Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πηγαὶ [73]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πηγαὶ


000-00-00 Serial Number=0336361587
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00009]  Καὶ μαρτυρήσειαν ἄν μοι αἵ τε ἄϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαὶ, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ.
000-00-00 Serial Number=0758657575
Ad Innocentium papam i Ante [Go Back]  
 [00060]  καὶ ὀλολυγαὶ, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορὰς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων·
000-00-00 Serial Number=0050790608
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00361]  [7.14] Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη.
000-00-00 Serial Number=0934828520
Ad populum Antiochenum Ante [Go Back]  
 [03128]  διορθοῦται δὲ αὐτοῦ τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαὶ, καὶ ψυχρότης ἀέρος, πῶς ἂν οὗτος εἴη Θεός;
 [03141]  Καὶ γὰρ καὶ ἡ γῆ, ἐὰν ἀπολίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάττης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νοτὶς, καταφρυγεῖσα ταχέως ἀπόλλυται·
000-00-00 Serial Number=0688903749
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00062]  Ἐντεῦθεν γὰρ αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφιεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν·
000-00-00 Serial Number=0145611167
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00456]  καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν.
000-00-00 Serial Number=0806189597
Catecheses ad illuminandos Ante [Go Back]  
 [01045]  Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν.
 [01046]  Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδεμία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ.
000-00-00 Serial Number=0169852257
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0730170429
Contra theatra Ante [Go Back]  
 [00123]  Καὶ πρῶτον βλέπεις ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ' ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ' ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδάσκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι' ἐπαγγελίας ἡ χάρις ἐκύρωσε.
000-00-00 Serial Number=0032797456
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00139]  οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν ἡ κοπρία λοιπὸν, καὶ πηγαὶ σκωλήκων ἔβρυον, πάντοθεν καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἔξεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος·
000-00-00 Serial Number=0361671746
De Anna i Ante [Go Back]  
 [00572]  Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν·
 [00663]  Τὸ γὰρ παιδίον τὸ παρ' ἐλπίδας σπαρὲν ἐν τῇ γαστρὶ ἐκείνῃ, μετέθηκεν ἀπὸ τῆς οἰκίας, καὶ εἰς τὸν ναὸν ἐφύτευσεν, ἔνθα πηγαὶ καὶ ἀρδεῖαι πνευματικαὶ καὶ διηνεκεῖς.
 [01179]  ἀλλ' αἱ τῶν ὑδάτων πηγαὶ κοινῇ πᾶσι πρόκεινται, καὶ πλουσίοις, καὶ πένησι.
000-00-00 Serial Number=0102282763
De Lazaro Ante [Go Back]  
 [00017]  καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ὑδρεύηται, ῥέουσι, καὶ αἱ πηγαὶ, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι, καὶ οἱ ποταμοὶ, κἂν μηδεὶς πίνῃ, τρέχουσι.
 [01934]  κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, δι' ὃν οὐρανὸς ἐτανύσθη, καὶ ἥλιος φαίνει, καὶ σελήνη τρέχει, καὶ ἀὴρ ἐξεχέθη, καὶ πηγαὶ βρύουσι, καὶ θάλαττα ἡπλώθη, καὶ προφῆται ἐπέμφθησαν, καὶ νόμος ἐδόθη·
000-00-00 Serial Number=0386248052
De beato Philogonio Ante [Go Back]  
 [00202]  Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον;
000-00-00 Serial Number=0954457164
De eleemosyna [2] Ante [Go Back]  
 [00089]  δι' ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι' ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι' ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι' ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι' ὃν κτήνη, τε [60.709] τράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι' ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι' ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ.
000-00-00 Serial Number=0177014887
De jejunio sermones 1 Ante [Go Back]  
 [00211]  Αἱ τῶν ὑδάτων πηγαὶ ἀντλούμεναι καθαρώτερον τὸ ὕδωρ βλυστάνουσι, καὶ πάντων τὴν χρείαν καὶ τὴν δίψαν πληροῦσαι ἄπαυστον ἐκ λαγόνων τὸ νᾶμα πη [60.716] γάζουσιν.
 [00213]  καὶ πᾶσιν αἱ πηγαὶ τὸν [60.717] πότον πλουσίως παρέχουσαι, ἀνεξάντλητον ἔχουσι τὸν θησαυρόν.
000-00-00 Serial Number=0165286541
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00444]  Πάλιν αἱ πηγαὶ αἱ παρ' ἡμῖν, αἱ νικῶσαι τῷ ῥεύματι τοὺς ποταμούς, ἀθρόον ἔφυγον καὶ ἀπεπήδησαν, μηδέποτε τοῦτο παθοῦσαι πρότερον, ἀλλ' ὅτε θυσίαις καὶ σπονδαῖς τὸ χωρίον ἐμόλυνεν ὁ βασιλεύς.
000-00-00 Serial Number=0920137107
De libello repudii Ante [Go Back]  
 [00216]  Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγενημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν·
000-00-00 Serial Number=0434088826
De mutatione nominum Ante [Go Back]  
 [00267]  Καθάπερ γὰρ ἐν χωρίῳ νοτίδα ἔχοντι, ὅπουπερ ἂν διασκάψῃ τις, πηγαὶ πανταχόθεν ἐκπηδῶσιν·
 [00507]  Ἵνα γὰρ μή τις ὑποβολιμαῖον εἶναι νομίσῃ τὸ παιδίον, αἱ τοῦ γάλακτος πηγαὶ τὸν τοκετὸν ἐνεγυήσαντο, ὥστε ἀναμιμνησκόμενος τοῦ ὀνόματος καὶ αὐτὸς ἱκανὴν εἶχε διδασκαλίαν τῆς παραδόξου γεννήσεως.
 [00525]  Ἀπεσβέσθησαν αἱ τοῦ αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρηστον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0744223416
De paenitentia sermo 1 Ante [Go Back]  
 [00171]  Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, [60.686] ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί.
000-00-00 Serial Number=0695350409
De patientia sermo 1 Ante [Go Back]  
 [00273]  Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέχουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται.
000-00-00 Serial Number=0884877145
De sanctis martyribus [1] Ante [Go Back]  
 [00091]  Μαρτύρων θῆκαι οὐδὲν ἄλλο εἰσὶν, ἀλλ' ἢ λιμένες ἀσφαλεῖς, καὶ πηγαὶ ναμάτων πνευματικῶν, καὶ θησαυροὶ περιουσίας ἀνάλωτοι, μηδέποτε ἐλεγχόμενοι.
 [00093]  καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν ναμάτων τὰ πεπονηκότα καὶ καταφλεχθέντα ἀνακτῶνται σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα, καὶ θυμὸν ζέοντα, καὶ εἴ τι τοιοῦτον ἕτερον διενοχλήσειεν, ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν.
000-00-00 Serial Number=0125073791
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00062]  Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι;
000-00-00 Serial Number=0165653288
De terrae motu Ante [Go Back]  
 [00026]  Πολλαὶ τοῦ ἱδρῶτος αἱ πηγαὶ, ἀλλ' ἀποσμήχουσι τὸ συνειδός.
000-00-00 Serial Number=0197906494
De virginitate Ante [Go Back]  
 [01797]  Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν.
000-00-00 Serial Number=0326671779
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00468]  Οὐδὲ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν ποιοῦσι, καὶ ἐνώπιον Κυρίου τὸν εὐχόμενον ἵστασθαι παρασκευάζουσιν·
000-00-00 Serial Number=0201301217
Epistula ad Cyriacum Ante [Go Back]  
 [00609]  Καὶ γὰρ ἡ τοῦ σώματος ἀρρωστία ἡ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων χαλεπωτέρα οὐκ ἐπαύσατο συνεχῶς πολιορκοῦσα καὶ λοιδοριῶν δὲ καὶ ὕβρεων νιφάδες καὶ συκοφαντίαι οὐ διέλειπον κατὰ σοῦ φερόμεναι, ἀθυμίαι τέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου.
000-00-00 Serial Number=0982137024
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00966]  ἀθυμίαι δέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου.
000-00-00 Serial Number=0862957239
Expositiones in Psalmos Ante [Go Back]  
 [07116]  Τρυφὴ καὶ μέθη πηγαὶ πορνείας.
000-00-00 Serial Number=0238013685
Fragmenta in Job Ante [Go Back]  
 [00593]  Ἐντεῦθεν αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον, τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν, ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν, καὶ ταῦτα οὐκ ἐπὶ δύο, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἡμέραις, ἀλλ' ἐπὶ μησὶ πλείοσιν.
000-00-00 Serial Number=0997793078
In Acta apostolorum Ante [Go Back]  
 [07605]  Ἐν τοῖς ὑψηλοτάτοις χωρίοις αἱ πηγαὶ λέγονται τίκτεσθαι.
 [07609]  Αἱ πηγαὶ ἐν ἐρημίαις εἰσὶν ὡς τὰ πολλά·
 [07611]  Αἱ πηγαὶ, ὅσῳ ἂν καθαίρωνται, ἀφθονώτεραι γίνονται·
000-00-00 Serial Number=0251108706
In Jordanem fluvium Ante [Go Back]  
 [00009]  καὶ κατ' ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ' ἀλλήλων αἱ πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν.
000-00-00 Serial Number=0330700397
In adorationem venerandae crucis Ante [Go Back]  
 [00192]  Καὶ ὁ μὲν οὐρανὸς ἀντὶ αἴγλης σκότος περιεβάλλετο, ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ λίμναι τὸ νᾶμα συστέλλειν ἠπείγοντο, νεύματι δὲ τοῦ σταυρωθέντος Χριστοῦ τὰ ῥεῖθρα προβάλλειν ἐκελεύοντο·
000-00-00 Serial Number=0260809600
In decollationem sancti Joannis Ante [Go Back]  
 [00115]  ὅτε ποταμοὶ ἐλεπτύνθησαν, καὶ πηγαὶ τοὺς μαζοὺς τῶν ὑδάτων τῷ καύσωνι ἔσφιγξαν, καὶ θάλασσα ἐξηλμίσθη, μὴ ἐπεισερχομένων αὐτῇ γλυκέων ὑδάτων καὶ ὄμβρων ἀνασταλέντων.
000-00-00 Serial Number=0901329160
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03835]  Ἀλλ' οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων περιττευμάτων.
000-00-00 Serial Number=0874728978
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07218]  Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν.
000-00-00 Serial Number=0707154036
In epistulam ad Ephesios Ante [Go Back]  
 [03459]  Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα.
000-00-00 Serial Number=0639505327
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  ὅθεν οὐ ποταμοὶ μόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν·
000-00-00 Serial Number=0491072059
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00019]  ὅτε ὄψις πατέρων ὀλολυγμῷ διεστρέφετο, καὶ μητέρων σπλάγχνα τοῖς πόνοις εἱλίσσετο, καὶ γαλακτοφόροι πηγαὶ μαστῶν παρὰ καιρὸν ἐξηραίνοντο;
 [00048]  Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι·
000-00-00 Serial Number=0178010046
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00201]  Καὶ ὁ λίθος ἐφάνη λίθος, καὶ τὸ ξύλον, ξύλον, καὶ τὰ δένδρα, δένδρα, καὶ αἱ πηγαὶ, πηγαί.
000-00-00 Serial Number=0829781532
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00552]  πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν·
000-00-00 Serial Number=0424210727
In illud In faciem ei restiti Ante [Go Back]  
 [00033]  Στῦλοι γὰρ ὄντως εἰσὶν οὗτοι, τὴν ὀροφὴν τῆς πίστεως ἀνέχοντες καὶ διαβαστάζοντες, καὶ στῦλοι, καὶ πρό βολοι, καὶ ὀφθαλμοὶ τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πηγαὶ τῶν ἀγαθῶν, καὶ θησαυροὶ, καὶ λιμένες, καὶ πᾶν ὅπερ ἂν εἴποι τις, οὐδέπω τῆς ἀξίας αὐτῶν ἐφίξεται·
000-00-00 Serial Number=0929192185
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00338]  Τί τὸν Ἰὼβ ἡ τῶν βουκολίων καὶ τῶν ποιμνίων ἀναίρεσις, ὁ βίαιος καὶ ἄωρος τῶν παίδων θάνατος, ἡ πληγὴ τοῦ σώματος, αἱ πηγαὶ τῶν σκω λήκων, ἡ ὀδύνη ἡ ἀκαρτέρητος, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, ἡ ἐπιβουλὴ τῆς γυναικὸς, τὰ ὀνείδη τῶν φίλων, αἱ λοιδορίαι τῶν οἰκετῶν;
000-00-00 Serial Number=0736940682
In illud Memor fui dei Ante [Go Back]  
 [00216]  ἐκεῖ δώδεκα [61.693] πηγαὶ ἐν Ἐδὲμ βρύουσιν, ὧδε δώδεκα μαθηταὶ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης βάπτισμα πηγάζουσιν·
000-00-00 Serial Number=0783116579
In illud Messis quidem multa Ante [Go Back]  
 [00039]  ἀλλ' ἐννόησον ὅτι ἀδελφὸς, τὸ περισπούδαστον τῷ Θεῷ ζῶον, ὑπὲρ οὗ τοσαῦτα ἐγένετο, ὑπὲρ οὗ τὸ τί μιον αἷμα ἐχύθη καὶ τιμὴ κατεβλήθη τοσαύτη, δι' ὃν οὐ ρανὸς ἐτάθη, καὶ ἥλιος ἀνήφθη, καὶ σελήνη τρέχει, καὶ ποικίλος ἀστέρων καταλάμπει χορὸς, καὶ ἀὴρ ἡπλώθη, καὶ θάλασσα ἐξεχύθη, καὶ γῆ ἐθεμελιώθη, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ ὄρη πέπηγε·
000-00-00 Serial Number=0923824728
In illud Ne timueritis Ante [Go Back]  
 [00423]  Ἐκεῖ πηγαὶ δακρύων, ἐνταῦθα στέφανοι καὶ βραβεῖα.
 [00632]  ἡ δυσωδία γὰρ αὐτὴν ἐλαύνει, αἱ πηγαὶ τῶν σκωλήκων αὐτὴν διώκουσι.
 [00775]  Ἐκείνοις πάντα κοινὰ, καὶ γῆ, καὶ πηγαὶ, καὶ νομαὶ, καὶ ὄρη, καὶ νάπαι, καὶ οὐδὲν θάτερον θατέρου πλέον ἔχει·
000-00-00 Serial Number=0601492763
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00125]  καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη τρέχει, καὶ ὁ ποικίλος τῶν ἄστρων φαίνει χορὸς, καὶ ἄνεμοι πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα κινεῖται, καὶ σπέρματα ἀναδίδοται καὶ φυτὰ, καὶ ἡ γῆ τίκτει καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν ἀνθρώπων γένος.
000-00-00 Serial Number=0456611216
In illud Vidua eligatur Ante [Go Back]  
 [00384]  Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρεπόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ' ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη.
000-00-00 Serial Number=0664388180
In principium Actorum Ante [Go Back]  
 [00774]  Ἐκεῖνα [51.89] τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι.
000-00-00 Serial Number=0409160316
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00150]  οὐδεὶς ἀνεσώζε το, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαὶ, ποταμοὶ, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο.
000-00-00 Serial Number=0008034825
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00066]  αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νά ματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατ έχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγί νονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτά σει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλατ τίων ὑδάτων.
000-00-00 Serial Number=0899338543
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00166]  ἐκεῖ πηγαὶ ὑδάτων, ἐνταῦθα πηγαὶ μαρτύρων·
000-00-00 Serial Number=0599145651
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00174]  παυσάσθω σαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, <αἱ> σαρκῶν περιπλο καὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί.
000-00-00 Serial Number=0066069543
Post reditum a priore exsilio Ante [Go Back]  
 [00096]  καὶ γὰρ ἐκτενεῖς ἦσαν αἱ εὐχαὶ, καὶ αἱ πηγαὶ τῶν δακρύων ἐπέῤῥεον.
000-00-00 Serial Number=0903762221
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00013]  Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάως ῥέοντας ποταμοὺς πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόων συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον καὶ ἀνεχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα·
000-00-00 Serial Number=0862791121
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00432]  Ἦλθον ἔνθα δώδεκα πηγαὶ καὶ φοίνικες οἱ ἑβδομήκοντα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»