Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλημμελήματα [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλημμελήματα
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0798995495
[00204]
Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα;
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0374478996
[02480]
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ διορθοῦται τὰ πλημμελήματα.
[05494]
τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀμήχανον ἀπολογίας τυχεῖν.
[05652]
Σὺ μὲν πᾶσαν φιλοφροσύνην ἐπίδειξαι περὶ τὸν ἀδελφὸν, καὶ μὴ κολάσεως ἐπιθυμίᾳ μείζονος ἀφῇς τὰ πλημμελήματα, ἀλλὰ φιλοστοργίᾳ καὶ γνώμῃ χρηστῇ.
[06097]
ἐννόησον, ὅτι εἰ καί τί σοι ἡμάρτηται, πάντα ἀπονίψασθαι δυνήσῃ τὰ πλημμελήματα διὰ τῆς ψήφου καὶ τῆς γνώμης ταύτης, χωρὶς πόνων, χωρὶς ἱδρώτων.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0004656911
[01547]
Καὶ γὰρ καὶ οὗτος δεικνὺς, ὅτι οὐδὲν οὐδέπω τῶν ἁμαρτημάτων ἄξιον ὑπέμειναν, οὐδὲ διελύσαντο τὰ πλημμελήματα δι' ὧν ἔπαθον, λοιπὸν ἐπὶ τοὺς οἰκτιρμοὺς καταφεύγει τοῦ Θεοῦ καὶ τὸν τῆς φιλανθρωπίας αὐτοῦ τρόπον, καί φησι·
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0231737912
[00904]
Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν.
De Chananaea
Ante [Go Back]
000-00-00 Serial Number=0635150671
[00133]
Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0858445108
[00625]
Ἐπειδὴ γὰρ ὑπὸ φιλαυτίας ἡμεῖς τὰ ἡμέτερα πλημμελήματα οὐχ ὁρῶμεν, ὑπὸ τῆς ἔχθρας ἐκεῖνοι πολλάκις ἡμῶν ἀκριβέστερον θεασάμενοι, καὶ ὀνειδίσαντες εἰς ἀνάγκην ἡμᾶς ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις, οὐ μόνον ὅτι μιμνησκόμενοι παρ' ἐκείνων νοοῦμεν ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ καὶ ἀποτιθέμεθα.
[00650]
Ὁρᾷς ὅτι κἂν ἀληθῆ τις λέγῃ περὶ ἡμῶν, κἂν τοιαῦτα ἅπερ ἡμεῖς ἑαυτοῖς σύνισμεν, ἡμεῖς δὲ τὸν λέγοντα μὴ ὑβρίσωμεν, ἀλλὰ στενάξωμεν πικρὸν, καὶ τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτημάτων παρακαλέσωμεν, πάντα δυνησόμεθα ἀποθέσθαι τὰ πλημμελήματα;
De baptismo Christi
Ante [Go Back]
000-00-00 Serial Number=0825463653
[00208]
ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν.
De cruce et latrone ii
Ante [Go Back]
000-00-00 Serial Number=0201202452
[00227]
Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἐκάθηρεν ἑαυτὸν τοῦ ῥύπου τῶν ἁμαρτημάτων, ἕως ὅτε καταδικάσας ἑαυτὸν ἀνεύθυνον εἰργάσατο, ἕως ὅτε διὰ τῆς κατηγορίας ἀπέθετο τὰ πλημμελήματα.
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0681102753
[00201]
ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ·
[00379]
ὥσπερ οὖν ἐὰν ταύτης περιγενώμεθα τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμελήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν.
De eleemosyna [1]
Ante [Go Back]
000-00-00 Serial Number=0107551754
[00150]
καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα.
De eleemosyna [3]
Ante [Go Back]
000-00-00 Serial Number=0167255044
[00149]
καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα.
De jejunio de Davide
Ante [Go Back]
000-00-00 Serial Number=0158494294
[00077]
τῷ ∆εσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχωροῦντί σοι τὰ πλημμελήματα.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0111229181
[01679]
διόρθου τὰ πλημμελήματα, καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας μέτεχε θυσίας.
[01812]
καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα.
De paenitentia sermo 3
Ante [Go Back]
000-00-00 Serial Number=0161166608
[00053]
Ὁμολόγησόν σου τὰ πλημμελήματα, ἄνθρωπε, ἐξαγόρευσόν σου τὴν ἁμαρτίαν, ἵνα λάβῃς σου τὴν ἄφεσιν τῆς ἁμαρτίας.
De patientia et de consummatione huius saeculi
Ante [Go Back]
000-00-00 Serial Number=0224428058
[00145]
ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ·
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0582922518
[00042]
Ἐὰν ἀφήσῃς τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.
[00447]
Ἐὰν ἀφίῃς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.
De remissione peccatorum
Ante [Go Back]
000-00-00 Serial Number=0300102711
[00151]
Οἱονεὶ ἔλεγε, Κελεύεις συγχωρῆσαι τὰ πλημμελήματα τοῖς ἀδελφοῖς μου, ὡς ὁ νόμος τοῦτο γάρ ἐστιν, Ἕως ἑπτάκις, ἢ πλεῖόν τι;
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0458071411
[00619]
Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥαθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0993137479
[01907]
Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ' ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν ∆ανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0548522770
[01493]
εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν;
[01888]
τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀδύνατον ἀπολογίας τυχεῖν.
[02019]
Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0838116407
[01401]
Ἐπειδὴ γὰρ διὰ παντὸς πρὸ τῶν ὀφθαλμῶν εἶχε τὰ πλημμελήματα, καὶ τοῦ Θεοῦ τὴν ὀργὴν ἀνελογίζετο, ἐν φόβῳ ὢν, οὐκ ἀναλγήτως ζῶν, καθάπερ οἱ πολλοὶ, ἀλλὰ ἀγωνιῶν καὶ τρέμων.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0789586961
[00729]
Τὸ ἀναίσχυντον τὸ περὶ τὰ ἁμαρτήματα, ὃ μάλιστα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκκαίειν δύναται, τὸ μηδὲ ἐπιγινώσκειν τὰ ἑαυτῶν πλημμελήματα.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0411920905
[06912]
καὶ διὰ τῶν ἔργων ἀφῆκε τὰ εἰς αὐτὸν πλημμελήματα.
In Eutropium
Ante [Go Back]
000-00-00 Serial Number=0302182257
[00142]
Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσομεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0797108650
[01651]
οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0502698123
[01412]
Ἔστι καὶ ἑτέρα ταύτης ἐνεργεστέρα ὁδὸς, τὸ μηδενὶ τῶν εἰς ἡμᾶς ἡμαρτηκότων μνησικακεῖν, τὸ πᾶσι τοῖς εἰς ἡμᾶς πλημμεληθεῖσι συγχωρεῖν τὰ πλημμελήματα.
[01420]
Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0752323747
[00313]
Μυρία ἔχεις ἁμαρτημάτων φορτία, ἔχεις πλημμελήματα πολλά·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0091764748
[00332]
Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν μὴ ὀκνηρὰν εἶναι περὶ τὰ πλημμελήματα·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0245988131
[07249]
Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0953178823
[01407]
εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τοῦ τυχεῖν τῆς ἐπαγγελίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0259524226
[04918]
ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πλημμελήματα·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0244235575
[01403]
Ἕκαστος τοίνυν εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόμενος τὰ πλημμελήματα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε μὴ κατακριθῶμεν μετὰ τῆς οἰκουμένης.
[03552]
Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισμα μόνον τὸ τὰ πρότερα ἀφανίσαι πλημμελήματα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται.
[03794]
Ἀπέκτεινα καὶ ἔθαψά σου τὰ πρότερα πλημμελήματα, καθάπερ σκώληκας·
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0016358852
[00206]
ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμελήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται.
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0208717048
[00121]
τῇ ὄψει λαλῶ, βοῶ τῇ μορφῇ, τοῖς ὀφθαλμοῖς κηρύττω τὰς ἀνομίας, τοῖς δάκρυσιν ἐξαγορεύω τὰ πλημμελήματα, τοῖς στεναγμοῖς ἐξαγγέλλω σε τὸν μόνον κρύπτεσθαι μὴ δυνάμενον.
[00217]
Ἐχαρισάμην σοι τὰ ἐγκλήματα, χαρίζομαι καὶ ταύτῃ τὰ πλημμελήματα·
In sanctos Petrum et Heliam
Ante [Go Back]
000-00-00 Serial Number=0042958379
[00093]
Ἀλλὰ διὰ τοῦτο ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυ τοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρ τάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχο λάζῃ ἡ Ἐκκλησία διὰ τῆς συναγωγῆς.
Non esse ad gratiam concionandum
Ante [Go Back]
000-00-00 Serial Number=0493786633
[00059]
Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν·
[00095]
εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ [50.657] φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν;
Peccata fratrum non evulganda
Ante [Go Back]
[00326]
Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ δουλεύοντες, διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα πάντα τὰ εἰς ἡμᾶς παρορῶμεν ἁμαρτήματα, πολλῷ μᾶλλον ὁ φιλάνθρωπος καὶ ἀγαθὸς καὶ παντὸς καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλοφροσύνης, ἐν τῇ τῶν οἰκείων ἁμαρτημάτων συγχωρήσει, τὴν ἀμοιβὴν ἡμῖν ἀποδιδούς·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»