Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιῇ [104]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιῇ


000-00-00 Serial Number=0958108425
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00657]  Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.
000-00-00 Serial Number=0860030830
Ad populum Antiochenum Ante [Go Back]  
 [03146]  Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα.
 [03185]  Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας·
 [03622]  Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.
 [05712]  κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλεπώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα·
 [06123]  Οὐδὲ γὰρ μέχρι τούτων ἔστη τότε ὁ θεοφιλέστατος βασιλεὺς, ἀλλ' ἐπειδὴ καὶ τῆς πόλεως ἐξήλασεν ὁ ἱερεὺς καὶ διέβη τὴν θάλασσαν, ἔπεμψε καὶ ἐκεῖ τινας περιεργαζόμενος καὶ πολυπραγμονῶν, μή ποτε τρίβῃ τὸν χρόνον, καὶ τῇ πόλει τὴν ἡδονὴν ἐξ ἡμισείας ποιῇ, ἔξω τὴν ἑορτὴν ἐπιτελῶν.
000-00-00 Serial Number=0659329534
Adversus Judaeos Ante [Go Back]  
 [02132]  Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην.
000-00-00 Serial Number=0933735669
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00540]  Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα;
000-00-00 Serial Number=0531110525
Catecheses ad illuminandos Ante [Go Back]  
 [00968]  [6.18] Ὅταν γὰρ ἐξελθὼν ἐντεῦθεν ἔργον ποιήσῃ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν καὶ μὴ μόνον ἐγκαλέσῃς μηδὲ ἐπιτιμήσῃς, ἀλλὰ καὶ συμβουλεύσῃς καὶ παρακαλέσῃς καὶ δείξῃς τῆς μὲν ἔξω διατριβῆς τὴν βλάβην, τῆς δὲ ἐντεῦθεν διδασκαλίας τὸ κέρδος καὶ τὴν ὠφέλειαν, εἰς δόξαν Θεοῦ τὸ πᾶν εἰργάσω καὶ διπλοῦν σαυτῷ τὸν μισθὸν κατεσκεύασας, ὑπέρ τε ὧν αὐτὸς τῆς οἰκείας σωτηρίας τοσαύτην ποιῇ τὴν ὠφέλειαν καὶ ὑπὲρ ὧν τὸ μέλος τὸ σὸν ἰατρεῦσαι ἐσπούδασας.
000-00-00 Serial Number=0164706171
Commentarius in Job Ante [Go Back]  
 [01662]  ἐπειδὰν τὸ ἑαυτοῦ ποιῇ, ἀφαιρεῖται αὐτό.
 [01968]  [7,18a] καὶ ἐπισκοπὴν αὐτοῦ, φησίν, ποιῇ τὸ πρωί.
 [02553]  «οὐδένα μου ποιῇ λόγον, καταφρονεῖς μου, διαπτύεις.
000-00-00 Serial Number=0924258590
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00369]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος.
000-00-00 Serial Number=0852083266
De Anna i Ante [Go Back]  
 [01176]  Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
000-00-00 Serial Number=0886663437
De Chananaea Ante [Go Back]  
 [00326]  Μηδέν σοι κοινὸν πρὸς αὐτοὺς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορασίαι, μὴ ἐπιγαμίαι, μὴ ἐπιγαμβρίαι, ἵνα μὴ τῆς συγγενείας ἡ ἀνάγκη εἰς ἀσέβειάν σε ἐξολισθῆσαι παρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν·
000-00-00 Serial Number=0016260326
De Christi divinitate Ante [Go Back]  
 [00027]  Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ.
 [00224]  Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν.
000-00-00 Serial Number=0864957452
De Davide et Saule Ante [Go Back]  
 [00816]  ὅταν δὲ βουλόμενος πεῖσαι τὸν διεφθαρμένον, καὶ πονηρὰν περὶ αὐτοῦ πρόληψιν ἔχοντα τοῦτο ποιῇ, κηδεμών ἐστι καὶ εὐεργέτης·
000-00-00 Serial Number=0793902695
De beato Philogonio Ante [Go Back]  
 [00009]  Εἰ γὰρ ὁ κακολογῶν πατέρα ἢ μητέρα θα [48.748] νάτῳ τελευτᾷ, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ' ἡμῶν ἀπολαύειν εὐνοίας χρὴ, πολλῷ μᾶλλον τοὺς πνευματικοὺς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ἡμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται.
 [00213]  Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους.
000-00-00 Serial Number=0019457102
De mutatione nominum Ante [Go Back]  
 [00698]  Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν' οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς.
000-00-00 Serial Number=0993123472
De non iterando conjugio Ante [Go Back]  
 [00136]  ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερα συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος οὐδὲ ἐγκαλῶν;
000-00-00 Serial Number=0058635592
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00481]  ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇ τὰς εὐχὰς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, καὶ αὐτὰς τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως.
 [00709]  ἄνθρωπος δὲ ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός.
 [01021]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάζεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος.
 [03465]  Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρων ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς [63.676] τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται·
 [03555]  ∆ιὰ τοῦτο, κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης φθάσῃ τῆς ἀρετῆς, τῷ δὲ τῆς βασκανίας ὑποκείμενος ᾖ πάθει, πάντων ἐστὶν ἐναγέστερος.
 [09718]  ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυθίαν.
 [09999]  μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς;
000-00-00 Serial Number=0090065539
Epistula ad abbatem Ante [Go Back]  
 [00114]  Ἀδύνατον γὰρ ἐπιτυχεῖν τῆς βασιλείας, ἐὰν μὴ πρῶτον ἀρνήσηται τὸ ἑαυτοῦ θέλημα καὶ τὰ ἐπιτασσόμενα αὐτῷ ὑπὸ τοῦ ἡγουμένου ἀγογγύστως ποιῇ μετὰ φόβου Θεοῦ, καθὼς ὁ Κύριος λέγει·
000-00-00 Serial Number=0749376774
Epistulae Ante [Go Back]  
 [00146]  Τούτων γὰρ ἀπολαύουσα, ὅτι πολλὴν ποιῇ τῆς ψυχῆς τῆς σῆς ἐπιμέλειαν, καὶ τῶν βιωτικῶν ὑπερορῶσα, τὴν εἰς τὸν οὐρανὸν ὁδὸν βαδίζεις, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν.
 [00552]  Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν ποιῇ σπουδήν.
 [01510]  Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν ποιῇ σπουδήν.
 [03650]  Καὶ ἐν τούτῳ ἐθαύμασά σου τὴν ἀγάπην τὴν θερμὴν, καὶ γνησίαν, καὶ ἀκλινῆ, δι' ἧς ἔδειξας, ὅτι οὐ παρόντων ἡμῶν, ἀλλὰ καὶ ἀπόντων πολὺν ποιῇ λόγον.
000-00-00 Serial Number=0198139846
Epitimia lxxiii Ante [Go Back]  
 [00074]  [57] Ὁ μάγειρος, ἐὰν ἀμελῇ τὴν διακονίαν αὐτοῦ καὶ οὐ μετὰ φόβου καὶ πίστεως ποιῇ ἑψένεσθαι πάντων καλῶς, μὴ ὀφείλει πιεῖν αὐτὸν οἶνον.
000-00-00 Serial Number=0509260297
Expositiones in Psalmos Ante [Go Back]  
 [00431]  Τοιοῦτόν τι καὶ ἡ ὀργή ἐστιν, ὄργανον χρήσιμον, ἵνα τὸ ὑπνηλὸν ἡμῶν διεγείρῃ, ἵνα τόνον ἐντιθῇ τῇ ψυχῇ, ἵνα σφοδροτέρους ἐργάζηται πρὸς τὰς ὑπὲρ τῶν ἀδικουμένων ἀγανακτήσεις, ἵνα τιμωροὺς ποιῇ τοῖς ἐπιβούλοις.
 [01734]  Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.
000-00-00 Serial Number=0791169941
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00072]  τοῦτο δὲ ἀπό τινων παρ' αὐτοῦ τοῦ προφήτου γενομένων, ὡς ὅταν λαμβάνῃ τὸ περίζωμα, καὶ τὰ ἀκόλουθα ποιῇ, καὶ τὸν βίκον, ὃν ἔκλασε κατὰ πρόσωπον τοῦ λαοῦ, μήνυμα τῆς ἀπωλείας τοῦ πλήθους, καὶ τοὺς κλοιοὺς οὓς περιέθετο.
 [02711]  Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
 [05015]  Λέγει τὰ ἔργα αὐτοῦ, ἵνα ἀξιόπιστα τὰ λεγόμενα ποιῇ.
000-00-00 Serial Number=0737128019
Fragmenta in Proverbia Ante [Go Back]  
 [01012]  Κἂν ἐπαινῶν μεγάλῃ τῇ φωνῇ τοῦτο ποιῇ, ὡς ὄνειδος εἶναι δέξαι τὸ λεγόμενον.
000-00-00 Serial Number=0211692750
In Acta apostolorum Ante [Go Back]  
 [02698]  Ὁ πολὺς ὄχλος, ἀγαπητὲ, ὅταν θέλημα τοῦ Θεοῦ μὴ ποιῇ, οὐδὲν διενήνοχε τῶν οὐκ ὄντων.
 [05035]  Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, μᾶλλον δὲ ὅταν πάσχῃ.
 [07796]  Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ.
 [08933]  μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν.
 [09421]  Ποία δόξα ὅταν ἀτιμίας ποιῇ;
 [09999]  Μείζων ἡ δίκη, ὅταν μετὰ πλούτου τοῦτο ποιῇ.
000-00-00 Serial Number=0788181663
In Joannem Ante [Go Back]  
 [00700]  Πῶς δὲ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρους ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται·
000-00-00 Serial Number=0245665610
In Psalmos 101-107 Ante [Go Back]  
 [00209]  Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται.
000-00-00 Serial Number=0749861717
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00316]  ἀλλ' ἕκαστος, ἀφ' ὧν ἑαυτῷ σύνοιδεν, ἢ τοῦτο ἢ ἐκεῖνο ποιῇ.
000-00-00 Serial Number=0294829547
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00452]  Σὺ δέ μοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ὁ Θεός τι ποιῇ, μεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συμβάλλεται.
 [01799]  ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός.
 [07129]  Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ·
 [07337]  ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς;
 [07873]  Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ' ὅπερ ἡ τοῦ πράγματος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0424757600
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02934]  οὕτω καὶ ὁ πλούσιος ἐὰν ἐπὶ τῶν χρημάτων τοῦτο ποιῇ, πρὸ τῶν πενήτων ἑαυτὸν ἀναιρήσει, τὴν φλόγα τῆς γεέννης χαλεπωτέραν κατὰ τῆς ἑαυτοῦ σωρεύων κεφαλῆς.
 [04288]  Βαβαί! πόση τοῦ χαρίσματος ἡ δύναμις, ὅταν πάντας ὁμοῦ καὶ κατ' αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών.
 [05056]  Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
 [05738]  Ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, ὅταν μὴ ὑποκρίνηται μηδὲ κατ' ὀφθαλμοδουλείαν ἀνθρώπων τι πράττῃ·
 [06207]  Εἶτα ὁ μὲν ∆εσπότης ὁ σὸς ἀποθανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς μηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαι δι' αὐτόν·
 [09344]  Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶ διάφορα ἓν ποιῇ·
 [09999]  Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω-λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ-χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ-έχειν κελεύει.
000-00-00 Serial Number=0927978814
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02699]  μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς;
000-00-00 Serial Number=0176799059
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01329]  ∆οκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν μὴ ποιῇ τὰ λεγόμενα·
 [01333]  Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων.
 [02679]  Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ ἐργάζηται.
000-00-00 Serial Number=0842386663
In epistulam ad Colossenses Ante [Go Back]  
 [02343]  κἂν ἑτέρως τις ποιῇ, λοιπὸν οὐκ ἀνέχομαι.
 [02710]  Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδὴν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ.
 [03241]  Ὅταν γὰρ τἀναντία εὐχώμεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ.
000-00-00 Serial Number=0546978831
In epistulam ad Ephesios Ante [Go Back]  
 [01124]  ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν.
 [04081]  ἀλλ' ἂν μὲν οἰκέτης ἐφ' ἡμῶν τὸν ὁμόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιμῶμεν, ὕβριν τὸ πρᾶγμα ἡγούμενοι·
 [04512]  σὺ δὲ πολλάκις καὶ ἀκίνδυνον καὶ ἀδάπανον ὁρῶν τὴν συγχώρησιν, οὐ ποιῇ.
 [06567]  εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος δὲ ἀφεὶς τοὺς εὐγνωμονοῦντας τῶν οἰκετῶν, ἀναμιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖς περὶ κυβείαν ἠσχολημένοις, καὶ μέχρι τέλους τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόμος ἔσται;
000-00-00 Serial Number=0516637385
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01405]  εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης.
 [02214]  Εἶτα ἵνα μὴ ἡ πονηρία τοῦ διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα πολλάκις παρατρέχῃ διὰ τὸν τρόπον, προϊὸν μέν φησι·
000-00-00 Serial Number=0794856548
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03306]  Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει·
 [08550]  ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται;
 [08838]  Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐμοῦ;
000-00-00 Serial Number=0086114585
In epistulam ad Philippenses Ante [Go Back]  
 [01616]  ταπεινοφροσύνη δὲ, ὅταν τις ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων τοῦτο ποιῇ, καὶ, ὥστε ἀνύσαι τι μέγα καὶ θαυμαστὸν, ἀπὸ τοῦ ἀξιώματος καταβῇ τοῦ ἑαυτοῦ.
 [01760]  ὁ μέντοι ὕπαρχος ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ·
 [03036]  Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί.
 [03041]  Ἀλλ' ὁ μὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ·
 [03367]  Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν ἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν;
 [03472]  Ἔδωκέ σοι θάλατταν, ἵνα πλέῃς, ἵνα μὴ κάμνῃς ὁδοιπορῶν, οὐχ ἵνα περιεργάζῃ αὐτῆς τὰ βάθη, καὶ λίθους καὶ ὅσα τοιαῦτα ἐκεῖθεν ἀναφέρῃς, οὐδ' ἵνα ἔργον τοῦτο ποιῇ.
 [03956]  Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος.
000-00-00 Serial Number=0772093892
In epistulam ad Romanos Ante [Go Back]  
 [01276]  Οὔπω γὰρ εἰς τοὺς τῆς χάριτος ἔφθασε χρόνους ὁ λόγος, ἀλλ' ἔτι τοῖς ἀνωτέρω χρόνοις ἐνδιατρίβει, προκαθαιρῶν πόῤῥωθεν, καὶ ἀναιρῶν τὸ μέσον τοῦ Ἕλληνος καὶ τοῦ Ἰουδαίου, ἵν', ὅταν ἐν τῇ χάριτι τοῦτο ποιῇ, μηκέτι δόξῃ καινόν τι καὶ φορτικὸν ἐπινοεῖν.
 [01357]  Ὅταν γὰρ ἔθνη, φησὶ, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.
 [01370]  Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, τούτων πολλῷ βελτίους εἰσὶ τῶν ἀπὸ νόμου διδασκομένων.
 [01373]  Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·
 [01605]  Φύσει τὰ τοῦ νόμου ποιῇ.
 [02211]  ∆ιὰ τοῦτο κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωμα, καὶ μοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυμβωρύχου παρανομώτερος.
 [07271]  Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον;
 [07796]  Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ, ἵνα ἡ μὲν χεὶρ ἐλεημοσύνην ποιῇ, τὸ δὲ στόμα εὐλογῇ τοὺς ἐπηρεάζον [60.596] τας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν.
 [08066]  Οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι, ἂν μὴ μετὰ σπουδῆς καὶ προθυμίας τοῦτο ποιῇ.
 [08195]  Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλῖψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως, καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων;
 [09440]  τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως μετ' ἐξουσίας ἁπάσης, ἵνα μὴ ποιῇ αὐτὸ κοινόν;
000-00-00 Serial Number=0222395718
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00224]  Τί γὰρ καὶ οὗτος τῆς ἀπὸ τῶν ἐχθρῶν εὐεργεσίας κερδᾶναι δύναται, ὅταν ἐλπίδι τῆς τιμωρίας αὐτὸ ποιῇ;
000-00-00 Serial Number=0784271002
In illud Vidi dominum Ante [Go Back]  
 [01204]  Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ.
000-00-00 Serial Number=0047802866
In illud Vidua eligatur Ante [Go Back]  
 [00210]  Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶσαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν.
000-00-00 Serial Number=0347234130
In principium Actorum Ante [Go Back]  
 [00311]  Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας·
000-00-00 Serial Number=0366359770
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00114]  καὶ ἐπειδὴ προσευχὴν ᾔτησεν ἡ Μάρθα, προσευχὴν δίδωσιν ὁ Σωτὴρ, οὐκ αὐτὸς τῆς προσευχῆς ἐπιδεόμενος, ἀλλὰ τὴν τῆς γυναικὸς ἀσθένειαν συμπεριφερόμενος, καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ' ὅτι καὶ ὃ ἂν αὐτὸς ποιῇ, τοῦτο καὶ ὁ Πατὴρ ποιεῖ.
000-00-00 Serial Number=0994224548
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00016]  Πόθεν γὰρ, εἰπέ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὐτὴ τὸ αὐτὸ ποιῇ ἐκείναις νέων ἐξάπτεσθαι καρδίας, ὅταν ἀνεπτερωμένη ᾖ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον;
 [00377]  γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, καὶ ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα οὕτω ποιῇ, ὡς εἰκὸς ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ, τίς οὐ θαυμάσεται, τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν;
000-00-00 Serial Number=0742405117
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00718]  Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν, κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον αὐτὴν ποιεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»