Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πληγήν [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πληγήν


000-00-00 Serial Number=0202142060
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00845]  ἀλλ' ὅμως τὰ αὐτὰ τοῖς παρανόμοις ὁ δίκαιος ἔπασχε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερα, ὅσῳ καὶ παρὰ ἀδελφικῆς δεξιᾶς ἐδέχετο τὴν πληγήν.
000-00-00 Serial Number=0300598383
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00013]  Μὴ οὐ τοίνυν, ὦ φίλε, διότι μικρόν σε τῆς στάσεως παρεσάλευσεν ὁ ἐχθρός, ἤδη καὶ σαυτὸν ὤσῃς ἐπὶ τὸ βάραθρον, ἀλλὰ στῆθι γενναίως καὶ ἐπάνελθε ταχέως ὅθεν ἐξέβης, μηδ' ὄνειδος νομίσῃς τὴν πρὸς ὀλίγον εἶναι ταύτην πληγήν.
 [00028]  ἀλλ' οὐ καιρίαν ἔδωκε τὴν πληγήν.
 [00033]  οὕτω δὴ καὶ ὁ κοινὸς ἁπάντων ἐχθρὸς βαθεῖαν ἐπιχειρήσας πῆξαι τὴν πληγήν, τούτου μὲν ἀπέτυχεν, ἐγρηγορέναι δὲ καὶ νήφειν τοῦ λοιποῦ παρεσκεύασε μᾶλλον.
000-00-00 Serial Number=0632121503
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01191]  [24.2] Καὶ καθάπερ τὰ δυσθάνατα τῶν θηρίων μετὰ προτέραν καὶ δευτέραν πληγὴν σφοδροτέρως ἐπιπίπτοντα ταῖς αἰχμαῖς τῶν δοράτων, χαλεπωτέραν καθ' ἑαυτῶν ὠθεῖ τὴν πληγήν, τὰ τραύματα εἰς αὐτὰ τὰ σπλάγχνα δεχόμενα·
000-00-00 Serial Number=0694375873
Ad populum Antiochenum Ante [Go Back]  
 [00518]  τοὺς γὰρ ἡμετέρους ὑποδεχόμενοι φυγάδας παρ' ἐκείνων τὴν τῆς πόλεως μανθάνουσι πληγήν.
 [01011]  ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν.
 [01049]  καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι.
000-00-00 Serial Number=0524641573
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01269]  Εἰ δὲ βούλει, καὶ τὸ ἀδύνατον τοῦτο θῶμεν εἶναι δυνατὸν τί γένοιτ' ἂν ἡμῖν ἀγαθὸν ἀπὸ τῆς τούτων ἐμπειρίας, περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγήν;
000-00-00 Serial Number=0420258045
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00078]  Ἀνερεύνησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐδέξω πληγήν.
000-00-00 Serial Number=0261667907
Commentarius in Job Ante [Go Back]  
 [01696]  ὅρα, πῶς τὴν ὠφέλειαν τῶν εἰρημένων κατέστρεψεν ἅπασαν καὶ χαλεπὴν ἔδωκε τὴν πληγήν.
 [03188]  στοχάζομαι τῆς τοῦ θεοῦ χειρὸς εἶναι τὴν πληγήν.».
000-00-00 Serial Number=0090160489
De Lazaro Ante [Go Back]  
 [01763]  Μετὰ τούτων πάλιν ἔστι καὶ πέμπτην εἰπεῖν πληγήν.
 [01771]  Βούλει καὶ ἕκτην ἀκοῦσαι πληγήν;
 [01774]  Οὗτος δὲ οὐκ ἄωρος μόνον ἦν, ἀλλὰ καὶ βίαιος, ὡς εἶναι καὶ ταύτην ἑβδόμην πληγήν·
 [01791]  Ἀλλ' εἶδε στελέχη τῇ τοῦ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ γῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν.
000-00-00 Serial Number=0734016240
De corruptoribus virginum Ante [Go Back]  
 [00050]  ἰᾶται γὰρ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος πληγήν·
000-00-00 Serial Number=0851948500
De incomprehensibili dei natura Ante [Go Back]  
 [01069]  Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητέ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγήν, ὅτι τε οὐκ ἐδυσχέρανας καὶ ὅτι ηὐχαρίστησας.
000-00-00 Serial Number=0037153184
De paenitentia [1] Ante [Go Back]  
 [00780]  διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν·
 [00945]  καὶ καθάπερ τὸ μόνον παθεῖν τι δεινὸν, ἀπαραμύθητον ἔχει τὸ κακὸν, οὕτω τὸ εὑρεῖν ἕτερον τοῖς αὐτοῖς περιπεσόντα κακοῖς κουφοτέραν ἐργάζεται τὴν πληγήν.
 [01136]  εἰ πρὸ τῆς πληγῆς χρήσιμον τὸ φάρμακον, πολλῷ μᾶλλον μετὰ τὴν πληγήν·
000-00-00 Serial Number=0802034736
De proditione Judae Ante [Go Back]  
 [00259]  εἴπῃς, ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ, ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν.
000-00-00 Serial Number=0733403265
De resurrectione mortuorum Ante [Go Back]  
 [00259]  Ἐνταῦθα τοῖς τοῦ σώματος διαβάλλουσι τὴν φύσιν, καὶ τῆς σαρκὸς τῆς ἡμετέρας κατηγοροῦσι καιρίαν ἔδωκε πληγήν.
000-00-00 Serial Number=0698758125
De sacerdotio Ante [Go Back]  
 [00119]  ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν;
 [00623]  Χωρὶς δὲ τούτων τὰ μὲν τῶν εὐτελῶν παραπτώματα, κἂν εἰς τὸ μέσον ἔλθῃ, οὐδένα ἔπληξεν ἀξιόλογον πληγήν·
 [00626]  Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοπεῖν μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον πλήξῃ καιρίαν πληγήν·
 [00738]  ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν, οὕτως οὗτος ὁ προσηνῆ λόγον ἀκούσας καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάνυται πλέον καὶ χαίρει καὶ διπλοῦν αὐτῷ τὸ δοθὲν τῷ τρόπῳ γίνεται.
000-00-00 Serial Number=0211812198
De virginitate Ante [Go Back]  
 [01758]  Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται ἀλλ' ἐν τοῖς ἐπαίνοις τοῦ τὴν ἑαυτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν.
000-00-00 Serial Number=0382794023
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03203]  Ὁ μὲν γὰρ μαινόμενος τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι' ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν·
 [03978]  Εἰ δὲ καὶ ἀμύνασθαι βούλει, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν·
 [04546]  ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν.
 [08805]  ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ δένδρον, οὐ δίδωσιν ἄλλην πληγήν;
000-00-00 Serial Number=0926916420
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01193]  Καὶ δαίμοσι πυκτεύουσα διηνεκῶς μυρίας μὲν ἤρω νίκας, οὐδεμίαν δὲ ἐδέξω πληγήν, ἀλλ' ἕστηκας ἄτρωτος ἐν τοσαύτῃ βελῶν νιφάδι καὶ τὰ ἀκόντια τὰ κατὰ σοῦ ῥιπτόμενα πρὸς τοὺς ἀφιέντας ὑποστρέφει πάλιν.
 [01226]  Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα, τὰ δὲ πείσεσθαι προσδοκῶσα οὐκ ἐπαύσω τῷ συγχωροῦντι Θεῷ ταῦτα γίνεσθαι τὴν ὑπὲρ αὐτῶν ἀναφέρουσα δοξολογίαν καὶ καιρίαν τῷ διαβόλῳ διδοῦσα πληγήν.
 [01229]  Καθάπερ γὰρ σκορπίος ἢ ὄφις, ὅταν βαθυτέραν λάβῃ πληγήν, μειζόνως τὸ κέντρον ἄρας κατὰ τοῦ πλήξαντος ἐξανίσταται, τῆς πολλῆς ἀλγηδόνος ἀπόδειξιν παρέχων τὴν ῥαγδαίαν κατὰ τοῦ παίοντος ῥύμην, οὕτω δὴ καὶ τὸ ἀναίσχυντον θηρίον ἐκεῖνο, ἐπειδὴ τὰ τραύματα εἰς βάθος ἐδέξατο παρὰ τῆς θαυμασίας σου καὶ ὑψηλῆς ψυχῆς, μειζόνως ἐπεπήδησε καὶ πλείους ἐπήγαγε πειρασμούς.
 [01445]  Οὐδὲ γὰρ τοῦτο μικρόν, ἀλλὰ καὶ τῆς χαλεπωτάτης τοῦ πολεμοῦντος αὐτῷ κακουργίας, τὸ μὴ νεά ζοντι μηδὲ νῦν εἰς τοὺς ἀγῶνας καθιέντι πρῶτον, ἀλλ' ἤδη τῇ πυκνότητι τῶν ἐπαλλήλων βελῶν κατειργασμένῳ, τότε τὴν καιρίαν δοῦναι τὴν ἐπὶ τοῖς παισὶ πληγήν, καὶ ταύτην οὕτω χαλεπῶς ὡς καὶ ἐξ ἑκατέρας τῆς φύσεως καὶ πάντας ἀθρόον, καὶ ἐν ἀώρῳ ἡλικίᾳ καὶ βιαίᾳ τελευτῇ διαφθεῖραι καὶ τοῦ θανάτου τὸν τρόπον ἐσχεδιασμένον αὐτοῖς ἐργάσασθαι τάφον.
000-00-00 Serial Number=0560845613
Fragmenta in Job Ante [Go Back]  
 [01638]  στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν.
000-00-00 Serial Number=0547668874
In Acta apostolorum Ante [Go Back]  
 [02132]  Αὕτη μᾶλλον τῆς σφοδρότητος τὰς καρδίας κατακεντεῖ τὰς ἡμετέρας, καὶ ὀξυτέραν δίδωσι τὴν πληγήν.
 [03819]  Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν·
 [04313]  Καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγήν·
 [09999]  Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν·
 [09999]  ἐκεῖ δὲ ἐδεδοίκει, μὴ περὶ τὴν ψυχὴν λάβῃ τὴν πληγήν·
000-00-00 Serial Number=0858866572
In Genesim sermo 3 Ante [Go Back]  
 [00419]  Ἀναγκαῖον μηκῦναι τὸν λόγον πρὸς τὸ ὑποδεῖξαι πᾶσι τὴν ἐκ τῆς κατάρας θεόθεν γενομένην πληγήν·
000-00-00 Serial Number=0297771037
In Isaiam Ante [Go Back]  
 [00023]  Οὕτω καὶ ὁ ∆αυῒδ ὁρῶν τὴν θεήλατον ὀργὴν ἐκείνην ἐπὶ τὸν δῆμον φερομένην, ἐφ' ἑαυτὸν ἐκάλει τὴν πληγήν, λέγων·
000-00-00 Serial Number=0301064968
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00092]  ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν.
000-00-00 Serial Number=0018661201
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06419]  ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν.
000-00-00 Serial Number=0620938420
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00975]  ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν.
000-00-00 Serial Number=0736409009
In epistulam ad Colossenses Ante [Go Back]  
 [01927]  Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαμβάνει πληγήν·
000-00-00 Serial Number=0060590506
In epistulam ad Romanos Ante [Go Back]  
 [06472]  ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν.
 [07530]  Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν.
 [08484]  Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν;
 [09079]  Ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν.
000-00-00 Serial Number=0763766229
In epistulam ad Titum Ante [Go Back]  
 [00605]  Βαθυτέραν, φησὶ, δίδου τὴν πληγήν.
000-00-00 Serial Number=0564578414
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00145]  Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι' ἐκείνου βούλονται καὶ τοὺς προσήκοντας αὐτῷ πάντας σαγηνεῦσαι εἰς τὸν τῆς εὐσεβείας λόγον, καιρίαν διδόντες τῷ διαβόλῳ τὴν πληγήν.
000-00-00 Serial Number=0618623793
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00021]  ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν.
000-00-00 Serial Number=0524541855
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00236]  Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν.
000-00-00 Serial Number=0290125072
In illud Vidi dominum Ante [Go Back]  
 [01166]  Ἐνταῦθα ἔδωκε τὴν πληγήν.
000-00-00 Serial Number=0480863214
In illud Vidua eligatur Ante [Go Back]  
 [00223]  νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ' ἐὰν σφοδρότερον καὶ τομώ [51.329] τερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν.
000-00-00 Serial Number=0633685410
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00103]  φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν.
000-00-00 Serial Number=0437608957
In principium Actorum Ante [Go Back]  
 [00207]  ὅταν τὸ ξίφος, ὃ καθ' ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.
000-00-00 Serial Number=0926167905
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00003]  Ἱκανῶς ὑμῶν, οἶμαι, καθηψάμεθα πρώην, καὶ βαθυτέραν ἐδώκαμεν τὴν πληγήν·
 [00084]  Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»