Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλάνην [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλάνην


000-00-00 Serial Number=0152618289
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00132]  Καὶ μετὰ τοῦτον πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποπλήσας τῶν εἰδώλων, καὶ τὴν πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ θεοῦ κατετάττετο φίλους.
 [00152]  πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ' ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν.
 [00156]  οὕτω καὶ ὁ θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην.
000-00-00 Serial Number=0108898699
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00877]  [15.1] Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν;
000-00-00 Serial Number=0790533543
Ad populum Antiochenum Ante [Go Back]  
 [06122]  μᾶλλον δὲ μὴ αἰσχυνέσθωσαν, ἀλλὰ παιδευέσθωσαν, καὶ τὴν οἰκείαν ἀφέντες πλάνην ἐπανίτωσαν ἐπὶ τὴν τοῦ Χριστιανισμοῦ δύναμιν, ἀπὸ τοῦ βασιλέως, ἀπὸ τοῦ ἱερέως μαθόντες τὴν παρ' ἡμῖν φιλοσοφίαν.
000-00-00 Serial Number=0781700790
Adversus Judaeos Ante [Go Back]  
 [00477]  οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι, οἱ καθάπερ ἐν θάμνῳ τινὶ, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν [48.858] τῆς Παύλου φωνῆς ἀκούσωσιν, εὖ οἶδ' ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην.
 [01014]  Ἐκεῖνοι, φησὶν, εἴδωλα προσκυνοῦντες, καὶ δαίμονας θεραπεύοντες, τοσοῦτον περὶ τὴν πλάνην ἔχουσι συνειδὸς, ὡς μηδὲ ἑλέσθαι καταλιπεῖν ἐκεῖνα, καὶ πρὸς τὴν ἀλήθειαν αὐτομολῆσαι·
 [01016]  καὶ οὐδὲ ὅσην ἔχουσιν ἐκεῖνοι περὶ τὴν πλάνην ταύτην συνείδησιν, τοσαύτην περὶ τὴν ἀλήθειαν ὑμεῖς ἐπεδείξασθε ∆ιὰ τοῦτό φησιν·
000-00-00 Serial Number=0637483716
Catecheses ad illuminandos Ante [Go Back]  
 [00039]  Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλολατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν πρὸς τοὺς δαίμονας θεραπείαν·
 [00610]  [4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
000-00-00 Serial Number=0769780934
Commentarius in Job Ante [Go Back]  
 [00035]  πόθεν ἔφυγε πλάνην;
 [01077]  τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν.
000-00-00 Serial Number=0711451292
De Anna i Ante [Go Back]  
 [00056]  τὸ δὲ, ἵνα μὴ τὸν ποιήσαντα ἀφέντες οἱ θεωροῦντες αὐτῶν τὸ κάλλος καὶ τὸ [54.635] μέγεθος, ἀντ' ἐκείνου προσκυνήσωσι τὰ ὁρώμενα, τῆς ἐν αὐτοῖς ἀσθενείας δυναμένης τὴν τοιαύτην διορθῶσαι πλάνην.
000-00-00 Serial Number=0558254182
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00060]  Ἐπολέμησε μὲν αὐτοὺς οὐδεὶς οὐδέποτε, οὐδὲ γὰρ θέμις Χριστιανοῖς ἀνάγκῃ καὶ βίᾳ καταστρέφειν τὴν πλάνην ἀλλὰ καὶ πειθοῖ καὶ λόγῳ καὶ προσηνείᾳ τὴν τῶν ἀνθρώπων ἐργάζεσθαι σωτηρίαν.
 [00202]  Αὕται αἱ ἀσχήμονες δαπάναι συνέχουσιν ἔτι καὶ διακρατοῦσι διαπίπτουσαν τὴν πλάνην·
000-00-00 Serial Number=0939903617
De Lazaro Ante [Go Back]  
 [01395]  τὴν οἰκουμένην ἐπέστρεψεν ἅπασαν, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, δι' ἁλιέων καὶ εὐτελῶν ἀνθρώπων ταῦτα πάντα κατώρθωσε, καὶ ἱκανὰς ἀποδείξεις τῆς ἑαυτοῦ προνοίας πανταχοῦ παρέσχεν ἡμῖν.
000-00-00 Serial Number=0216280997
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00102]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
000-00-00 Serial Number=0560671806
De confessione pretiosae crucis Ante [Go Back]  
 [00037]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
000-00-00 Serial Number=0694430530
De cruce et latrone Ante [Go Back]  
 [00131]  Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης.
000-00-00 Serial Number=0729860902
De cruce et latrone ii Ante [Go Back]  
 [00021]  Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε.
000-00-00 Serial Number=0500950158
De gloria in tribulationibus Ante [Go Back]  
 [00035]  Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο·
000-00-00 Serial Number=0993041277
De incomprehensibili dei natura Ante [Go Back]  
 [00005]  Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τῶν σηκῶν ἀνάγκη τὰ πρόβατα ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην·
000-00-00 Serial Number=0788191259
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00024]  [1.4] Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην, καθάπερ ὑπόπτερός τις γενόμενος, ἐπῆλθε πᾶσαν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπα νάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
000-00-00 Serial Number=0525971293
De mutatione nominum Ante [Go Back]  
 [00865]  Καὶ γὰρ καὶ πρὸς Ἕλληνας κοινὸς ἡμῖν οὗτος ὁ λόγος, καὶ πρὸς Ἰουδαίους, οἳ τῆς οἰκείας ἀπιστίας προκάλυμμα νομίζουσιν εἶναι τὸ τοῦ δικαίου κατηγορεῖν, οὐκ εἰδότες ὅτι διπλῆν ἁμαρτάνουσιν ἁμαρτίαν, τήν τε οἰκείαν οὐκ ἀποτιθέμενοι πλάνην, καὶ τὸν ἅγιον τοῦ Θεοῦ τοιαύταις αἰτίαις ὑποβάλλειν ἐπιχειροῦντες.
000-00-00 Serial Number=0130441248
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00025]  Ἀξιόπιστος τῆς ὀπτασίας ὁ τόπος, ἀλήθειαν δεικνὺς καὶ οὐ πλάνην τὴν θέαν.
000-00-00 Serial Number=0301101208
De perfecta caritate Ante [Go Back]  
 [00032]  ∆ι' ἀγάπην κατῆλθε πρὸς ἡμᾶς ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ὁμόσκηνος καὶ ὁμοδίαιτος τοῖς ἀνθρώποις γέγονεν, ἵνα τὴν πολύθεον καταλύσας πλάνην, καὶ τὴν ἀληθῆ καταγγείλας θεογνωσίαν, τὴν πρὸς ἀλλήλους ἀγάπην διδάξῃ τοὺς ἀνθρώπους, καθὼς Ἰωάννης μαρτυρεῖ λέγων·
000-00-00 Serial Number=0524411857
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00287]  ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτὸν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικὸν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγὼ, μήτε πάντες ἄνθρωποι δύναιντ' ἂν τῷ λόγῳ παραστῆσαι.
000-00-00 Serial Number=0586108327
De pharisaeo Ante [Go Back]  
 [00025]  Οὐ βακτηρίαν ἐπιφέρεται, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιάσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ
000-00-00 Serial Number=0393633664
De profectu evangelii Ante [Go Back]  
 [00242]  εἰ δὲ πλάνην τὰ δόγματα εἶχε, καὶ αἱρέσεις εἰσῆγον ἐκεῖνοι, οὐκ ἠδύνατο χαίρειν ὁ Παῦλος.
000-00-00 Serial Number=0430713415
De sacerdotio Ante [Go Back]  
 [00882]  ἀλλὰ μετὰ τοὺς πολλοὺς χρόνους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε καὶ τὰ τοῦ πελάγους ὑπομείνας κακά, τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν.
000-00-00 Serial Number=0628006876
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00047]  Οὐ γὰρ ἐλαύνω πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι·
 [00052]  Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκκαθᾶραι.
000-00-00 Serial Number=0048028350
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00051]  Μὴ βλέψητε ὑμεῖς, αἱ ἅγιαι ψυχαὶ, μὴ ἐμβλέψητε εἰς ἐμὲ, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος τῆς δικαιοσύνης, διὰ τὴν προτέραν μου πλάνην.
000-00-00 Serial Number=0939758360
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09141]  Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ [63.843] τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [09359]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
000-00-00 Serial Number=0246685028
Epistula ad abbatem Ante [Go Back]  
 [00152]  Καὶ μὴ θελήσητέ ποτε τροπάρια πολυσύνθετα λέγειν, ἵνα μὴ πλάνην ὑπομείνητε τερπόμενοι τῇ φωνῇ.
000-00-00 Serial Number=0067054927
Epistulae Ante [Go Back]  
 [00107]  Εἰ καὶ τῆς κατ' ὄψιν σου συντυχίας οὐκ ἀπηλαύσαμεν, ἀλλὰ τὴν ἀρετήν σου τῆς ψυχῆς ἀκούοντες, καὶ τὸν ζῆλον ὃν ἔχεις κατὰ τῶν Ἑλλήνων, καταλύων αὐτῶν τὴν πλάνην, καὶ πρὸς ἀλήθειαν χειραγωγῶν, ὡς παρόντες καὶ συγγενόμενοι, καὶ πολύν σοι συντραφέντες χρόνον, οὕτως σε αἰδούμεθα καὶ τιμῶμεν.
000-00-00 Serial Number=0319995522
Expositiones in Psalmos Ante [Go Back]  
 [07549]  Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην ἀναιρεῖ καὶ τοῦτο μάλιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους ἐλευθεροῦν, τὸ τοὺς ἐπιβουλεύοντας δαίμονας ἀναστέλλειν, τοὺς δὲ ἐπηρεασθέντας ἀπαλλάττειν τῶν δεινῶν.
000-00-00 Serial Number=0606522858
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00692]  Ἵν' οἱ διαφεύγοντες τὴν πλάνην τοῖς ἄλλοις γένωνται παραμυθία.
 [01119]  Τὴν δὲ πλάνην, φησὶ, ταύτην ὑπομένουσιν, ἐπειδὴ ἀκάθαρτοί εἰσιν εἰδωλολατροῦντες, καὶ μολυσμάτων πεπληρωμένοι, καὶ τοῦ ἐμοῦ πνεύματος ἀμέτοχοι·
000-00-00 Serial Number=0048393488
Fragmenta in Proverbia Ante [Go Back]  
 [00604]  παιδείαν δὲ ἀνεξέλεγκτον, τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις λανθάνουσα πλάνην ποιεῖ.
000-00-00 Serial Number=0505923688
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00086]  Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
 [00202]  Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ' ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν·
000-00-00 Serial Number=0721406817
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00103]  ∆ιὸ καὶ ἡμεῖς μετ' ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρτησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρθοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλάνην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ [63.472] προαιρέσει.
000-00-00 Serial Number=0498236239
In Acta apostolorum Ante [Go Back]  
 [09999]  οὕτω γὰρ ἂν καὶ τὸν θυμὸν ἐπλήρωσε, καὶ τὴν πλάνην ἔστησεν.
000-00-00 Serial Number=0335411549
In Isaiam Ante [Go Back]  
 [00796]  ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην.
 [00818]  Εἰ δὲ Ἰουδαῖοι ταῦτα ἐγκαλοῦνται, τίνος ἂν τύχοιμεν συγγνώμης ἡμεῖς, ποίας ἀπολογίας, οἱ μετὰ χάριν τοσαύτην καὶ τιμὴν ἄφατον καὶ τὰς ἀθανάτους ἐλπίδας, πρὸς τὴν αὐτὴν ἐκείνοις καταπίπτοντες πλάνην;
 [01762]  Οἱ μὲν γὰρ πρὸς τὴν πλάνην ἦγον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν ἐχειραγώγουν·
000-00-00 Serial Number=0008394897
In Joannem Ante [Go Back]  
 [00204]  ἐκεῖνοι δὲ ὥσπερ οἱ τῶν μὲν βασιλείων οὐδὲ ὄναρ ἐπιβῆναι καταξιωθέντες, ἔξω δὲ ἐπ' ἀγορᾶς μετὰ τῶν ἄλλων διατρίβοντες ἀνθρώπων, καὶ ἀπὸ τῆς ἰδίας διανοίας καταστοχαζόμενοι τῶν ἀοράτων, τὴν πολλὴν ἐπλανήθησαν πλάνην, περὶ τῶν ἀῤῥήτων διαλεχθῆναι θελήσαντες, καὶ καθάπερ τυφλοὶ καὶ μεθύοντες, καὶ ἐν αὐτῇ τῇ πλάνῃ ἀλλήλοις προσέῤῥηξαν·
 [01191]  Σκοτίαν καὶ τὸν θάνατον καὶ τὴν πλάνην φησί.
 [01709]  καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην.
000-00-00 Serial Number=0373417020
In Psalmos 101-107 Ante [Go Back]  
 [01091]  ∆ιὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων ∆εσπότου, δι' ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν.
 [01721]  Ὁ δὲ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλὰ τοὺς μὴ πειθομένους αὐτῷ, ἀκυβερνήτους ἐᾷ·
000-00-00 Serial Number=0313934147
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00075]  τάχα πλάνην ὑπεμείναμεν βλέμματος·
 [00076]  ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέστημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν.
000-00-00 Serial Number=0823132277
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00092]  Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν·
 [00125]  ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προτέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ.
000-00-00 Serial Number=0990789354
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06979]  Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀμφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαμπρὰ κατασκευάσας, τὸ μὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναμιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην·
000-00-00 Serial Number=0339563727
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00633]  ἐνταῦθα δὲ πολὺς ὁ πόνος ὥστε μεταπεῖσαι προαίρεσιν, καὶ μεταθεῖναι γνώμην, καὶ ἀναμοχλεῦσαι πλάνην, καὶ καταφυτεῦσαι τὴν ἀλήθειαν.
 [00662]  Οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δεόμενοι δυνάμεως, ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων, καὶ τότε πολλῆς ἔδει τῆς ἰσχύος εἰς αὐτὴν τὴν εἴσοδον.
 [01562]  τὴν πλάνην σβεσθεῖσαν;
 [08974]  Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος.
000-00-00 Serial Number=0925503790
In epistulam ad Colossenses Ante [Go Back]  
 [02724]  Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ μεθοδεία ἡ διαβολικὴ, συγκαλύπτειν τὴν πλάνην, καὶ ἐν μέλιτι τὸ δηλητήριον διδόναι φάρμακον.
000-00-00 Serial Number=0708394051
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02701]  Ὅταν γὰρ προθῶμεν αὐτῶν τὴν πλάνην, καὶ σήμερον ἀκούσῃς καὶ αὔριον, καὶ δοκιμάσῃς μὴ καλῶς ἔχειν, τὸ πᾶν ἔμαθες, τὸ πᾶν ἔγνως·
000-00-00 Serial Number=0425091922
In epistulam ad Philippenses Ante [Go Back]  
 [03732]  τῷ γὰρ εἰπεῖν, ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτι αὐτὸν ἐφεύγομεν.
000-00-00 Serial Number=0016392350
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00037]  Ἐξέλθω πάλιν εἰς τὰς τριόδους αὐτῶν, ἐξέλθω πρὸς τοὺς πλανωμένους τὴν ἑκούσιον πλάνην, ἐξέλθω πρὸς τοὺς ῥᾳθύμους, ἐξέλθω πρὸς τοὺς ἀπόρους ὁ εὔπο ρος, ἵνα τοὺς ἀπόρους εὐπόρους ἐργάσωμαι;
000-00-00 Serial Number=0205808938
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00028]  Ὢ τοῦ θαύματος! Ἰωάννης ἐκ κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος, ὁ μετὰ τὸν νόμον ἐν προφήταις, δεύτερος Ἠλίας, καὶ ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων·
000-00-00 Serial Number=0185105562
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00010]  Ἐκείνη κύνας τρέφουσα, θηρεύουσα, τὴν πλάνην κατέσπειρεν·
000-00-00 Serial Number=0292076528
In parabolam Samaritani Ante [Go Back]  
 [00090]  Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην.
000-00-00 Serial Number=0774081111
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00114]  Στῆσον τὴν ὀργὴν, ὥσπερ τὴν πλάνην ἡμεῖς.
000-00-00 Serial Number=0106814921
In principium indictionis [2] Ante [Go Back]  
 [00035]  Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατείτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν·
 [00038]  οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην.
000-00-00 Serial Number=0209870815
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00009]  Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέ ξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς πα ρανομίας τὴν πλάνην ἀποκηρύξῃ, καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ, διὰ τοῦ βαπτίσματος, τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνον τος.
000-00-00 Serial Number=0284431159
In ramos palmarum [1] Ante [Go Back]  
 [00137]  Εὐλογη μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Κύριος σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φω ταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων ἀπά την, ἀντεισάξαι θεογνωσίαν σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θερα πείας.
000-00-00 Serial Number=0847066045
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00668]  ὁ προσκυνή σας, ὁ μάννα σπείσας, ὁ τὸν Θεὸν οὕτω τιμῶν, καὶ θαυμάσας καὶ ὑπερεκπλαγεὶς, οὗτος, οὐδὲ μακροῦ παρελθόντος χρόνου, εὐθέως ἐπὶ τὴν προτέραν ἐπαν έρχεται πλάνην;
000-00-00 Serial Number=0987713635
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00697]  Οὕτως ἐνταῦθα τὸ, Ἀπένειμεν αὐτοῖς, τουτέστιν, ἑλομένους τὴν πλάνην, καὶ μὴ βουλομένους ἐπιστρέψαι, ἀφῆκεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»