Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum περιττὰ [73]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum περιττὰ
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0249639094
[01858]
Εἰ γὰρ διὰ τοῦτο ἐπάγει τὰς τιμωρίας ὁ Θεὸς, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, περιττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0689601421
[01152]
ὅτε δὲ ἑτέρῳ προέδωκας τοῦ λόγου τὴν φυλακὴν, περιττὰ ποιεῖς καὶ ἀνόνητα παραγγέλλων, καὶ ὁρκῶν ὑπὲρ τῆς τῶν εἰρημένων φυλακῆς.
[03887]
ἐὰν γὰρ μὴ τὴν παρ' ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ' ἡμῶν ἅπαντα.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0120629966
[01755]
ὥσπερ γὰρ ἀηδὲς ἄρτον ἄνευ ἁλὸς φαγεῖν, οὕτω καὶ ἐμοὶ ἀηδὲς θρηνεῖν καὶ ὀδύρεσθαι καὶ ῥήματα περιττὰ φθέγγεσθαι.
[03639]
εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα.
[04224]
ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0512297750
[00079]
μηδὲ τὰ περιττὰ τῆς χρείας συνάγαγε, ἵνα μὴ τὰ [52.417] πρὸς τὴν χρείαν ἀπολέσῃς·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0470534146
[01373]
Καὶ ὅτι περιττὰ ζητοῦσιν οἱ ζητοῦντες νεκροὺς ἐκεῖθεν ἐλθεῖν, πρὸς τοῖς εἰρημένοις καὶ ἀπὸ τῶν παρόντων ἔστι δεῖξαι δικαστηρίων τοῦτο.
De libello repudii
Ante [Go Back]
000-00-00 Serial Number=0633605719
[00222]
Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν.
De non iterando conjugio
Ante [Go Back]
000-00-00 Serial Number=0718548715
[00104]
Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ τὸν γάμον ἄγει λοιπόν.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0678746581
[01027]
Ἐὰν δὲ ἐκεῖνος μὴ παρακαλέσῃ τὰς καρδίας ἡμῶν, τὰ παρὰ ἀνθρώπων περιττὰ καὶ ἀνόνητα·
De perfecta caritate
Ante [Go Back]
000-00-00 Serial Number=0340572417
[00113]
Εἰ γὰρ τῆς εἱμαρμένης ἤρτηται καὶ ὑγίεια καὶ νόσος, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ τῆς τῶν νοσούντων διαίτης ἡ ἀκρίβεια.
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0165336609
[00080]
Μὴ δὴ προφασίζου περιττὰ καὶ ἀνόνητα·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0947818935
[00979]
Τούτῳ καὶ κειμένην ἐγείρομεν καὶ φλεγμαίνουσαν καταστέλλομεν τὴν ψυχὴν καὶ τὰ περιττὰ περικόπτομεν καὶ τὰ λείποντα πληροῦμεν καὶ τὰ ἄλλα ἅπαντα ἐργαζόμεθα ὅσα εἰς τὴν τῆς ψυχῆς ἡμῖν ὑγίειαν συντελεῖ.
De sanctis martyribus [1]
Ante [Go Back]
000-00-00 Serial Number=0767547250
[00172]
ἐξελθόντες τοίνυν καὶ τῆς ἀκροάσεως γέμοντες, κἂν φίλον, κἂν συγγενῆ, κἂν οἰκεῖον, κἂν ἄλλον ὁντιναοῦν ἀπαντήσαντα ἴδωμεν, παραδράμωμεν, ἵνα μὴ διαλεγομένων ἡμῶν πρὸς ἐκεῖνον ἀνόνητα καὶ περιττὰ, κατασβεσθῇ μεταξὺ τῆς διδασκαλίας τὸ πῦρ, ἀλλ' ἀκμάζῃ ὥσπερ ἐν οἰκίᾳ τῇ διανοίᾳ, καὶ ἐφ' ὑψηλοῦ τοῦ λογισμοῦ καθάπερ ἐπὶ λυχνίας τινὸς καιόμενον ἅπαντα τὰ ἔνδον φωτίζῃ.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0994336426
[01681]
Ἔξεστι γάρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττὰ καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.
[01692]
Καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένῃ καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν, εἰκότως.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0693546534
[02566]
Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν·
[03112]
Σκόπει πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα·
[05683]
Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἀλλ' ἢ τὸ περιττὰ πονεῖσθαι καὶ ταλαιπωρεῖν.
[09311]
ὅτε δὲ προέδωκας ἑτέρῳ τοῦ λόγου τὴν φυλακὴν, περιττὰ ποιεῖς καὶ ἀνόνητα παραγγέλλων καὶ ὁρκῶν ὑπὲρ τῆς τῶν εἰρημένων φυλακῆς.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0144683301
[04118]
ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα.
[04264]
ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε [55.149] νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους.
[05881]
ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα.
[06027]
ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε [55.149] νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0082471728
[01841]
εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0583010256
[00308]
Ῥῖψον τὰ ὄντα, οὐ λέγω τὰ πάντα, ἀλλὰ τὰ περιττὰ περίκοψον.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0577183247
[00270]
Εἰ γὰρ, ὡς σὺ φῂς, εἵμαρται ζῆσαι καὶ ἀποθανεῖν, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιτταὶ τῶν ἰατρῶν αἱ εἴσοδοι, περιττὴ τῆς τῶν νοσούντων φιλοσοφίας ἡ ἀκρίβεια.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0794798553
[09999]
ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει.
[09999]
∆είκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα.
[09999]
Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονομίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμένου.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0479049802
[00620]
εἰ δὲ καὶ αὐτοὶ πολλοῖς εἰσιν ἐπιτιμίοις ὑπεύθυνοι, περιττὰ τὰ τῆς ἀπολογίας ταύτης ἐστίν.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0602504551
[00493]
ὅτι Ἐποίησε τὴν γῆν, καὶ ὅτι Ἄνθρωπος ἦν, περιττὰ λοιπὸν φλυαρεῖς, ἀνόνητόν τινα ἐλίττων λῆρον.
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0141014814
[00053]
καὶ ποτὲ μὲν ὡς ἀνόνητα πονῶν, ποτὲ δὲ ὡς περιττὰ, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται.
[00170]
Ἂν συγκαθήμενός τισι, μηδὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα, οἷον·
In drachmam et in illud Homo quidam habebat duos filios
Ante [Go Back]
000-00-00 Serial Number=0486360490
[00095]
περιτεμῶ κἀγὼ τῇ δρεπάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέλου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0505194068
[05411]
Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτημοσύνης σε ἄγομεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικόπτειν ἀξιοῦμεν, καὶ τῆς αὐταρκείας μόνης ἐρᾷν.
[05425]
Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0471581519
[00139]
Ἤτοι σωφρονισμὸν τὴν ὑγείαν λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισμοῦ, [62.604] ὥστε σωφρονίζεσθαι ἡμᾶς, κἄν τι δεινὸν γένηται, ἵνα σωφρονίζῃ ἡμᾶς, καὶ τὰ περιττὰ κόπτῃ.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0941254616
[04176]
ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυμίαις.
[07719]
∆ιὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ πράγματα παρέχῃς.
[07741]
Μὴ τοίνυν περιεργάζου περιττὰ, μηδ' αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει.
[09999]
Τίνος οὖν ἂν εἴημεν ἄξιοι ἡμεῖς πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες δι' ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων;
[09999]
καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώ-κετε.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0113228977
[00028]
[καὶ πάλιν, Τὰς νεωτέρας, φησὶν, ὡς ἀδελφάς.] Ὅταν γὰρ ᾖ ἀρετὴ, πάντα περιττὰ, καὶ οὐδὲν ἐμποδὼν γένοιτ' ἄν.
[00417]
Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι περιττὰ ταῦτα.
[03493]
Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν.
[03961]
Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, μὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν·
[03978]
Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιμον.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0791824937
[04256]
μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0359979928
[00763]
Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται;
[05266]
Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν;
[05267]
περιττὰ γὰρ ὄντως ταῦτα·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0281186342
[00355]
Οὐκοῦν ὑπακούσωμεν, ∆εσποτικὴ γάρ ἐστιν ἐντολὴ, καὶ τὰ περιττὰ τοῦ πλούτου εἰς τοὺς δεομένους σκορπίσωμεν·
[08224]
ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται.
[08280]
μόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται·
[08282]
Πλὴν ἀλλ', εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι.
[09419]
δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0328052938
[03037]
Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι μὴ δυνάμενος;
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0693495631
[01531]
Τὰ γὰρ πλεονεκτήματα τίθησι τῶν Ἰουδαίων ταῦτα, ἅπερ οὐ τῆς αὐτῶν σπουδῆς ἦν, ἀλλὰ τῆς ἄνωθεν δωρεᾶς, καὶ δείκνυσιν, οὐ μόνον περιττὰ ὄντα ἀμελοῦσιν αὐτοῖς, ἀλλὰ καὶ προσθήκην κολάσεως φέροντα.
[04372]
Ποία γὰρ ἀνάγκη πράγματα ἔχειν περιττὰ, καὶ συμπλέκεσθαι τοῖς ἀνταγωνισταῖς, παρὸν χωρὶς συμπλοκῆς στῆσαι τὸ τρόπαιον, καὶ πρὸ τῆς πάλης ἁρπάσαι τὸ βραβεῖον;
[05528]
εἰ δὲ ὑπὲρ ἀναγκαίας σοι τροφῆς προσέρχεται, τί φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ περιττὰ, ἀργίαν ἐγκαλῶν καὶ ὄκνον;
[08492]
∆ιὰ ταῦτά μοι νῦν ἀνοιμῶξαι ἔπεισιν, ὅτι οἱ δυνάμενοι καὶ τὰ παρόντα ἔχειν, εἰ τῶν τοῦ Χριστοῦ νόμων ἠκούομεν ὡς ἐχρῆν, καὶ τῶν μελλόντων ἐπιτυγχάνειν, ἀμφοτέρων ἐκπίπτομεν, παρακούοντες τῶν εἰρημένων, καὶ περιττὰ φιλοσοφοῦντες.
[09346]
Ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ παρασκευάσω χαλεπώτερα ὑπομεῖναι.
[09999]
Ἀλλὰ γὰρ οὕτω τινές εἰσι βάναυσοι καὶ χαῦνοι καὶ τῶν οὐρανῶν ἀνάξιοι, ὡς μὴ μόνον ὀνόματα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νομίζειν, ὡς τὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0266540110
[01318]
Καὶ γὰρ περιττὰ φθέγγεσθαι πολλὴ ζημία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0976788998
[00211]
Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι;
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0245395362
[00787]
Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως·
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0179017186
[00011]
∆ιὰ τοῦτο τὰ μὲν ἄλλα ἅπαντα ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ τὰ ἀνόνητα καὶ βλαβερά·
[00058]
Οὐ μικρὸν οὖν τοῦτο τέως ἐντεῦθεν καρπούμεθα, τὸ μηδενὶ τῶν εὐτελεστέρων ἐπαισχύνεσθαι, τὸ ψυχῆς ἀρετὴν ἐπιζητεῖν, τὸ πάντα τὰ ἔξωθεν ἡμῖν περικείμενα περιττὰ εἶναι νομίζειν καὶ ἀνόνητα.
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0347328961
[00135]
Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς λυπήσω, ἀλλ' ἵνα ὑμᾶς ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ, παρασκευάσω χαλεπώτερα ὑπομεῖναι.
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0372361898
[00156]
Οὐδὲ γὰρ, καθάπερ πολλοὶ ποιοῦσι νῦν ἐν ταῖς τοιαύταις περιστάσεσιν εἰς μαγγανείας καὶ γοητείας καταφεύγοντες, τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων τῶν ἀνθρωπίνων καταγελάσας, πρὸς τὸν τῆς φύσεως ∆εσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.
Quales ducendae sint uxores
Ante [Go Back]
[00374]
ἀλλὰ καρπωσαμένη τὴν εὐπορίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»