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία.
 [02355]  πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων.
000-00-00 Serial Number=0359438062
In epistulam ad Colossenses Ante [Go Back]  
 [04126]  Μὴ γὰρ ἡ πενία κωλύει;
000-00-00 Serial Number=0385167897
In epistulam ad Ephesios Ante [Go Back]  
 [00459]  ἡ γὰρ πενία τοῦτο ποιεῖ.
 [00460]  Ἡ πενία ἐργάζεσθαι μᾶλλον ἀναγκάζει, οὐ κλέπτειν.
 [00461]  Ἡ πενία τοίνυν τοὐναντίον ποιεῖ·
 [00462]  τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν.
 [05114]  κἂν νόσος ᾖ, κἂν πενία.
 [05232]  Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία.
 [05819]  ∆ιδασκέτω αὐτὴν, ὅτι πενία κακὸν οὐδέν·
 [05905]  Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασιλέων καὶ πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον·
 [06675]  πενία αὐτὸν καμεῖν ποιήσει;
000-00-00 Serial Number=0521540403
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02297]  Καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ' ἡμῖν καύχημα·
000-00-00 Serial Number=0159236848
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00692]  μᾶλλον δὲ οὐδὲ πλοῦτος, οὐδὲ πενία καθ' ἑαυτὸ καλὸν, ἀλλὰ παρὰ τοὺς χρωμένους τούτῳ γίνεται.
 [05545]  Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία, [63.137] ἢ ὁ πλοῦτος;
 [05562]  οὐκ ἔστι πενία ἡ ποιοῦσα ταπεινὸν, ἀλλὰ πλοῦτος ὁ πολλῶν δεῖσθαι καταναγκάζων, κα
 [05572]  Ὁρᾷς ὅτι τοῦτο μᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία;
 [05575]  Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον.
 [05589]  Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ πενία·
 [08358]  Μὴ ἔστω, φησὶ, πενία·
 [09607]  πάντα φέρωμεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον·
 [09903]  ἐπαγέσθω πενία, νόσος, ὕβρεις, λοιδορίαι, σκώμματα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισμῶν καὶ ὕβρεων·
000-00-00 Serial Number=0043205619
In epistulam ad Philippenses Ante [Go Back]  
 [00679]  Οὐδὲν ἐκεῖνον ἔβλαψεν ἡ πενία πρὸς τὸ βασιλείας τυχεῖν·
 [00725]  Μάλιστα μὲν οὐχ ἡ πενία τοῦτο ποιεῖ, ἀλλ' ἡ κακία.
 [00727]  Ὅπερ γὰρ ἐπὶ σοῦ ἡ πενία, τοῦτο ἐπ' ἐκείνου ὁ πλοῦτος ἔχει.
 [00738]  Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ' ἡ ἡμετέρα προαίρεσις;
 [00740]  Ἂν αὕτη καλῶς ᾖ διακειμένη, οὔτε πλοῦτος ἡμᾶς ἐκβαλεῖν τῆς βασιλείας δυνήσεται, οὔτε πενία ποιήσει ἔλαττον ἔχειν·
 [03433]  οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ' ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ μοχθηρά.
 [04002]  ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος.
 [04014]  οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι·
 [04052]  Ἀλλὰ πενία;
 [04375]  Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνατος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται.
000-00-00 Serial Number=0187624991
In epistulam ad Romanos Ante [Go Back]  
 [03198]  ὅταν δὲ καὶ Θεοῦ πόθος ᾖ, πάντων ἐστὶν ὑψηλότερος, καὶ οὔτε πῦρ, οὐ σίδηρος, οὐ πενία, οὐκ ἀῤῥωστία, οὐ θάνατος, οὐκ ἄλλο τι τῶν τοιούτων φανεῖται δεινὸν τῷ τοιοῦτον κεκτημένῳ τὸν ἔρωτα, ἀλλὰ πάντων καταγελάσας, πρὸς τὸν οὐρανὸν πτήσεται, καὶ τῶν ἐκεῖ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται, οὐδὲν ἕτερον ὁρῶν, οὐκ οὐρανὸν, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ πρὸς ἓν μόνον κάλλος τεταμένος τὸ τῆς δόξης ἐκείνης·
 [05654]  Κἂν γὰρ θλῖψις, κἂν πενία, κἂν δεσμωτήρια, κἂν λιμοὶ, κἂν θάνατοι, κἂν ὁτιοῦν ἕτερον ἐπείη, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ταῦτα πάντα μεταβαλεῖν·
 [07751]  καὶ γὰρ καὶ τὴν ἐμπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία.
 [08096]  Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται·
000-00-00 Serial Number=0802889824
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00191]  ∆ιὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν·
000-00-00 Serial Number=0499026477
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00143]  Ἡ πενία δοκεῖ μὲν πολλοῖς εἶναι κακὸν, οὐκ ἔστι δέ·
 [00157]  Πάλιν ἡ πενία εἰ κακὸν ἦν, ἔδει τοὺς ἐν πενίᾳ ἅπαντας εἶναι κακούς·
 [00158]  εἰ δὲ πολ λοὶ τῶν ἐν πενίᾳ ὄντων τῶν οὐρανῶν ἐπελάβοντο οὐκ ἄρα ἡ πενία κακόν.
 [00172]  καὶ οὔτε τοῦτον, οὔτε ἐκεῖνον πλεονέκτην ὁ πλοῦτος ἐποίησεν, ὥσπερ οὐδὲ βλάσφημον οὔτε ἐκεῖνον, οὔτε τὸν Λάζαρον ἡ πενία·
 [00175]  Ἄρα τῶν μέσων ταῦτά ἐστι, πενία καὶ πλοῦτος, ὑγίεια καὶ νόσος, καὶ ζωὴ καὶ θάνατος, δόξα καὶ τιμὴ, δουλεία καὶ ἐλευθερία, καὶ ὅσα τοιαῦτα·
 [00252]  Ὁρᾷς ὅτι οὐ κακὸν ἡ πενία;
 [00330]  Ἀδούλωτον γὰρ ἡ ἀρετή, καὶ οὐδὲν αὐτῆς περι γενέσθαι δύναιτ' ἂν, οὐ δουλεία, οὐκ αἰχμαλωσία, οὐ πενία, οὐ νόσος, οὐκ αὐτὸ, ὃ πάντων τυραννικώτε ρον, ὁ θάνατος.
000-00-00 Serial Number=0722323060
In illud Ne timueritis Ante [Go Back]  
 [00309]  τὰ δὲ ἄλλα ἅπαντα οἰχέσθω, κἂν πλοῦτος, κἂν πενία, κἂν δυναστεία, κἂν ὁτιοῦν.
000-00-00 Serial Number=0304813683
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00202]  Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώλυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι.
000-00-00 Serial Number=0237700701
In illud Vidi dominum Ante [Go Back]  
 [00902]  ὁ τελώνης ῥήματα εἶπε ταπεινοφροσύνης, καὶ λόγοι ἔργων περιεγένοντο καὶ ὁ τοσοῦτος θησαυρὸς ἐξεφυσήθη καὶ ἡ τοσαύτη πενία εἰς πλοῦτον μετεβλήθη.
000-00-00 Serial Number=0085462987
In illud Vidua eligatur Ante [Go Back]  
 [00318]  Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ' ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον·
 [00324]  ἐπεὶ καὶ ἡ χήρα ἐκείνη διὰ δύο μόνον ὀβολῶν μυρίους πλουσίους ὑπερηκόντισε, καὶ οὐκ ἐγένετο κώλυμα ἡ πενία.
 [00325]  Αὕτη μὲν οὖν ἡ πενία μείζονα τὴν ἐλεημοσύνην εἰργάσατο·
000-00-00 Serial Number=0540406108
In natalem Christi diem Ante [Go Back]  
 [00207]  Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, καὶ τὴν οἰκουμένην σαλεύει·
000-00-00 Serial Number=0368386805
In sanctum Stephanum ii Ante [Go Back]  
 [00015]  Τῆς οὕτω καλῆς ἁρμονίας καὶ τάξεως οἰκονόμος ὑπῆρχεν ὁ Στέφανος, καὶ τοῦτον εἶχεν ἡ πενία προστάτην καὶ σύμμαχον, ὁ δὲ πλοῦτος ἡνίοχον.
000-00-00 Serial Number=0743514538
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00034]  οὔτε ἡ πενία καλὸν, ἀλλὰ τὸ καλῶς κεχρῆσθαι τῇ πενίᾳ.
 [00042]  ὁ δὲ πλοῦτος καὶ ἡ πενία καθ' ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν, [51.356] οὔτε ἐκεῖνο·
 [00053]  καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ κατηγορεῖ τοῦ πεποιηκότος.
000-00-00 Serial Number=0728421867
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00091]  Καίτοι οὐδὲ χρήματα αὐτῷ παρῆν, οὐ γένους περιφάνεια, οὐ πατρίδος μέγεθος, οὐ λόγων δεινότης, οὐ γλῶττα ἠκονημένη, οὐκ ἀνδραπόδων ἀγέλαι, οὐκ εὐνούχων ἑσμὸς, οὐκ οἰκία χρυσόροφος, οὐχ ἱμάτια σηρικὰ, οὐ τράπεζα τρυφὴν ἔχουσα, οὐκ ἄλλο τι τῶν δοκούντων εἶναι πολλοῖς μακαριστῶν, ἀλλὰ πενία ἡ ἐσχάτη·
 [00100]  Εἰ μὲν γὰρ πλούσιον παρήγαγον καὶ σοφὸν, ἠδύνασο λέγειν, ὅτι δὴ Ἐμὲ ἡ πενία καὶ ἡ ἀμαθία κωλύει γενέσθαι τοιοῦτον·
000-00-00 Serial Number=0380328298
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00074]  Τί δὲ τὸν Λάζαρον ἡ νόσος καὶ τὰ ἕλκη καὶ ἡ πενία καὶ ἡ ἐρημία τῶν προστησομένων παρέβλαψεν;
 [00149]  Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα.
 [00150]  Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας.
 [00235]  Ἀλλ' ἡ πενία, φησί, παρασκευάζει δυσχεραίνειν καὶ πολλάκις καὶ βλάσφημα ῥήματα ἐκβάλλειν καὶ ἀνελεύθερα πράγματα ὑπομένειν.
 [00236]  Οὐχ ἡ πενία, ἀλλ' ἡ μικροψυχία.
 [00370]  ἰδοῦ γοῦν νεότης καὶ αἰχμαλωσία καὶ ὀρφανία καὶ εἰς ἀλλοτρίαν ἀπαγωγὴ καὶ μόνωσις καὶ ἐρημία τῶν βοηθησόντων καὶ ἐπίταγμα χαλεπὸν καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν δειλίαν καὶ πενία καὶ ὀλιγότης καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικὰς καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμὸς καὶ ἱερέων καὶ προφητῶν καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις καὶ σπονδῶν καὶ θυσιῶν ἀργία καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»