Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πιστοῖς [63]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πιστοῖς


000-00-00 Serial Number=0643954396
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00003]  Ἀγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Ἐκκλησία δὲ πιστοῖς ἀντ' οὐρανῶν ἓν διαίτημα καὶ νόμιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0204470456
Ad viduam juniorem Ante [Go Back]  
 [00041]  οὕτως οὐκ ἐπονείδιστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ' ἡμῖν μόνον τοῖς πιστοῖς ἀλλὰ καὶ τοῖς ἀπίστοις αὐτοῖς.
000-00-00 Serial Number=0045078039
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00056]  Παῦλος γάρ φησιν ἀπόστολος Χριστοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.
000-00-00 Serial Number=0644288003
De Lazaro Ante [Go Back]  
 [01375]  τοῖς γὰρ πιστοῖς ἐστι δήλη καὶ φανερὰ, ἀλλ' ὅμως τοῖς ἀπίστοις οὐ φαίνεται·
000-00-00 Serial Number=0421059966
De cruce et latrone Ante [Go Back]  
 [00016]  Τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα.
000-00-00 Serial Number=0555038512
De diabolo tentatore Ante [Go Back]  
 [00469]  Οὐ γὰρ τὰ τυχόντα ἐστὶν, ἀλλ' ὑπὲρ ὧν πολλαχοῦ πολλοῖς πολλάκις γίνονται λόγοι, ὑπὲρ ὧν πολλὴ μάχη καὶ πόλεμος οὐχὶ πιστοῖς πρὸς ἀπίστους μόνον, ἀλλὰ καὶ πιστοῖς πρὸς πιστούς·
000-00-00 Serial Number=0197719574
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01042]  Οὕτως ἑνὸς ἦν πανταχοῦ τοῦ συμφέροντος τοῖς πιστοῖς, τῆς εἰρήνης, τῆς ὁμονοίας, καὶ πανταχοῦ ἑαυτὸν ἐτήρει τῷ κηρύγματι.
000-00-00 Serial Number=0823326290
De mutatione nominum Ante [Go Back]  
 [00744]  ∆ιὰ τοῦτο ἀφῆκεν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν.
 [01111]  Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα;
000-00-00 Serial Number=0223056436
De occursu domini Ante [Go Back]  
 [00027]  ∆ιὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται·
000-00-00 Serial Number=0381715119
De resurrectione mortuorum Ante [Go Back]  
 [00046]  Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο.
 [00057]  Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν, ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο καὶ διηνεκὴς, ἀλλ' ὅτι καὶ ἐν αὐτοῖς τοῖς πιστοῖς συνέβαινε γίνεσθαί τινα σκάνδαλα καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας·
000-00-00 Serial Number=0269691706
De sancta pentecoste Ante [Go Back]  
 [00252]  Ὥστε οὐχ ὡς πιστοῖς, ἀλλ' ὡς ἀπίστοις ἐδίδοτο τὰ σημεῖα, ἵνα γένωνται πιστοί·
000-00-00 Serial Number=0201404035
De studio praesentium Ante [Go Back]  
 [00109]  τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν·
000-00-00 Serial Number=0556840777
Expositiones in Psalmos Ante [Go Back]  
 [00637]  ταύτην καὶ ὁ Παῦλος τοῖς πιστοῖς ἐπηύχετο, καθ' ἑκάστην ἐπιστολὴν λέγων·
000-00-00 Serial Number=0226309359
In Bassum martyrem Ante [Go Back]  
 [00007]  Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπίσκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ' ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν συνήθως πρὸς τὸν ∆εσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαίστρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρσίας παρ' αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς πιστοῖς ὁ Χριστὸς προευτρέπισεν.
000-00-00 Serial Number=0448067188
In Joannem Ante [Go Back]  
 [04232]  καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις, οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις.
000-00-00 Serial Number=0779802978
In Psalmum 705 Ante [Go Back]  
 [00010]  ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μά χεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύ σασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεν αντίων πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις·
000-00-00 Serial Number=0731067777
In adorationem venerandae crucis Ante [Go Back]  
 [00237]  Ὅρα δέ μοι τὸν τύπον τοῦ σταυροῦ, πόσα τέρατα καὶ σημεῖα εἰργάσατο, τοῖς μὲν ὑπεναντίοις κακὰ, τοῖς δὲ πιστοῖς καλά.
000-00-00 Serial Number=0225356877
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00028]  Ὅθεν πάσης ἀντιλογίας ἐκτὸς, μήτηρ αὕτη ἑορτῶν ἡ ἀοίδιμος ἡμέρα τοῖς πιστοῖς λελόγισται.
000-00-00 Serial Number=0135739088
In catenas sancti Petri Ante [Go Back]  
 [00230]  τὰς δέ γε ἁλύσεις περὶ τὴν φρουρὰν καταλειφθείσας, οἱ τῶν τοῦ Ἡρώδου ὑπηρετῶν, ὅσοις τὸ τῆς θεογνωσίας ἐνήστραψε φῶς, ταύτας κρυφῇ ἀνελόμενοι καὶ παρ' ἑαυτοῖς θησαυρίσαντες, καὶ παῖς παρὰ πατρός, ὃ δὴ λέγεται, τὸ περὶ αὐτὰς διήγημα τοῖς ἐφεξῆς παραπέμψαντες ἐν ἀσφαλεῖ κατεῖχον καὶ συγκατέκρυπτον, ἕως τὸ τῆς ἰουδαϊκῆς πατριᾶς ἔργον γεγονυίας πολέμου καὶ εἰς φροῦδον χωρησάσης, ἔτι μὴν καὶ τῆς εἰδωλικῆς σκοτομήνης περιαιρεθείσης, ὑπὸ βασιλεῦσι πιστοῖς τὰ Ῥωμαίων γέγονε σκῆπτρα, οἷς διὰ σπουδῆς ὄντα περὶ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων παντοίως τιμᾶν, φανεροῦται καὶ ἡ ἀποστολικὴ αὕτη ἅλυσις, καὶ ὑπ' αὐτῶν πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων ἀναφέρεται, καὶ τῷ τοῦ ἀποστόλου ἱερῷ τεμένει ἐπαξίως ἐγκατατίθεται, ἣν ὡς αὐτοῦ ἐκείνου τὸ θαυματουργὸν σκῆνος καὶ τιμῶμεν καὶ κατασπαζόμεθα.
 [00277]  Καὶ νῦν βασιλεῦσι πιστοῖς καὶ θεραπείᾳ βασιλέων, καὶ πλήθεσι πάντων πιστῶν ἁγιασμοῦ πηγὴ, χαρίτων οὐρανίων παροχὴ, ἰαμάτων παντοίων ἐπιρροὴ, προσκυνούντων σωτήριος φυλακὴ καὶ τῶν ἀσπαζομένων ἀνόρθωσις ψυχική.
 [00306]  [176] ρο] τιμωμένῳ, ἐν ᾧ σου τὰς τιμίας ἁλύσεις θησαυρισθῆναι εὐδόκησας, ἐν ᾧ ταμισθῆναι ταύτας ὡς ἱερώτατα κειμήλια κέκρικας, ἐν ᾧ καὶ προκείμεναι καὶ πᾶσι πιστοῖς καθορώμεναι, τὰς ἐκ σοῦ νοητὰς ἐποχετεύσεις τῶν θαυμάτων κρουνηδὸν τοῖς ἐθέλουσιν ἀναβλύζουσι.
000-00-00 Serial Number=0912343919
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01211]  Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται·
 [02310]  Καὶ ὅτε μὲν τοῖς πιστοῖς διελέγετο, οὐ δεδοξάσθαι τὸ δεδοξασμένον ἔλεγεν·
 [02576]  Οὐ γὰρ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκείμενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν·
000-00-00 Serial Number=0996775031
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00756]  Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
 [00768]  Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραμυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖν [62.618] δεινὰ, καὶ ὑπ' οὐδενὸς τούτων καταμαλακισθῆναι·
 [00790]  Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις.
 [00801]  Ἀλλ' οὐ πιστοῖς μόνον λέγει, Παράθου·
 [02570]  Ἄρα καὶ τὸν Τιμόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε μηδεμίαν γενέσθαι [62.656] ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν.
 [02577]  Καὶ μάλιστα ἔδει, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας, ἔχειν αὐτά.
000-00-00 Serial Number=0688244879
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01714]  οὐδὲ γὰρ ἡμῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρίβεια.
 [04228]  Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πιστοῖς·
 [04237]  Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν.
 [06880]  Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς.
 [09999]  ὅτι ἡ μὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει·
 [09999]  Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλο-τρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους.
000-00-00 Serial Number=0217045784
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02433]  Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [02465]  Ἃὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [02571]  Κωλυόντων, [62.561] φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0508511722
In epistulam ad Colossenses Ante [Go Back]  
 [00003]  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
 [00052]  Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ.
000-00-00 Serial Number=0938007951
In epistulam ad Ephesios Ante [Go Back]  
 [00027]  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
 [00034]  Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.
 [00609]  Ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ' οὐ τοῖς πιστοῖς.
 [02306]  Ἐνταῦθα μέντοι γε καὶ πολλὴ τοῖς πιστοῖς ὠφέλεια γίνεται ἀπὸ τῶν γεγενημένων·
 [05325]  Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς.
 [06485]  Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν, ἐν τοῖς κατηχουμένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ.
000-00-00 Serial Number=0925337136
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02296]  ἐν δὲ τοῖς οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα, καὶ μεγίστη.
000-00-00 Serial Number=0573395967
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00075]  Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς;
 [00103]  Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι, εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, τί θαυμαστὸν, εἰ καὶ διὰ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ;
000-00-00 Serial Number=0486580312
In epistulam ad Philippenses Ante [Go Back]  
 [00185]  Τί δήποτε οὐδαμοῦ τῷ κλήρῳ γράφων ἀλλαχοῦ, οὐκ ἐν Ῥώμῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖς ἠγαπημένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει;
 [04419]  Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ.
000-00-00 Serial Number=0112444758
In epistulam ad Romanos Ante [Go Back]  
 [01122]  Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων·
 [08550]  Καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι·
000-00-00 Serial Number=0326098979
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00049]  Ὅρα μοι πῦρ παντὸς ἐλαίου τοῖς πιστοῖς προσηνέστερον·
000-00-00 Serial Number=0848893642
In principium indictionis [1] Ante [Go Back]  
 [00007]  ἔδει τοιαύτην τῷ νέῳ ἐνιαυτῷ τοῖς πιστοῖς ὑπαντῆσαι τὴν ἀγαλλίασιν·
000-00-00 Serial Number=0476737678
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00134]  ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω·
000-00-00 Serial Number=0942021489
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00074]  καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον, ἀλλ' ἢ τρόπαιον καθ' ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης.
000-00-00 Serial Number=0687222302
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00093]  εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας;
000-00-00 Serial Number=0465963125
In transfigurationem Ante [Go Back]  
 [00039]  Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπόπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμενος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παραλειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»