000-00-00 Serial Number=0535017490
[00283]
|
οὕτω καὶ ὁ μακάριος ἐκεῖνος κατοπτεύσας τὰ ἐν τοῖς οὐρανοῖς, κατεφρόνει τῆς ἐνθάδε πενίας, καὶ τοῖς ἀνθρώποις διὰ τὴν τοῦ σώματος ἀνάγκην συναναστρεφόμενος, πρὸς οὐδὲν τῶν ἐνθάδε ἐπεστρέφετο, ἀλλ' ὅλον ἑαυτὸν πρὸς τὴν πόλιν ἐκείνην μετέθηκε.
|
000-00-00 Serial Number=0024811447
[00464]
|
Ἐλεημοσύνη μάλιστά ἐστιν ἡ χρημάτων δεομένη, ἀλλὰ καὶ αὐτὴ διὰ τῆς πενίας μειζόνως ἐξέλαμψε·
|
000-00-00 Serial Number=0478464246
[00674]
|
∆ιὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφόδρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλλαγῆναι σπουδῆς.
|
[00758]
|
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος ἔρχεται·
|
[00791]
|
Ἕν ἐστιν ὃ δοκεῖ τῆς πενίας πλεονεκτεῖν ὁ πλοῦτος, τὸ τρυφᾷν καθ' ἡμέραν, καὶ πολλῆς ἐμφορεῖσθαι ἐν τοῖς συμποσίοις τῆς ἡδονῆς.
|
[00838]
|
Ὅταν οὖν μετὰ πλείονος ἡδονῆς ὁ πένης καὶ καθεύδῃ, καὶ πίνῃ, καὶ ἐσθίῃ, τίνος ἔσται λοιπὸν ὁ πλοῦτος ἄξιος, ὃ δοκεῖ κατὰ τῆς πενίας προτέρημα ἔχειν, καὶ τοῦτο ἀφῃρημένος;
|
[02595]
|
τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται πλοῦτος;
|
[03180]
|
ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ' ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην·
|
[04355]
|
πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος.
|
000-00-00 Serial Number=0535901845
[00164]
|
Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυσίον διέπτυσαν.
|
[00166]
|
Οἱ μὲν γὰρ ἄλλοι παρ' ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παραγινομένην αὐτοῖς, καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως·
|
000-00-00 Serial Number=0545901060
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
|
Ante [Go Back]
|
[00148]
|
Ὅτι ὁ μὲν πλούσιος δαψιλῆ παρατίθεται τράπεζαν, καὶ μᾶλλον ἀπολαύει τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας κωλύεται·
|
[00152]
|
κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται·
|
000-00-00 Serial Number=0656467378
[00038]
|
οὕτω δὴ καὶ ὁ γενναῖος [63.479] ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν.
|
[00098]
|
ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων.
|
000-00-00 Serial Number=0840576530
[00352]
|
Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, [47.334] μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών·
|
000-00-00 Serial Number=0928324759
[00025]
|
ἄβυσσον ὡς εἰπεῖν τῆς κακίας κατενεχθεῖσαν ἰδὼν ὁ ἀγαθὸς δεσπότης γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ μήτε τὴν ἀμορφίαν λογισάμενος, μήτε τῆς πενίας τὴν ὑπερβολήν, μήτε τῶν κακῶν τὸ μέγεθος, δεικνὺς τὴν ὑπερβάλλουσαν ἑαυτοῦ φιλανθρωπίαν, προσεδέξατο.
|
000-00-00 Serial Number=0182353020
[00252]
|
εἰ δὲ εὐθηνούμενος καὶ πλουτῶν εὐσεβὴς ἦν, τί μέγα;» καὶ μὴν τοῦτο μέγα, ἄνθρωπε, καὶ οὐχ ἧττον δόκιμος ὁ μετὰ πλούτου εὐσεβῶν τοῦ μετὰ πενίας τοῦτο ποιοῦντος.
|
[01070]
|
οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἔστιν, ἀλλὰ πανταχοῦ με δεῖ ἐκπομπεύεσθαι καὶ παραδειγματίζεσθαι.
|
[03410]
|
ἴστε δέ, ὅτι ἀχάριστόν πως [152] τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα.
|
[03686]
|
οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν, ὥστε μὴ τῇ παρούσῃ μόνον ἡσθῆναι παραμυθίᾳ, [166] ἀλλὰ καὶ τῇ τῶν μελλόντων ἐλπίδι τρυφᾶν.
|
000-00-00 Serial Number=0555949390
[00772]
|
ὥσπερ οὖν οὐδὲ βλάβος ἔσται πενίας, ἐὰν τὸν ἔνδοθεν ἔχῃ πλοῦτον ἐναποκείμενον.
|
[01167]
|
Νῦν μὲν γὰρ, καθάπερ διδάσκαλός τις ἀρίστη, ἑκάστῳ τούτων ἐπικαθημένη ἡ τῆς πενίας ἀνάγκη, πρὸς τὰ ἔργα καὶ ἄκοντας συνωθεῖ·
|
000-00-00 Serial Number=0965616822
[00106]
|
∆ιὰ τοῦτο καὶ ὁ πένης, ὅταν ἴδῃ πλουτοῦντα ἕτερον, τότε μᾶλλον τῆς οἰκείας αἰσθάνεται πενίας·
|
000-00-00 Serial Number=0332744896
[00543]
|
καὶ τοῦτο ὅρον πενίας καὶ πλούτου δεῖ νομίζειν εἶναι.
|
[00546]
|
Τῇ γὰρ διαθέσει τῆς γνώμης, οὐ τῷ μέτρῳ τῆς οὐσίας, τὰς πενίας καὶ εὐπορίας κρίνειν εἰώθαμεν.
|
[00673]
|
οὕτω δὴ καὶ νῦν τοῦ θανάτου παραγενομένου καὶ τοῦ θεάτρου λυθέντος, τὰ τοῦ πλούτου προσωπεῖα καὶ τὰ τῆς πενίας ἀποθέμενοι πάντες, ἀπῆλθον ἐκεῖ·
|
[00678]
|
Τί ταύτης τῆς πενίας πενέστερον γένοιτ' ἄν;
|
[00773]
|
Καὶ σὺ τοίνυν, ὁρῶν ἐπὶ τῆς γῆς τῷ τῆς πενίας ναυαγίῳ περιπεσόντα τὸν ἄνθρωπον, μὴ δίκαζε, μηδὲ εὐθύνας ἀπαίτει, ἀλλὰ λῦσον τὴν συμφοράν.
|
[01126]
|
Ἄλλως δὲ, εἰ ἡ τοῦ πειρασμοῦ καὶ τῆς πενίας θλῖψις αἰτία τῶν βλασφημιῶν ἐγίνετο, πάντας ἔδει τοὺς ἐν πενίᾳ βλασφημεῖν·
|
[01321]
|
Καὶ γὰρ ἐπίτηδες ἐνδιατρίβω ταύτῃ τῇ παραβολῇ, καὶ τετάρτην ἡμέραν ἔχων, ταύτης οὐκ ἀφίσταμαι, ἐπειδὴ καὶ πολὺ τὸ κέρδος ἐκ τούτου τοῦ διηγήματος ὁρῶ γινόμενον καὶ πλουσίοις καὶ πένησι, καὶ τοῖς ὑπὲρ τῆς τῶν πονηρῶν εὐπραγίας καὶ τῆς τῶν δικαίων πενίας καὶ θλίψεως θορυβουμένοις.
|
[01322]
|
Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπώτερα πράγματα.
|
[01335]
|
οὕτω καὶ πλούτου καὶ πενίας, καὶ δόξης καὶ ἀτιμίας, καὶ τῶν ἄλλων ἁπάντων τῶν τε σκυθρωπῶν καὶ φαιδρῶν τὴν φύσιν ἂν καταμάθωμεν, τῆς ἐξ ἑκάστου τούτων ἐγγινομένης ἡμῖν ἀνωμαλίας ἀπαλλαγησόμεθα.
|
[01347]
|
οἱ μάρτυρες αὐτοῦ τῆς πενίας καὶ τοῦ λιμοῦ καὶ τῶν μυρίων κακῶν, γενέσθωσαν μάρτυρες τῆς τιμῆς, τῆς μεταβολῆς, τῆς δόξης ἁπάσης, ἵνα ἑκατέρωθεν παιδευθέντες καὶ μαθόντες, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, οὕτω παρασκευάσωνται, ὡς δυνηθῆναι ταύτην τὴν κόλασιν διαφυγεῖν καὶ τὴν τιμωρίαν.
|
[02121]
|
∆ιὰ γὰρ τοῦτο αὗται αἱ δύο ἡμῖν εἰκόνες πρόκεινται, πλούτου καὶ πενίας, ὠμότητος καὶ καρτερίας, ὑπομονῆς καὶ πλεονεξίας, ἵν' ὅταν ἴδῃς πένητα ἡλκωμένον, καὶ καταφρονούμενον, μὴ αὐτὸν ταλανίσῃς·
|
[02181]
|
ὅταν λυθῇ τὸ θέατρον, ὅταν ῥιφῇ τὰ προσωπεῖα, ὅταν δοκιμάζηται ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, οὐχ ἕκαστος καὶ ὁ πλοῦτος αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ ἀρχὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ τιμὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ δυναστεία αὐτοῦ, ἀλλ' ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, καὶ ἄρχων, καὶ βασιλεὺς, καὶ γυνὴ, καὶ ἀνὴρ, ὅτε ἡμᾶς βίον ἀπαιτεῖ καὶ πράξεις ἀγαθὰς, οὐκ ἀξιωμάτων ὄγκον, οὐ πενίας εὐτέλειαν, οὐ καταφρονήσεως τυραννίδα·
|
000-00-00 Serial Number=0880469561
[00044]
|
Ὢ πόσοις κακοῖς ὁ πτωχὸς συνείχετο! ὑπὸ τῆς βαρυτάτης πενίας, ὥσπερ ὑπὸ χαλάζης βιαίας ἐκολαφίζετο·
|
[00050]
|
Οὐ χώρα αὐτῷ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ' ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν.
|
[00066]
|
Ὢ βίου ἀλλοκότου! ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραίνετο.
|
[00079]
|
Μόλις ποτὲ ὁ πένης ἀπὸ τῆς ζαλώδους πενίας ῥυσθεὶς, εἰς τὸν εὔδιον λιμένα τοῦ Ἀβραὰμ ἀπέπλευσεν.
|
[00124]
|
Σὺ δὲ ὁ πένης μὴ ὀλιγώρει, μηδὲ ἀποκάμῃς ἐν τῇ τρικυμίᾳ τῆς πενίας κλονούμενος.
|
000-00-00 Serial Number=0977468908
[00093]
|
Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις;
|
[00139]
|
Οὐχ ὁ πλούσιος δὲ μόνον, ἀλλὰ καὶ ὁ πένης τῆς πενίας δίδωσι λόγον·
|
000-00-00 Serial Number=0403450847
000-00-00 Serial Number=0162065089
[00268]
|
Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων.
|
[00525]
|
Οἷον, ἔστω κλέπτης καὶ φιλότιμος, πλούσιος καὶ πένης, ὁ μὲν εἰ καὶ ψυχρὰν, ἀλλ' ὅμως ἔχει τινὰ καταφυγὴν, τὴν ἀπὸ τῆς πενίας ἀνάγκην, ὁ δὲ οὐδὲ μίαν εὐπρόσωπον ἢ εὔλογον ἔχει καταφυγήν·
|
[00537]
|
Ὅταν ἴδῃς πένητα πολλὴν τοῦ δικαίου ποιούμενον πρόνοιαν, διὰ τοῦτο μάλιστα αὐτὸν θαύμασον, ὅτι μετὰ πενίας τοιοῦτός ἐστιν.
|
000-00-00 Serial Number=0214042187
[00021]
|
ἄρχοντα δὲ καὶ ἐλεύθερον, καὶ βασιλέων βασιλικώτερον, κἂν ῥάκια περιβεβλημένος ᾖ, κἂν δεσμωτήριον οἰκῇ, κἂν ἅλυσιν περικέηται, τὸν ταύτην ἀποδυσάμενον τὴν τυραννίδα, καὶ οὔτε ταῖς πονηραῖς ἐπιθυμίαις κατεχόμενον, οὔτε ἄλογον δέος πενίας καὶ ἀτιμίας, αὐτῶν τῶν δοκούντων εἶναι λυπηρῶν ἐν τῷ παρόντι βίῳ, δεδοικότα καὶ τρέμοντα.
|
000-00-00 Serial Number=0762151420
[00071]
|
ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπόρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει;
|
000-00-00 Serial Number=0943202138
[00014]
|
ὁ πρᾶος ὀρφανῶν πατὴρ, χηρῶν προστάτης, πενίας κηδεμὼν, ἀδικουμένων βοηθὸς, πανταχοῦ ποιῶν τοῦ δικαίου τὸ κράτος.
|
000-00-00 Serial Number=0111414731
[00070]
|
Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν.
|
000-00-00 Serial Number=0910182714
[00228]
|
Ὅταν γὰρ εἰστήκῃ χορὸς γερόντων συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τῷ σώματι ἀναπήρων, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελείας, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι, καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνενδότως;
|
000-00-00 Serial Number=0291161478
[00210]
|
ὁ δὲ πάντα τὰ δοθέντα καταφαγὼν, εἰς τὴν ὑπερορίαν μετέστη, τὴν ἀπὸ τῆς πενίας οὐ φέρων αἰσχύνην.
|
[00709]
|
ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὸν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο, ἀλλὰ μετὰ πολλῆς τῆς χαρᾶς αὐτὸν ὑπεδέξατο·
|
000-00-00 Serial Number=0753877044
[00071]
|
ὁ δὲ Λάζαρος κατὰ μόνας ἐκάθητο, τῇ ὑπομονῇ ἀπωθούμενος τὴν ζάλην τῆς πενίας.
|
000-00-00 Serial Number=0736274779
[00192]
|
οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς παρούσης καὶ τῆς μελλούσης·
|
000-00-00 Serial Number=0114948273
[00086]
|
ἀλλ' οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἣ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδοκωμένου λοιπὸν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμένης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα.
|
000-00-00 Serial Number=0688827693
[00016]
|
Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥησίαν·
|
000-00-00 Serial Number=0774989724
[00730]
|
∆ιὰ τοῦτο καί τις ἀνὴρ σοφώτατος, εἴς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδὼν καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μή τις αἰτούμενος παρ' αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τῷ δεομένῳ, λέγων·
|
[00734]
|
Ἂν δέ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ' αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν.
|
[01282]
|
Ὅταν οὖν καὶ διὰ πενίας καὶ διὰ πλούτου καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῇ κειμένου καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων καὶ ἁπάντων ἁπλῶς ὧν ἀπηριθμησάμην ὁ πόλεμος ἀναρριπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν, πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων;
|
[01298]
|
Ἤδη δὲ καὶ θλίψεως ὑπερβολὴ καὶ πενίας ἀνάγκη καὶ ἐπήρειαι συνεχεῖς καὶ ἄλλα τοιαῦτα τοῖς προτέροις ἐναντία ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς, τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές·
|
000-00-00 Serial Number=0280602753
[00066]
|
Ὁ πένης μὴ ὀλιγοψύχει, μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς, ἀλλ' εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά σου Λάζαρον, καὶ ἐλπίδι ἐνδυναμοῦ·
|
000-00-00 Serial Number=0908966303
[00348]
|
Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο, ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.
|
[01639]
|
Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων καὶ ξύλων καὶ ἐπίπλων καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας.
|
000-00-00 Serial Number=0275767744
[00302]
|
καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρπωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν.
|
[02228]
|
Περὶ πλούτου καὶ πενίας.
|
[02233]
|
Ὁ δὲ πένης ἐκεῖνος, ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τὸ τῆς πενίας ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ προσεπάλαιε.
|
[02349]
|
ὴ γίνεται καὶ ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελετήτως ὁ πλούσιος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ἔρχεται.
|
[04343]
|
Ὁ γὰρ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος·
|
[04849]
|
Ὥσπερ γὰρ ταύτης παρούσης, οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας·
|
[05150]
|
εἰ δὲ πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος.
|
[05157]
|
Ὢ πηλίκον ἀξίωμα τῆς πενίας! τοῦ Θεοῦ γίνεται προσωπεῖον·
|
[05269]
|
πόσης ταῦτα πενίας οὐ χείρονα;
|
[06319]
|
τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται θησαυρός;
|
[06708]
|
πόσης ταῦτα πενίας χαλεπώτερα, πόσης νόσου, πόσης ὀδύνης;
|
[07204]
|
Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τοῦ μαθητοῦ φιλοτιμία, ὅπουπερ ἂν ἀφ [63.788] ίκηται, πρὸς τὴν εὐπορίαν τοῦ διδασκάλου συγκρινομένη, πενίας ἐστὶ πάσης εὐτελεστέρα·
|
000-00-00 Serial Number=0357187152
[00406]
|
ὁ ἐκ πενήτων τεχθεὶς καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφείς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκαι τῆς πενίας τὸ βάρος·
|
000-00-00 Serial Number=0754957736
[00620]
|
Πόσοι τῶν πενήτων τῶν πλουτούντων εἰσὶ συνετώτεροί τε καὶ φιλοσοφώτεροι, καὶ τὰ σώματα ὑγιεινότεροι, πενίας αὐτοῖς καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν διορθουμένης;
|
[01135]
|
Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
|
[02472]
|
Πόσης ταῦτα πενίας οὐ χαλεπώτερα;
|
[03697]
|
Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως, οὐδὲ ὁ πενίας ἐραστής·
|
[05460]
|
Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως, οὐδὲ ὁ πενίας ἐραστής·
|
000-00-00 Serial Number=0073059559
[00394]
|
Ὁ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος·
|
[00492]
|
Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
|
[00750]
|
ἐγὼ γοῦν οὐδὲ δουλείας εὐπόρησα, οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἐστιν, ἀλλὰ περίειμι δουλεύουσα, καὶ προσαιτοῦσα ἀθλίως, ἡ πρὶν ἐλευθερίως τραφεῖσα.
|
[00853]
|
οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν.
|
[00884]
|
εἴτε πενία, πενίας ἁπάσης χαλεπωτέρα, εἴτε νόσος, εἴτε καθέδρα, εἴτε τῶν παίδων ἀπώλεια, εἴτε τῶν ὄντων ἁπάντων·
|
[01685]
|
Ἴστε δὲ ὅτι ἀχάριστόν πως τὸ γένος ἐστὶ τῶν χηρῶν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας·
|
[01871]
|
οὐ γὰρ μόνον ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος, ἀλλὰ πρὸς τῷ τρέφειν, καὶ ἐφόδια τῆς [64.641] μετὰ ταῦτα πενίας παρεῖχε πλουσίως καὶ ἱλαρῶς.
|
000-00-00 Serial Number=0272013366
[00165]
|
ἵνα ὅθεν ἂν θέλῃς, πορεύῃ, διὰ πλούτου, διὰ πενίας, διὰ δόξης καὶ ἀτιμίας·
|
[00308]
|
β.] Οὐδὲν ἑκουσίου [νυμ ἀκουσίου ?] πενίας χαλεπώτερον, ἣ τῷ ἀργῷ τάχιστα παραγίνεται, τοὺς ἀγαθοὺς περὶ τὸν δρόμον τῇ ταχύτητι νικῶσα·
|
[01283]
|
Βέλτιόν φησι ταπεινὸν εἶναι μετὰ πενίας, ἢ πλούσιον μετὰ ὕβρεως·
|
[01881]
|
οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιητικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χαλεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν.
|
000-00-00 Serial Number=0152874112
[00026]
|
Οὐδὲ γὰρ ἐρωτᾷ τι περὶ βιωτικοῦ πράγματος, οὐδὲ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ ὑγείας σώματος, οὐδὲ ὑπὲρ πενίας ἀπαλλαγῆς, καίτοι ἐσχάτῃ συζῶσα πτωχείᾳ, ἀλλὰ περὶ τῶν νόμων τῶν ἱερῶν, καὶ περὶ πολιτείας προγόνων, καὶ λατρείας πατέρων, λέγουσα·
|
000-00-00 Serial Number=0264625371
Homilia habita postquam presbyter Gothus concionatus fuerat
|
Ante [Go Back]
|
[00077]
|
τοῦ δὲ βασιλέως τῶν οὐρανῶν εἰσιέναι μέλλοντος εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη, μήτηρ εὐτελὴς τὸ φαινόμενον, καὶ πτωχεία πολλὴ καὶ πενίας ἐπίτασις.
|
[00081]
|
οὐ γὰρ ἀπολέσαι, ἀλλὰ σῶσαι ἐβούλετο, οὐκ ἐκπλῆξαι, ἀλλὰ διορθῶσαι, καὶ ἐκ προοιμίων τὸν τῦφον καταπατῆσαι τὸν ἀνθρώπινον καὶ τὴν ἀπόνοιαν κατενεγκεῖν, ∆ιὰ δὴ τοῦτο οὐκ ἄνθρωπος γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος.
|
000-00-00 Serial Number=0103871107
[00022]
|
ἀλλ' ὁ τῶν μαρτύρων πόθος πᾶσαν ταύτην τὴν ἀνωμαλίαν ἐκβαλὼν, καὶ φύσεως ἀσθένειαν καὶ πενίας ἀνάγκην, μιᾷ ἁλύσει πλῆθος τοσοῦτον ἐνταῦθα εἵλκυσε, καὶ τῷ πόθῳ τῶν μαρτύρων ἐπτέρωσεν, ὡς ἐν οὐρανῷ νῦν πολιτευομένους διατρίβειν·
|
000-00-00 Serial Number=0750135362
[03786]
|
Ἵνα δὲ δείξω, ὅτι τὸ διεσπάσθαι, τοῦτο δαπανηρὸν καὶ πενίας ποιητικὸν, ἔστω οἰκία, ἔνθα παιδία δέκα καὶ γυνὴ καὶ ἀνὴρ καὶ ἡ μὲν ἐριουργείτω, ὁ δὲ ἔξωθεν φερέτω προσόδους·
|
000-00-00 Serial Number=0256838202
[00055]
|
ἵνα σὺ μάθῃς ὅτι οὐδὲν οὕτως ἐπιτήδειον, ὡς γυναικὸς οἰκία χήρας, καὶ σκηνὴ πενίας γέμουσα, καὶ πλούτου καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπηλλαγμένη.
|
[00139]
|
Ἄξια τῆς ἔνδον πενίας τέως τὰ προπύλαια.
|
[00221]
|
Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι;
|
000-00-00 Serial Number=0587742865
[00428]
|
Εἰ δὲ ἐπὶ τῆς Καινῆς ταῦτα διορθοῦσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς Παλαιᾶς, ὅτε καὶ παχύτεροι οἱ ἀκροαταὶ καὶ πᾶς αὐτῶν ὁ βίος ἐντεῦθεν ὠρθοῦτο, τοῦ δήμου οὕτω πλέον ἐν τουτοισὶ παιδευομένου, πόρρω πάσης ἀδικίας γίνεσθαι καὶ ἐν μηδενὶ τὸν πλησίον πλεονεκτεῖν μηδὲ τὰς τῶν καταδεεστέρων ἐπιτρίβειν πενίας τῇ κακουργίᾳ τῆς καπηλείας.
|
000-00-00 Serial Number=0479489326
[00164]
|
οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός.
|
[01241]
|
πολλάκις γὰρ καὶ ἀπὸ πενίας γένοιτ' ἄν·
|
[02637]
|
Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας.
|
000-00-00 Serial Number=0838368595
[00619]
|
Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται.
|
000-00-00 Serial Number=0596874833
[00106]
|
ᾗ οὐ παρῆν οὐ σῖτος, οὐκ οἶνος, οὐ προσέψημα, οὐκ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν.
|
[00142]
|
Θαυμαστὸν, ὅτι ἐν τοιαύτῃ σπάνει τροφῶν τὸ παρὸν αὐτῇ τῆς πενίας λείψανον οὐκ ἠρνήσατο.
|
000-00-00 Serial Number=0003423989
[02398]
|
Καὶ τὸ μὲν ταμιεῖον γέμει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου·
|
[03772]
|
Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος·
|
[04090]
|
Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα·
|
[04091]
|
μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτημένων ἐστί·
|
[04105]
|
ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου.
|
[04696]
|
∆ιὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν.
|
[04954]
|
εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον τῆς πενίας καταφυγὼν λιμένα, τὸν πολὺν τῶν πραγμάτων ὄχλον περίκοψον, καὶ μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου·
|
[05396]
|
Ἀλλὰ εἰς γαστέρα μὲν καὶ μέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδαμοῦ πενίας μέμνησαι·
|
[05399]
|
εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος.
|
[05439]
|
Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων.
|
[05493]
|
Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκεί [61.536] νων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν.
|
000-00-00 Serial Number=0175072908
[00180]
|
ὁ πολλοὺς ἔχων πάλιν μετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν αἰτιᾶται·
|
000-00-00 Serial Number=0173736989
[00707]
|
Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι.
|
[01374]
|
τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος;
|
[02937]
|
καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων·
|
[03874]
|
ὥστε καὶ τὰ χρήματα καλὰ, ἀλλ' ἐὰν μὴ κρατῇ τῶν κεκτημένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ.
|
[03895]
|
Οἱ μὲν γὰρ πένητες παρ' ἑκόντων λαμβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις.
|
[03909]
|
Ἀξιοῖ σε γὰρ πρὸς τὸν ∆εσπότην ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς μελλούσης πενίας·
|
[04185]
|
καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας·
|
[05427]
|
Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦμεν, ἀλλὰ καὶ τὴν κάμινον τῆς πενίας ὑπομένομεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασαν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων.
|
[08382]
|
Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυθία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)·
|
[09173]
|
Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι' ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή.
|
[09178]
|
Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται·
|
[09468]
|
Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί.
|
[09520]
|
Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων.
|
[09999]
|
οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον.
|
[09999]
|
καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν.
|
[09999]
|
Κἀκεῖνοι μὲν ἐν ἀνδράσι θαυμάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο·
|
000-00-00 Serial Number=0574412227
[03211]
|
Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων μὲν αἰτοῦντας, παρ' ὀλίγων δὲ λαμβάνοντας.
|
000-00-00 Serial Number=0369884074
[00232]
|
ταῦτα γὰρ συνεχῶς γυμνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς.
|
[00234]
|
εἰ γὰρ ἰσχὺν ἔχει ἡ εἱμαρμένη, ἐπὶ τῶν μεγίστων ἐνδεικνύσθω τὴν ἰσχὺν, ἐπὶ ἀρετῆς καὶ κακίας, μὴ ἐπὶ πλούτου καὶ πενίας.
|
[01912]
|
ταύτης δὲ κατωρθωμένης, οὐδὲν βλάβος ἀπὸ τῆς πενίας.
|
[01916]
|
Ἂν δὲ πονηρὸς ᾖ, κἂν μυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλακότων χείρονα ἐποίησας.
|
000-00-00 Serial Number=0428475857
[02359]
|
Λύσωμεν τοὺς δεδεμένους ὑπὸ πενίας, ὑπὸ θλίψεως.
|
[03646]
|
καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας·
|
[06677]
|
ἐπαναπαύεται γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν.
|
000-00-00 Serial Number=0605178535
[00691]
|
Καὶ παρίημι ὅσα μὲν ἁμαρτήματα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας·
|
[03531]
|
οἷον, τῷ τῆς πενίας τῆς ἑκουσίου, τῷ τῆς θλίψεως.
|
[03618]
|
Πόσης [63.95] ταῦτα πενίας χείρονα;
|
[05544]
|
Ἐκ καμίνου πενίας ῥῦσαί με.
|
[05547]
|
Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου, ἔνθα τῆς πενίας πολλὴ ἦν ἡ ὑπεροψία, ἔνθα τὸ μὲν κατάρα ἦν, τὸ δὲ εὐλογία.
|
[05549]
|
ἀλλὰ θέλεις ἀκοῦσαι τῆς πενίας ἐγκώμια;
|
[05575]
|
Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον.
|
[06098]
|
οἱ δὲ μετὰ πενίας, οὐχ οὕτω.
|
[09880]
|
Ὅταν ἐλεῶμεν πάλιν, τάσεως ἡμῖν δεῖ, μήποτε φροντὶς οἰκίας, καὶ προστασία παίδων, καὶ γυναικὸς ἐπιμέλεια, καὶ δέος πενίας ἐπεισελθὸν, χαυνώσῃ τὸ ἱστίον.
|
000-00-00 Serial Number=0955136418
[00617]
|
τῆς γὰρ πενίας ἕνεκεν καὶ μακαριστός.
|
[03436]
|
οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον μᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται.
|
[03438]
|
Περὶ δὲ τῆς πενίας οὐδὲν τοιοῦτον ἀπεφήνατο, ἀλλὰ καὶ τοὐναντίον·
|
000-00-00 Serial Number=0452565014
[01112]
|
Ὁ μὲν γὰρ πένης παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον·
|
[03345]
|
Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἀθανασία ἡμᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες χρόνον, μετὰ ἀδείας ἀπολαυσόμεθα τῶν μελλόντων ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ τινὶ τῷ παρόντι βίῳ διὰ νόσου καὶ θλίψεως καὶ πειρασμῶν καὶ πενίας καὶ τῶν ἄλλων τῶν δοκούντων εἶναι δεινῶν παιδευόμενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχήν.
|
[03833]
|
Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς, οὐχ ὑπὸ πενίας ὠθούμενος οὐδὲ λιμοῦ σε καταναγκάζοντος, ἀλλ' ἵνα ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος, καὶ αἱ τῶν κιόνων κεφαλαί.
|
[05043]
|
καὶ ταῦτα ἅπαντα συναγαγὼν, καὶ τῇ τῶν χρημάτων ἀντιστήσας ἡδονῇ, πρόῤῥιζον ἀνάσπασον τουτὶ τὸ νόσημα, ἵνα τὸν ἀληθῆ πλοῦτον λαβὼν, καὶ τῆς χαλεπῆς ταύτης πενίας ἀπαλλαγεὶς, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
|
[05557]
|
οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς μελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας.
|
[09999]
|
διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς [60.662] ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας.
|
000-00-00 Serial Number=0755872488
[00028]
|
Εἰ γὰρ καὶ πολλὰ τὰ λυποῦντα, καὶ οἱ διαρπάζοντες αὐτῆν ἕτοιμοι, ἀλλ' ὅμως τῆς πενίας ἀπούσης, ἐλαφρότερον τὸ βαρύ.
|
[00029]
|
Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν·
|
000-00-00 Serial Number=0146670282
[00129]
|
ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
|
000-00-00 Serial Number=0009616256
[00027]
|
Μήτε ὁ πλούσιος ὑπὸ τῆς ῥᾳθυμίας χαυνούσθω, μήτε ὁ πένης ὑπὸ τῆς φροντίδος τῆς πενίας πιεζέσθω·
|
000-00-00 Serial Number=0502260268
[00166]
|
ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας.
|
[00821]
|
τίς οὕτω λίθινος, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελοῦς στολῆς, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνένδοτος;
|
000-00-00 Serial Number=0217382431
[00163]
|
Καὶ τούτων ἀπόδειξις ὁ μακάριος Ἰὼβ, ὃς ἐν ἐσχάτῃ πενίᾳ ὢν, καὶ πρὸς αὐτὸ τῆς πενίας κατενεχθεὶς τὸ βάραθρον, οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλ' εὐλογῶν τὸν Θεὸν διε τέλει, λέγων·
|
000-00-00 Serial Number=0180353343
[00103]
|
οἷος ἦν ὁ Ἰὼβ, οὔτε ὑπὸ τῆς πενίας βαπτιζόμενος, οὔτε ὑπὸ τοῦ πλούτου ἐπαιρόμενος, ἀλλ' ἐν τῇ ἀνωμαλίᾳ τῶν πραγμάτων ἴσην τὴν ἑαυτοῦ γνώμην διατηρῶν.
|
[00127]
|
τελευτὴ γὰρ πλούτου μεταβολὴ πενίας.
|
000-00-00 Serial Number=0903928399
[00116]
|
Ταῦτα καὶ ἄρχοντες μανθανέτωσαν, καὶ ἀρχόμενοι, καὶ ἱερεῖς, καὶ οἱ τῶν λαϊκῶν τὴν τάξιν ἔχοντες, ἵν' ἐκεῖνοι μὲν μὴ τοὺς πλουτοῦντας θαυμάζωσι, μηδὲ τὰς περιφανεῖς διώκωσιν οἰκίας, ἀλλ' ἀρετὴν μετὰ πενίας ζητῶσι, καὶ τοῖς πτωχοτέροις τῶν ἀδελφῶν μὴ ἐπαισχύνωνται, μηδὲ τὸν σκηνοποιὸν, καὶ τὸν βυρσοδέψην, καὶ τὸν πορφυροπώλην, καὶ τὸν χαλκοτύπον παρατρέχοντες, τοὺς ἐν δυναστείαις θεραπεύσωσιν·
|
[00318]
|
βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν·
|
[00324]
|
εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς·
|
000-00-00 Serial Number=0083239853
[00152]
|
Εἶδες πῶς εἰς αὐτὸν τὸν πυθμένα τῆς πενίας ἐκάθητο καὶ ἀνέβη εἰς τὴν κορυφὴν τῆς ἀρετῆς;
|
000-00-00 Serial Number=0932695627
[00100]
|
Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι.
|
000-00-00 Serial Number=0909657896
[00262]
|
Ὥστε εἰ καὶ πολλῆς ἡμῖν πενίας ἡ τράπεζα γέμει, οὐδὲ οὕτως αὐτὴν ἀποκρύψομεν, ἀλλὰ πάντα εἰς μέσον τὰ παρ' ἡμῶν φέροντες καταθήσομεν ὑμῖν.
|
[00512]
|
ὁ μὲν γὰρ ἔχει τὴν ἀπὸ τῆς πενίας πρόφασιν, οὗτος δὲ πάσης ἀπολογίας ἐστέρηται.
|
[00676]
|
Εἴσελθε καὶ βλέπε πένητας ἐκ μεσονυκτίων μέχρι τῆς ἡμέρας παραμένοντας, βλέπε παννυχί δας ἱερὰς ἡμέρᾳ καὶ νυκτὶ συναφθείσας, βλέπε δῆμον φιλόχριστον, οὔτε ἐν ἡμέρᾳ τὴν ἀνάγκην τῆς πενίας φοβουμένους, οὔτε ἐν νυκτὶ τὴν τυραννίδα τοῦ ὕπνου.
|
000-00-00 Serial Number=0340282321
[00329]
|
Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας.
|
000-00-00 Serial Number=0151375353
[00203]
|
Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα.
|
[00207]
|
Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, καὶ τὴν οἰκουμένην σαλεύει·
|
000-00-00 Serial Number=0846697330
[00125]
|
Ἀμ φοτέροις ὁ τρόπος, τῷ μὲν ὑπόθεσις πενίας εἰς πλοῦτον, τῷ δὲ ἐκ πλούτου εἰς πτωχείαν ὀλίσθημα.
|
000-00-00 Serial Number=0062428176
[00148]
|
τῷ μὲν ὑπόθεσις πενίας ὁ πλοῦτος, τῷ δὲ ἐκ πλούτου πενίας ὀλίσθημα.
|
000-00-00 Serial Number=0447645307
[00210]
|
εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος·
|
[00211]
|
εἶδες τὴν εἴσοδον τῆς πενίας, μη δὲν ἐρώτα περὶ τῶν ἔνδον.
|
000-00-00 Serial Number=0382264912
[00114]
|
ὁ δὲ πένης ὑπὸ τῆς πενίας κωλύεται τὴν αὐτὴν φιλοτι μίαν ἐπιδείξασθαι.
|
000-00-00 Serial Number=0745093107
[00046]
|
Πολλὴ γὰρ πλούτου καὶ πενίας ἡ διάστασις, ὡς αὐτὸς μαρτυρεῖς, χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὡρισμένος.
|
000-00-00 Serial Number=0844047487
[00087]
|
πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος.
|
000-00-00 Serial Number=0922367454
[00028]
|
οὐκ ἀφ' ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέτρῳ·
|
000-00-00 Serial Number=0749358237
[00046]
|
Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν·
|
000-00-00 Serial Number=0520033836
[00191]
|
Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρόφασιν·
|
[00208]
|
ὥσπερ ἡ διεφθαρμένη, καὶ ἀκόλαστος, καὶ φίλερις, κἂν μυρίους εὕρῃ θησαυροὺς ἔνδον κειμένους, ἀνέμου παντὸς τάχιον αὐτοὺς ἐκφυσήσασα, καὶ συμφοραῖς μυρίαις μετὰ τῆς πενίας περιβάλλει τὸν ἄνδρα.
|
[00213]
|
∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω Οὐκ εἶπε, ∆ιὰ δὲ τὴν τῆς πενίας ἀπαλλαγὴν, ἢ ∆ιὰ τὴν τῆς εὐπορίας κτῆσιν·
|
000-00-00 Serial Number=0140563190
[00237]
|
Ἐπεὶ καὶ ὁ Λάζαρος πένης ἦν καὶ σφόδρα γε πένης καὶ τῇ πενίᾳ προσῆν καὶ ἀρρωστία πενίας ἁπάσης πικρότερα, ἡ καὶ τὴν πενίαν ταύτην χαλεπωτέραν ποιοῦσα·
|
[00242]
|
Οὐ γὰρ δὴ μόνον ἐτρύφα ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, μᾶλλον δὲ καὶ πλεονάκις τῆς ἡμέρας αὐτὸν ὁρῶν παρὰ γὰρ τὴν εἴσοδον ἔρριπτο, θέατρον χαλεπῆς τραγῳδίας ὢν καὶ τῇ ὄψει μόνῃ καὶ λιθίνην ἵκανος μαλάξαι ψυχήν καὶ ὅμως οὐδὲ τοῦτο ἐπεσπάσατο τὸν ἀπάνθρωπον ἐκεῖνον εἰς τὴν τῆς πενίας ἐκείνης ἀντίληψιν·
|
000-00-00 Serial Number=0418806672
[00365]
|
Ἐκεῖναι μὲν γὰρ τοὺς πενομένους ἠδίκησαν μὲν οὐδὲν, ἐπειδὴ δὲ τῶν ἑαυτῶν αὐτοῖς οὐ μετέδωκαν, οὐδὲ ἀπήλλαξαν πενίας, ταῦτα ἔπαθον·
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»