Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλήθους [152]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλήθους


000-00-00 Serial Number=0445016563
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00315]  Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων ἀναλαβών·
000-00-00 Serial Number=0461012959
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00071]  Ὁ μὲν γὰρ ἄρχων δήμων ὑπόκειται θυμῷ καὶ πλήθους ὁρμαῖς ἀλογίστοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσιν, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης·
000-00-00 Serial Number=0858763516
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00534]  Ταῦτα τὰ τῆς ὑποσχέσεως ῥήματα, τὰ τῆς ἐπαγγελίας, τὰ λέγοντα ὅτι πλήθους ἐκγόνων ἔσται πατὴρ καὶ ἔσται τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ;
 [00541]  Οὐκ ἔστιν εἰπεῖν ὅτι δύο παῖδας εἶχε γνησίους καὶ προσεδόκα, ἀναιρεθέντος τούτου, ἀπὸ τοῦ ἑτέρου τοῦ πλήθους ἐκείνου ἔσεσθαι πατήρ, ἀλλὰ καὶ μόνον εἶχεν αὐτὸν καὶ ἀπὸ
 [00855]  ἀλλ' ὁρῶν σταυρὸν καὶ ἥλους ἐμπεπηγότας καὶ κωμῳδίαν τοσαύτην γινομένην ὑπὸ τοῦ πλήθους τοῦ διεφθαρμένου, τὴν ὀρθὴν ὁδὸν αὐτὸς ἐβάδισε λέγων·
000-00-00 Serial Number=0765792608
Ad populum Antiochenum Ante [Go Back]  
 [00539]  Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο.
 [01297]  εἰς δὲ τὴν ἐκκλησίαν καταφεύγοντες, ὑπὸ τοῦ πλήθους στενοχωρούμεθα·
 [02988]  Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ' ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὄν.
 [03730]  ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος.
 [03844]  Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν πρὸς αὐτὸ συνελαυνόντων ἡμᾶς οὐκ ἀφιέντος ἐκπεσεῖν τῶν συμφερόντων ἡμῖν.
 [03979]  τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ·
 [04947]  τῆς γὰρ ἀπὸ τοῦ πλήθους καὶ τῶν τειχῶν ἀσφαλείας πολλῷ μείζονα εἶχε δύναμιν, τὴν εὐσέβειαν.
 [05823]  Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ [49.209] πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.
000-00-00 Serial Number=0431363046
Adversus Judaeos Ante [Go Back]  
 [00467]  ∆ιὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι.
 [02605]  βιώσῃ βίον μακρὸν, κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος, ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ Γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός.
000-00-00 Serial Number=0212178588
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00171]  Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζὼ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο.
000-00-00 Serial Number=0724651396
Catecheses ad illuminandos Ante [Go Back]  
 [00318]  ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμάτιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον.
 [00873]  Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.
000-00-00 Serial Number=0059974670
Commentarius in Job Ante [Go Back]  
 [03934]  [35,9a] ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, [9b] βοήσονται ἀπὸ βραχίονος πολλῶν.
000-00-00 Serial Number=0123279750
De Anna i Ante [Go Back]  
 [00029]  ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια·
000-00-00 Serial Number=0663039804
De Lazaro Ante [Go Back]  
 [01833]  Τίς γὰρ τῶν πολλῶν οὐκ ἂν ἐνόμιζεν ἀπάτην εἶναι τὰ εἰρημένα περὶ τοῦ πλήθους τῶν ἐγγόνων, ὧν αὐτῷ [48.1026] ἐπηγγείλατο;
 [01926]  κἂν μὴ ἡ δεκάτη, κἂν εἷς ἐκ τοῦ πλήθους ἀκούσῃ, ἀκουέτω.
000-00-00 Serial Number=0042233765
De beato Abraham Ante [Go Back]  
 [00231]  Ἐστρατοπέδευσε Φαραὼ ὀπίσω αὐτῶν μετὰ πλήθους ἁρμάτων καὶ ἵππων·
000-00-00 Serial Number=0346729517
De consubstantiali Ante [Go Back]  
 [00256]  ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινὴ, καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινὶ, ἀλλ' ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις.
000-00-00 Serial Number=0794509351
De gloria in tribulationibus Ante [Go Back]  
 [00014]  Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών.
000-00-00 Serial Number=0304868579
De incomprehensibili dei natura Ante [Go Back]  
 [00326]  οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν ∆εσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος·
 [00801]  ∆ιὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν.
 [00808]  Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους·
000-00-00 Serial Number=0400194705
De jejunio [3] Ante [Go Back]  
 [00058]  Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων.
000-00-00 Serial Number=0672504902
De paenitentia sermo 1 Ante [Go Back]  
 [00191]  Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ;
000-00-00 Serial Number=0868208587
De perfecta caritate Ante [Go Back]  
 [00047]  Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία·
000-00-00 Serial Number=0180694699
De precatione [2] Ante [Go Back]  
 [00014]  Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπιθολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα.
000-00-00 Serial Number=0731944859
De prophetiarum obscuritate Ante [Go Back]  
 [00393]  Κἂν γὰρ ἄπειροι τυγχάνωσιν ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπιτυγχάνουσι, τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν.
 [00567]  Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας;
 [00570]  Τοσαύτη ἡ δύναμις τῆς τοῦ πλήθους ἱκετηρίας ἐστί.
 [00575]  ∆ύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν [56.182] μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων.
000-00-00 Serial Number=0049568892
De sacerdotio Ante [Go Back]  
 [00601]  Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.
 [00668]  Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ' ἀπὸ χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας·
 [00873]  Ἐπειδὴ μὴ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν.
 [01172]  Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν ταῖς ἐκείνων ἄγεσθαι ἐπιθυμίαις.
 [01178]  Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκειν ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογόν τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν, οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀμείνους ἐργάσασθαι τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.
 [01246]  Μεγίστην δὲ ἐν ἅπασι τούτοις ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παρρησίαν καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδὴν καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων.
 [01336]  Ὅτι οὐχ οὕτω τὸ μονάζειν ὡς τὸ πλήθους προεστάναι καλῶς καρτερίας σημεῖον Ἀλλ' οὐκ ἐπὶ τῆς τοῦ μονάζοντος ἀρετῆς ἔχοι τις ἂν τοῦτο εἰπεῖν.
 [01509]  Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον.
000-00-00 Serial Number=0870073259
De sancta Droside martyre Ante [Go Back]  
 [00191]  Τότε γὰρ οὐδεὶς αὐτῷ τούτου τοῦ πλήθους παραστήσεται, οὐδὲ ἐξαιρήσεται τῆς κολάσεως αὐτὸν καὶ τῆς τιμωρίας, οὐδὲ παραστήσονται αἱ βοαὶ αὗται καὶ αἱ εὐφημίαι, ἀλλὰ κάτω κύπτων, ἀπαῤῥησίαστος, αἰσχυνόμενος ἐπὶ ταῖς τῶν πραγμάτων κατηγορίαις ἀπαχθήσεται ἑλκόμενος ὑπὸ τῶν πονηρῶν δυνάμεων ἐπὶ τὰς ἀθανάτους κολάσεις μετὰ τοῦ χαλεπωτάτου τῶν ὀδόντων βρυγμοῦ, ἀνόνητα λοιπὸν θρηνῶν καὶ κοπτόμενος ἐκ τῶν ἀφορήτων ὀδυνῶν.
000-00-00 Serial Number=0025930762
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00053]  τοῦ δικαστοῦ καθημένου, τῶν δημίων παρεστώτων, τῶν κολαστηρίων εὐτρεπισμένων, τοῦ πλήθους παντὸς συνειλεγμένου, τῶν στρατιωτῶν προσδοκωμένων, ὑπὸ τῆς ἡδονῆς μεθυόντων ἁπάντων, ἐλπιζόντων ἔχειν τὸ θήραμα, τοὺς ἐπὶ τούτῳ ἀπελθόντας, ἐπανιέναι κάτω κύπτοντας, τὸ γεγενημένον δρᾶμα διηγουμένους.
 [00111]  Λαβὲ μετὰ σοῦ δύο καὶ τρεῖς ἀδελφοὺς, ἢ καὶ πλείους, ὥστε καὶ ἀπὸ τοῦ πλήθους γενέσθαι αἰδεσιμωτέρους·
000-00-00 Serial Number=0893746436
De sancta pentecoste Ante [Go Back]  
 [00511]  Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαίνεται·
000-00-00 Serial Number=0721634865
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00059]  οἱ δὲ ὑπὸ τοῦ πλήθους κωλυόμενοι καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω μετὰ πληροφορίας [50.518] ἁπάσης ἀπῄεσαν·
000-00-00 Serial Number=0631463230
De virginitate Ante [Go Back]  
 [01478]  Κἀκείνων δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός.
 [01534]  Εἰ δὲ λέγοι τις ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ' ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾶν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τῇ αἰσχύνῃ.
 [01536]  ∆ιὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστὰς καὶ διὰ τοῦ σχήματος καὶ διὰ τοῦ βαδίσματος καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν·
000-00-00 Serial Number=0658997178
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00497]  Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμὴν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα καὶ ἕως τοῦ νῦν.
 [00594]  ∆ιὰ γὰρ τοῦτο ἱερεῖς παρεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τού [63.587] των ἐπιλαβόμεναι, ὁμοῦ συνέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν.
 [01500]  Τί γάρ μοι δεῖ πλήθους νοσούντων;
 [03456]  Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ.
000-00-00 Serial Number=0492838204
Epistulae Ante [Go Back]  
 [00584]  Καὶ αὐτοὶ δὲ ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν διατηροῦμεν, δέσποτα τιμιώτατε καὶ θαυμασιώτατε, οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τοῦ κατὰ τὴν ὁδὸν ἀφιέντες αὐτὴν ἀσθενεστέραν γενέσθαι.
 [01542]  Καὶ αὐτοὶ δὲ ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν διατηροῦμεν, δέσποτα τιμιώτατε καὶ θαυμασιώτατε, οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τοῦ κατὰ τὴν ὁδὸν ἀφιέντες αὐτὴν ἀσθενεστέραν γενέσθαι.
000-00-00 Serial Number=0679486513
Expositiones in Psalmos Ante [Go Back]  
 [00548]  Πολλοὶ γοῦν τῶν ταῦτα κεκτημένων ἀβίωτον τὸν βίον εἶναι νομίζουσι, καὶ κάμινον ἀθυμίας ἐν τῇ ψυχῇ περιφέρουσιν, ὑπὸ τοῦ πλήθους τῶν φροντίδων περιαντλούμενοι, καὶ τοῖς συνεχέσι πιεζόμενοι φόβοις.
 [00583]  Ἅπερ οὐδὲ ἁπλῶς ἡμῖν δίδωσιν, ἀλλὰ μετὰ πλήθους, καὶ καθ' ἕκαστον ἐνιαυτόν.
 [03632]  Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ' ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους, οὕτω παρακαλεῖν τὸν Θεόν.
 [04079]  Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμένων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν τὸ πλοῖον ἰθύνειν·
 [05395]  Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ' ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους, οὕτω παρακαλεῖν τὸν Θεόν.
 [05842]  Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμένων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν τὸ πλοῖον ἰθύνειν·
000-00-00 Serial Number=0742527425
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00072]  τοῦτο δὲ ἀπό τινων παρ' αὐτοῦ τοῦ προφήτου γενομένων, ὡς ὅταν λαμβάνῃ τὸ περίζωμα, καὶ τὰ ἀκόλουθα ποιῇ, καὶ τὸν βίκον, ὃν ἔκλασε κατὰ πρόσωπον τοῦ λαοῦ, μήνυμα τῆς ἀπωλείας τοῦ πλήθους, καὶ τοὺς κλοιοὺς οὓς περιέθετο.
 [00126]  Ὥστε δῆλον ὡς τοῦτο μηνύει, ὡς ἤρξατο μὲν ἐπὶ Ἰωσίου, οὐ πολλῶν δὲ λόγων, οὐδὲ σφοδρῶν ἐδεήθη τὸ τηνικαῦτα, τοῦ τε κρατοῦντος ὄντος εὐσεβοῦς, καὶ τοῦ πλήθους ἑπομένου τῷ βασιλεῖ.
 [00211]  καὶ ἀπολύειν, τοῦ πλήθους τὴν σφαγήν·
 [00595]  ἴσως δὲ Πολυάνδριον ἡρμήνευσαν, ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι ἀναιρεθέντων.
 [00881]  Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες ἐπανελθεῖν πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν.
 [01298]  Λέγει τοίνυν περὶ τῶν ἱερέων, καὶ βασιλέων, καὶ ψευδοπροφητῶν, καὶ τοῦ πλήθους.
 [01348]  Ἐνταῦθα οὔτε τὸ ἀσεβῆσαι ἐγκαλεῖ, οὔτε τὸ ἀποστραφῆναι, ἀλλὰ τὸ ἀσεβῆσαι μετὰ πλήθους, καὶ τὸ ἀποστραφῆναι ἀνοήτως.
 [02582]  ἐπειδὴ ἔτι ἐπέμενεν ὑπὲρ τοῦ λαοῦ, βουλόμενος ὁ Θεὸς δεῖξαι τοῦ πλήθους τὴν κακίαν, καὶ ὡς ἀμεταμέλητα πταίουσι, καὶ τὴν κατ' αὐτοῦ βουλὴν ἐμήνυσε τῷ προφήτῃ, καὶ ἀπιστοῦντι σαφῶς ἔδειξεν αὐτῶν τὴν κακίαν.
 [03850]  Σημειωτέον δὲ καὶ ἐνταῦθα, ὡς τὸ πολυάνδριον, ἀπὸ τοῦ πλήθους τῶν ἀναιρεθέντων ἡρμήνευσαν αὐτὸ οἱ ἑρμηνεύσαντες.
 [04365]  ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος ∆ανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ' ἐκείνους ἐτύγχανε.
 [04553]  τὸ γὰρ αἰδέσιμον τῆς ἱερωσύνης, ἱκανὸν αὐτοὺς ποιῆσαι ἀξιοπίστους, οὓς ἔδει τοὺς ἄλλους καταστέλλειν, οὗτοι τὸν δῆμον ἐκκαίουσιν, οὗτοι τὴν ὀργὴν τοῦ πλήθους ἀναῤῥιπίζουσι, καὶ οὐδὲ ἀναμένουσι τὴν ψῆφον τῶν δικαζόντων.
 [05618]  ∆ιὰ γὰρ τὴν ἀσέβειαν τοῦ πλήθους κατὰ πάντων ἀποφηναμένου, καὶ βουλομένου μου διὰ τῆς ἀπειλῆς ἀπαλλάξαι τῶν κινδύνων, σὺ οὐδὲ ἀθυμεῖν ἴσ.
000-00-00 Serial Number=0621947169
Fragmenta in Job Ante [Go Back]  
 [00687]  Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται ἀπὸ τοῦ πλήθους τοῦ χρόνου·
 [01860]  οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν.».
 [01904]  «Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.
000-00-00 Serial Number=0965560496
Fragmenta in Proverbia Ante [Go Back]  
 [00240]  ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ πιότητος ἐξεῤῥίφη.
000-00-00 Serial Number=0426602840
In Acta apostolorum Ante [Go Back]  
 [00974]  Ὅρα γὰρ, ἑκατὸν εἴκοσιν ἦσαν, καὶ ἕνα αἰτεῖ ἀπὸ παντὸς τοῦ πλήθους·
 [02692]  Ἀπὸ γοῦν τούτου πάντα ἀνατέτραπται, πάντα ἄνω καὶ κάτω γέγονεν, ὅτι καθάπερ ἐν τοῖς θεάτροις πλήθους ἐφιέμεθα, οὐ πλήθους δοκίμου.
 [03636]  Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
 [03640]  Ὃ ἀνωτέρω οὖν εἶπεν, ὅτι πάντες ἦσαν ἐπιτοαυτὸ, πάλιν ἐνταῦθα δηλῶν τὸ αὐτὸ λέγει, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
 [03678]  Ἄλλος δὲ εἴ τις ἦν, ἴσως ἂν τῇ τοῦ πλήθους παῤῥησίᾳ θαῤῥῶν κἂν ὕβρισε, κἂν μυρία ἐφθέγξατο δυσχερῆ.
 [03878]  ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, οὐχ ὑπ' οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸ τῆς φιλοχρηματίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ.
 [04517]  Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.
 [04597]  Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη·
 [04605]  Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυμία.
 [04635]  Καὶ ἤρεσε, φησὶν, ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.
 [04642]  Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν.
 [07036]  Ὅτι αὐτοὺς ᾐδοῦντο μάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυμασθέντας·
 [08253]  Τί μοι δεῖ πλήθους;
 [09378]  οὐκ ἐδειλίασεν, οὐκ ἐφοβήθη ἐν μέσῳ πλήθους ἀπειλημμένος.
 [09999]  Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.
 [09999]  κἂν μὲν κρότων τύχωσι τῶν ἀπὸ τοῦ πλήθους, γέγονεν αὐτοῖς τοῦτο βασιλείας ἴσον·
 [09999]  δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ' ἰδίαν τῆς ἐξετάσεως γενομένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ ἀκριβῶς ἀνακρίνοντος.
 [09999]  Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους.
 [09999]  Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς.
 [09999]  ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευσάντων ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0255328834
In Isaiam Ante [Go Back]  
 [00999]  Ὅτε γοῦν τὸν τῶν Ἰουδαίων δῆμον διὰ τὰ ἁμαρτήματα τῶν τοῦ Ἠλὶ παίδων ὁ Θεὸς ἀπεστράφη καὶ τὴν πολλὴν τοῦ πλήθους κακίαν, ἐπέλιπεν ἡ προφητεία·
000-00-00 Serial Number=0071091771
In Joannem Ante [Go Back]  
 [00678]  Ἡ γὰρ τῶν καθ' ἕκαστον ἄνοια, συλλεγέντων ὁμοῦ, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται.
 [03723]  ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι·
 [03758]  Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν.
 [03793]  Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν.
 [05168]  Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων ἑαυτοὺς σχίζεσθαι γνώμαις.
000-00-00 Serial Number=0905480206
In Psalmos 101-107 Ante [Go Back]  
 [01223]  καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.
000-00-00 Serial Number=0994783163
In Psalmum 094 Ante [Go Back]  
 [00142]  ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους τῶν οἰκούντων, δεξιὰν ἢ ἀριστερὰν, καὶ κτήνη πολλά;
000-00-00 Serial Number=0636969507
In diem natalem Ante [Go Back]  
 [00010]  Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου·
000-00-00 Serial Number=0917624831
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00911]  Ὃ γὰρ καθ' ἑαυτόν τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται·
 [00936]  Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον.
000-00-00 Serial Number=0641515791
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00020]  Ἐντεῦθεν συμμορίας ποιησάμενοι καθ' ἑαυτοὺς καὶ αὐτοχειροτόνητοι γενόμενοί τινες, προειστήκεσαν τοῦ πλήθους, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἑαυτοὺς προσένεμον, τοῖς μὲν ὡς πλουσίοις, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν·
 [00707]  Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι.
 [01230]  ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ μετὰ δώδεκα ἀνθρώπων, ἀλλὰ μετὰ πλήθους πολλοῦ τοῖς πράγμασιν ἐπιτιθέμενοι.
 [07466]  Τοῦ γὰρ πλήθους [61.201] τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
 [08814]  ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις;
000-00-00 Serial Number=0209772110
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00025]  Ἐπειδὴ δὲ ὄνομα πλήθους ἐστὶν, ὡς τὰ πολλὰ, τὸ τῆς Ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκροτημένου, διὰ τοῦτο αὐτοὺς οὕτω καλεῖ.
000-00-00 Serial Number=0972715557
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00447]  Οὐκ ἀπὸ ἱματίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους θεραπόντων, οὐκ ἀπὸ ὀχημάτων ἡ δόξα τότε γίνεται, ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠμφίεσται τὴν δόξαν.
 [01163]  Καὶ τοῦτο καὶ ὑμεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσμικῶν τούτων παραπετασμάτων καὶ τοῦ λαμπροῦ πλήθους.
000-00-00 Serial Number=0218248010
In epistulam ad Colossenses Ante [Go Back]  
 [02335]  Τί γάρ μοι δεῖ πλήθους νοσούντων;
000-00-00 Serial Number=0066062272
In epistulam ad Ephesios Ante [Go Back]  
 [02937]  Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁμαρτήματα.
 [03261]  Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι.
 [06374]  Καὶ πρῶτον μὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους τοὺς μαθητὰς ἐπαίρει.
 [07036]  Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λύμης, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν.
 [07040]  Ἐκ πλήθους, φησὶν, ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν.
000-00-00 Serial Number=0206884623
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00290]  Ὅτι κἂν μυρίοι γράφωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλὰ, καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται·
 [01713]  καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μήτηρ.
000-00-00 Serial Number=0419122159
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02374]  γέρων μεθύει, ἐν καπηλείοις καθέζεται, γέρων εἰς ἱπποδρομίας σπεύδει, γέρων εἰς θέατρα ἀναβαίνει, καθάπερ παιδίον τρέχων μετὰ τοῦ πλήθους.
 [03875]  Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα μὲν οἱ πολλοὶ, πάντας εἶναί φαμεν·
 [08239]  Τὴν γὰρ ἐλευθέραν οὐκ ἀπὸ τοῦ πλήθους τῶν ἀκολούθων φαίνεσθαι δεῖ·
000-00-00 Serial Number=0815795779
In epistulam ad Philippenses Ante [Go Back]  
 [00555]  νῦν δὲ τῷ τὸ κήρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινομένου.
000-00-00 Serial Number=0713116229
In epistulam ad Romanos Ante [Go Back]  
 [06796]  [60.572] σον τὸν τῆς ἐρημίας πολίτην Ἰωάννην, καὶ μάθε πῶς ὑπερεώρα πλήθους ἐκεῖνος, καὶ κολακεύοντας ὁρῶν οὐκ ἐπεστρέφετο, ἀλλ' ὁρῶν ἅπαντας τοὺς τὴν Παλαιστίνην οἰκοῦντας περὶ αὐτὸν ἐκκεχυμένους καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, οὐκ ἐχαυνοῦτο τῇ τοσαύτῃ τιμῇ, ἀλλὰ καὶ κατεξανίστατο αὐτῶν, καὶ ὡς ἑνὶ μειρακίῳ, δήμῳ τοσούτῳ διαλεγόμενος, οὕτως ἐπέπληττε λέγων·
 [09999]  Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, καίτοι γε αὐτὴν καὶ ἑτέρωθεν ἔχων ἐπαινεῖν, καὶ ἀπὸ τοῦ μεγέθους, καὶ ἀπὸ τῆς ἀρχαιότητος, καὶ ἀπὸ τοῦ κάλλους, καὶ ἀπὸ τοῦ πλήθους, καὶ ἀπὸ τῆς δυναστείας, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ τῶν κατορθωμάτων τῶν ἐν πολέμῳ·
000-00-00 Serial Number=0196630955
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00022]  καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος·
000-00-00 Serial Number=0907158554
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00066]  Πῶς οἴεσθέ με ὀδυνᾶσθαι, ἀναμιμνησκόμενον ὅτι ἐν μὲν ταῖς πανηγύρεσι πελάγη θαλάττης μακρὰ μιμεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγεται;
000-00-00 Serial Number=0229860425
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00067]  ἑρμηνεύεται, πατὴρ ἐκλεκτὸς πλήθους.
000-00-00 Serial Number=0086400807
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00120]  Εἶτα τοῦ Κυρίου τὸν λόγον πληρώσαντος, καὶ τοῦ παντὸς πλήθους ἀρεσθέντος, προσελθὼν ὁ Σίμων τῷ Κυρίῳ ἔφη·
000-00-00 Serial Number=0480341673
In principium indictionis [1] Ante [Go Back]  
 [00072]  Τὸν ἀπὸ τοῦ πλήθους ὑποστέλλομαι κίνδυνον.
000-00-00 Serial Number=0095333040
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00056]  Ἄπορός ἐστι, πανταχόθεν ἐκύκλωσαν αὐτὸν οἱ λογισμοὶ ἀντὶ τοῦ πλήθους τῶν κατηγόρων·
 [00074]  Οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρα νοῦ ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου.
000-00-00 Serial Number=0797417045
In ramos palmarum [2] Ante [Go Back]  
 [00124]  Ἵνα ἐκκόψωσι τὴν πίστιν τοῦ πλήθους, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι, λέγοντες πρὸς ἑαυτοὺς, ὅτι Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζα ρον ζῶντα, οὐδὲν ὠφελοῦμεν·
000-00-00 Serial Number=0237490714
In resurrectionem domini [3] Ante [Go Back]  
 [00063]  Χαίρω τῇ συνδρομῇ τοῦ πλήθους τοῦ φιλοχρίστου, χαίρω τῇ πάντων περὶ τὰς πνευματικὰς ἑορτὰς ἑστιάσει, χαίρω πάντας ὑμᾶς ὁρῶν πνευματικὰς λύρας τοῦ ∆αβὶδ ἀνακρουομένους καὶ μετὰ πάσης προθυμίας εὐφώνως τὸ ψαλμικὸν ἀναμέλποντας λόγιον.
000-00-00 Serial Number=0715792656
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00063]  Ὢ τῆς ἀνιατρεύτου τῶν Ἰουδαίων κακίας! ἐξ αὐτῆς τῆς θέας ἠθέλησαν τὸν ἀριστέα ἐκφοβῆσαι, ἵνα τῇ ὑπερβολῇ τοῦ πλήθους ὑπεκλυθῇ τὰ νεῦρα.
000-00-00 Serial Number=0572817981
Oratio de epiphania Ante [Go Back]  
 [00015]  [4] Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος.
000-00-00 Serial Number=0063448548
Precatio Ante [Go Back]  
 [00021]  Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ἀπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος, καὶ δοξαζόμενος.
000-00-00 Serial Number=0593937218
Quales ducendae sint uxores Ante [Go Back]  
 [00341]  ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι;
000-00-00 Serial Number=0432830095
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02067]  Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός.
 [02419]  Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»