Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποικίλον [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποικίλον


000-00-00 Serial Number=0184895515
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01190]  οἱ [47.468] γὰρ ἀδελφοὶ τὸν χιτωνίσκον τὸν ἐκείνου βάψαντες αἵματι καὶ ἐπιδείξαντες τῷ πατρὶ, ποικίλον αὐτῷ τὸ πένθος εἰργάσαντο.
 [01323]  Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς.
000-00-00 Serial Number=0933087528
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00020]  Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ' αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι·
000-00-00 Serial Number=0679905534
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00680]  Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον καὶ τὸν ζυγὸν σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν·
000-00-00 Serial Number=0652769387
Ad populum Antiochenum Ante [Go Back]  
 [00015]  Καθάπερ γὰρ ἐν λειμῶνι πολλὰ καὶ ποικίλα ὁρῶ τῆς ἀναγνώσεως τὰ ἄνθη, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν, πολλὰ δὲ τὰ ἴα, καὶ οὐκ ἐλάττω τὰ κρίνα, ἀλλὰ ποικίλον πανταχοῦ καὶ δαψιλῆ τοῦ πνεύματος διεσπαρμένον τὸν καρπὸν, καὶ πολλὴν τὴν εὐωδίαν·
 [00467]  πρόσελθε, καὶ διανάστησον καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων, καὶ δι' ἐπιεικείας καὶ σφοδρότητος ποικίλον ἔστω τὸ φάρμακον.
 [02681]  οὐδὲ γὰρ ποικίλον ἐστὶν, οὐδὲ πολλῆς δεόμενον κατασκευῆς.
 [03046]  κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρουθούς.
 [04084]  διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον.
 [04566]  οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος.
000-00-00 Serial Number=0531724215
Commentarius in Job Ante [Go Back]  
 [04217]  καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει.
000-00-00 Serial Number=0189720571
De Anna i Ante [Go Back]  
 [00579]  Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος.
000-00-00 Serial Number=0268648982
De Lazaro Ante [Go Back]  
 [01773]  Ἴστε δὲ ὅπως οἱ ἄωροι δάκνουσι θάνατοι, καὶ ποικίλον ποιοῦσι τὸ πένθος.
000-00-00 Serial Number=0060611308
De diabolo tentatore Ante [Go Back]  
 [00284]  Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός.
000-00-00 Serial Number=0035981655
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00704]  Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸ ποικίλον τοῦ μακαρίου Παύλου καὶ σοφόν·
000-00-00 Serial Number=0743598640
De negatione Petri Ante [Go Back]  
 [00020]  ὁ Ἰωσὴφ ἀπέδυ τὸν ποικίλον χιτῶνα·
000-00-00 Serial Number=0657063603
De paenitentia [1] Ante [Go Back]  
 [00900]  Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα·
000-00-00 Serial Number=0995220959
De patientia sermo 2 Ante [Go Back]  
 [00172]  Ἐπίγνωθι τίνος ὁ χιτὼν οὗτος Ἐπέγνω ὁ πατὴρ τὸν τοῦ υἱοῦ ποικίλον χιτῶνα, ἤρξατο πενθεῖν καὶ ὀδύρεσθαι, καὶ θρηνῶν ἔλεγε·
000-00-00 Serial Number=0182592154
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00242]  Τὸ ποικίλον γὰρ τῆς ἀρετῆς ἐμφαίνων ὁ Παῦλος, οὕτω τὸν λόγον διεσκεύασε.
000-00-00 Serial Number=0702448785
De precatione [2] Ante [Go Back]  
 [00030]  Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κολάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξαπλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα.
000-00-00 Serial Number=0834468246
De prophetiarum obscuritate Ante [Go Back]  
 [00036]  Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον, παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις.
000-00-00 Serial Number=0551141798
De resurrectione mortuorum Ante [Go Back]  
 [00326]  Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα;
000-00-00 Serial Number=0500425339
De sacerdotio Ante [Go Back]  
 [01321]  Ἐπειδὴ γὰρ ἀνδράσιν αὐτὸν ὁμιλεῖν ἀνάγκη καὶ γυναῖκας ἔχουσι καὶ παῖδας τρέφουσι καὶ θεράποντας κεκτημένοις καὶ πλοῦτον περιβεβλημένοις πολὺν καὶ δημόσια πράττουσι καὶ ἐν δυναστείαις οὖσι, ποικίλον αὐτὸν εἶναι δεῖ.
000-00-00 Serial Number=0042162120
Epistula ad Cyriacum Ante [Go Back]  
 [00682]  Ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν καταξέον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν χρωμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
000-00-00 Serial Number=0185689569
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01038]  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας, ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς ἐρημίας, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
000-00-00 Serial Number=0636393845
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02845]  Ὡς ὄρνεον ποικίλον τοῖς πτεροῖς ἐγένετο ἡ κληρονομία μου ἐμοὶ, τουτέστι, Ποικίλην τὴν ἀσέβειαν ἐπιδειξαμένη εἰσέρχεται εἰς τὸν ναόν.
000-00-00 Serial Number=0077921152
Homilia de capto Eutropio Ante [Go Back]  
 [00876]  ∆ιάχρυσον τὸ ἱμάτιον, ποικίλον τὸ ἱμάτιον.
000-00-00 Serial Number=0059918821
In Genesim sermones Ante [Go Back]  
 [00007]  Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐτῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν·
000-00-00 Serial Number=0131687045
In Isaiam Ante [Go Back]  
 [01675]  πῶς δυνήσονται ἥλιον ἰδεῖν ἀνατέλλοντα καὶ οὐρανοῦ κάλλος λάμπρον καὶ τὸν ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν ἀπεστερημένοι;
000-00-00 Serial Number=0050598681
In Joannem Ante [Go Back]  
 [00393]  καὶ οὐκ ἔτι θηρίον γίνεται μόνον, ἀλλὰ τέρας πολύμορφόν τι καὶ ποικίλον, καὶ οὐδὲ τὴν ἀπὸ τῆς φύσεως συγγνώμην ἔχει.
000-00-00 Serial Number=0328714848
In Psalmos 101-107 Ante [Go Back]  
 [00740]  ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον, τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς.
000-00-00 Serial Number=0077313125
In catenas sancti Petri Ante [Go Back]  
 [00137]  οἶδε μετὰ τὸν πολὺν καὶ ποικίλον ἐκεῖνον σάλον τῶν λογισμῶν, περὶ τὸ τέλος αὐτὸ τὸ πιστὸν καὶ ἀληθὲς, ταῖς ψυχαῖς ἐνιέναι καὶ ἐμβαθύνειν, καὶ παγίαν καὶ ἰσχυρὰν χαρίζεσθαι μονιμότητα.
000-00-00 Serial Number=0020177960
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00016]  Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν τινὰ ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων γίνεται καὶ κουφότερος, οὐχὶ κώπην ἀποτιθέμενος, οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον τῆς βιωτικῆς λύπης φορτίον διαλύων, καὶ πολλὴν τῇ ψυχῇ δεχόμενος τὴν εὐφροσύνην.
000-00-00 Serial Number=0813104451
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01012]  καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·
 [01490]  τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακομήχανον, τὸ κακοῦργον, τὸ ἐπὶ προσχήματι εὐλαβείας ἐπηρεαστικὸν ἐμφαίνων.
 [06805]  Καὶ ποικίλον τὸν πόλεμον δείκνυσι.
 [06834]  Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον.
000-00-00 Serial Number=0007261992
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03316]  καὶ ἄλλα δὲ μυρία ἄν τις εὕροι τοῖς ἄνθεσιν ἁμιλλώμενα κατὰ τὸ ποικίλον, ἢ τοῖς τοῦ ἡλίου χρώμασιν ἐξισούμενα·
000-00-00 Serial Number=0393478334
In epistulam ad Philippenses Ante [Go Back]  
 [01899]  Πολύπλοκον γὰρ τὸ θηρίον καὶ ποικίλον, καὶ πολλὴν ἔχει τὴν ἰσχύν·
000-00-00 Serial Number=0266262412
In epistulam ad Romanos Ante [Go Back]  
 [00333]  Οὐδὲ γὰρ μικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεμον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡμετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ [60.400] χάριτος.
 [00761]  καὶ γὰρ ποικίλον καὶ πολυειδὲς καὶ συγκεχυμένον ἡ πλάνη, ἡ δὲ ἀλήθεια μία.
 [03536]  εἶδες τὸν ποικίλον πόλεμον;
 [04276]  προσκύνει δὲ μειζόνως τοῦ Χριστοῦ τὴν δύναμιν, ὅτι ποικίλον οὕτω κακὸν καὶ δυσκαταγώνιστον ἠφάνισέ τε καὶ πρόῤῥιζον ἐκτεμοῦσα ἀνέσπασεν.
 [05030]  οὐδὲ γὰρ κατὰ τὴν μέλλουσαν ἡμέραν μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνης πολλὰς τοῦτο τὸ [60.524] ποικίλον πάθος ἐπάγει τὰς τιμωρίας.
000-00-00 Serial Number=0741110861
In epistulam ad Titum Ante [Go Back]  
 [00717]  Καὶ γὰρ ἡ ἁμαρτία ποικίλον καὶ πολυειδές.
 [00721]  Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγμένον ἐστὶ τὸ ἀκάθαρτον;
000-00-00 Serial Number=0474463463
In principium Actorum Ante [Go Back]  
 [00891]  καὶ ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ [51.93] τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα, καὶ διαφόρους γλώσσας.
000-00-00 Serial Number=0488211811
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00080]  Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ' ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ παν ουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα, [50.679] καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακ ουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείο νος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι.
000-00-00 Serial Number=0743048310
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00020]  Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦ τον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς [50.588] ψυχῆς ὄψιν.
000-00-00 Serial Number=0277794182
In venerabilem crucem sermo Ante [Go Back]  
 [00133]  Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας, καὶ δείξας καθάπερ λειμῶνα τὸν οὐρανόν;
000-00-00 Serial Number=0213290453
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00012]  ∆ιὸ χρὴ ποικίλον τινὰ εἶναι τὸν τῆς διδασκαλίας τρόπον.
000-00-00 Serial Number=0475099981
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00068]  Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»