Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιοῦσιν [221]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιοῦσιν


000-00-00 Serial Number=0976067364
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00154]  οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν;
000-00-00 Serial Number=0564271688
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00347]  ν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ ῥοπὴν μετὰ πολλῆς παριστῶσι τῆς ἀκριβείας καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἴκοι καθῆσθαι.
000-00-00 Serial Number=0584753931
Ad populum Antiochenum Ante [Go Back]  
 [02464]  Καὶ πάλιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ποιοῦσιν·
 [03395]  Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν·
 [03645]  Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι.
 [04092]  οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὃ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ ∆εσπότης ἐποίησε·
 [04696]  Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν·
 [04907]  Οὐχ ὁρᾷς τοὺς πατέρας, ὅτι πολλὰ τοιαῦτα ποιοῦσιν εἰς τοὺς υἱοὺς τοὺς ἑαυτῶν;
000-00-00 Serial Number=0105521560
Ad viduam juniorem Ante [Go Back]  
 [00040]  Τοῦτο δὲ ποιοῦσιν ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται·
000-00-00 Serial Number=0984075606
Adversus Judaeos Ante [Go Back]  
 [00360]  Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν.
 [00468]  Οὕτω που καὶ οἱ γάμους ἐπιτελοῦντες, καὶ δεῖπνα πολυτελῆ κατασκευάζοντες ποιοῦσιν·
 [00687]  Καὶ τότε ἂν ἔγνωτε καλῶς αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν, οἳ μηδὲ λόγον περὶ ὧν ποιοῦσιν ἀποδοῦναι δυνάμενοι, καθάπερ ἁπάντων ὄντες σοφώτεροι, οὔτε παρ' ἑτέρων μανθάνουσιν, ὅπερ ἐσχάτης ἐστὶ καταγνώσεως μήτε αὐτοὺς εἰδέναι, μήτε τοῖς ἐπιτεταγμένοις ἕπεσθαι, ἀλλ' ἁπλῶς ἀλόγῳ συνηθείᾳ τὰ καθ' ἑαυτοὺς ἐπιτρέψαντες, κατὰ βαράθρων φέρονται καὶ κρημνῶν.
 [00908]  ὅτι νηστεύουσιν, ἀλλ' ἐκεῖνό μοι δεῖξον, εἰ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦσιν·
 [02552]  ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν·
 [02702]  Ὥσπερ γὰρ οἱ ἐκπομπεύοντες, καὶ εἰς τοῦτο μόνον ἐσχολακότες, κἂν ὀλίγοι ὦσιν οἱ ἡμαρτηκότες, πολλοὺς αὐτοὺς νομίζεσθαι ποιοῦσιν·
000-00-00 Serial Number=0463342667
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00296]  μᾶλλον δὲ πρὸς ἐκείνους μὲν οὔτε ἀηδῶς ἔχουσιν, οὔτε ἐγκαλοῦσί ποτε, τούτων δὲ κἂν ἀπογεύσαιντο ἡδέως μονονουχὶ βοῶντες καὶ δι' ὧν λέγουσι καὶ δι' ὧν ποιοῦσιν, ὅτι δεῖ τῆς κακίας ἀπρὶξ ἔχεσθαι, καὶ μηδέποτε ἐπανελθεῖν πρὸς ἀρετὴν, ὡς οὐ μόνον τοὺς μετιόντας αὐτὴν, ἀλλὰ καὶ τοὺς φωνὴν ὑπὲρ ταύτης ῥῆξαι τολμῶντας ἀμύνεσθαι δέον.
 [00319]  νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι' ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ' ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι.
 [01557]  Ἐκεῖναι μὲν γὰρ αἱ δαπάναι λαμπρότερον καὶ εὐπορώτερον καὶ [47.378] ἀσφαλέστερον ποιοῦσιν, αὗται δὲ οὐκ αἰσχρὸν μόνον οὐδὲ ἐπονείδιστον, ἀλλὰ καὶ ἀπωλείας ὑπεύθυνον τρόπῳ παντί.
000-00-00 Serial Number=0368253887
Catecheses ad illuminandos Ante [Go Back]  
 [00964]  Οὕτω καὶ ἰατροὶ ποιοῦσιν·
000-00-00 Serial Number=0562883019
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00061]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
000-00-00 Serial Number=0438407242
Commentarius in Job Ante [Go Back]  
 [00602]  οὕτω που καὶ οἱ ἀθληταὶ ποιοῦσιν·
 [01147]  παραγίνονται μὲν ὡς παραμυθησόμενοι, τὸ δὲ ἐναντίον ποιοῦσιν.
 [03436]  οἱ δὲ νῦν καὶ τοὺς βλέποντας τυφλοὺς ποιοῦσιν.
 [03547]  [31,3a] οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ [3b] καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν.
 [03671]  οἱ δὲ νῦν τοὐναντίον ποιοῦσιν.
 [03792]  ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν.
000-00-00 Serial Number=0871099710
Contra haereticos Ante [Go Back]  
 [00016]  Νῦν δὲ καὶ χάριν αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγορέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι.
000-00-00 Serial Number=0082726896
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00148]  ποιοῦσιν ἄνθρωπον, μηδὲν παρὰ τῆς ἀνθρωπίνης ἐρανιζόμενοι φύσεως.
000-00-00 Serial Number=0856231570
De Anna i Ante [Go Back]  
 [00572]  Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν·
 [00612]  Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν·
 [00799]  Οὕτω καὶ φίλοι ποιοῦσιν·
000-00-00 Serial Number=0498058856
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00437]  Οὕτω που καὶ οἱ μαινόμενοι δοκοῦσι μὲν ἀεὶ τοὺς πλησίον ἀμύνεσθαι τοὺς τοίχους λακτίζοντες καὶ ῥητὰ καὶ ἄρρητα τοὺς παρόντας λέγοντες κακά, αἰσχύνουσι δὲ δι' ὧν ποιοῦσιν οὐκ ἐκείνους ἀλλ' ἑαυτούς.
000-00-00 Serial Number=0123053074
De Chananaea Ante [Go Back]  
 [00543]  Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται.
000-00-00 Serial Number=0284142196
De Davide et Saule Ante [Go Back]  
 [00012]  Τοῦτο καὶ οἱ διδάσκαλοι ποιοῦσιν·
 [00291]  Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ γνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι·
 [00400]  Τοῦτο γοῦν καὶ πατέρες πολλάκις ποιοῦσιν ἐπὶ υἱῶν·
 [00600]  Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μήτε ἐπιβουλεύων, μήτε καταρώμενος, διὰ τὸν Θεὸν ταῦτα ἀμφότεροι ποιοῦσιν.
000-00-00 Serial Number=0630159497
De Lazaro Ante [Go Back]  
 [00630]  οἱ μὲν γὰρ κρότοι καὶ οἱ ἔπαινοι λαμπρότερον ἐμὲ ποιοῦσιν, ἡ σιγὴ δὲ αὕτη σωφρονεστέρους ὑμᾶς ἐργάζεται.
 [01172]  Οὕτω καὶ δεσπόται ποιοῦσιν·
 [01643]  ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν·
000-00-00 Serial Number=0291753590
De baptismo Christi Ante [Go Back]  
 [00007]  Νῦν δὲ ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς τὸν λιμένα καταντήσωσιν·
 [00237]  Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς συμπληρώσεως ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέ [49.371] ροντες τῷ τέλει τῆς τραπέζης;
000-00-00 Serial Number=0645533323
De cruce et latrone i Ante [Go Back]  
 [00283]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν·
 [00318]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
 [00337]  καὶ γὰρ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν.
000-00-00 Serial Number=0256008089
De cruce et latrone ii Ante [Go Back]  
 [00305]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
 [00355]  οὐ γὰρ οἴδασι τί [49.416] ποιοῦσιν·
 [00394]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
 [00413]  οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
000-00-00 Serial Number=0346641898
De decem millium talentorum debitore Ante [Go Back]  
 [00195]  Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας, ὥσπερ θήραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι·
000-00-00 Serial Number=0496066153
De diabolo tentatore Ante [Go Back]  
 [00230]  Οὕτω καὶ δικασταὶ ποιοῦσιν·
000-00-00 Serial Number=0221316338
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00420]  Οὐ μικρὰ γὰρ αἰσχύνη καὶ κατάγελως, ὅταν ἐν οἰκίᾳ χριστιανῶν ἔθη τινὰ ἑλληνικὰ ἐπιτελῆται καὶ λύχνους ἀνάπτωσι καὶ ἀναμένωσιν ἐπιτηροῦντες τὸν σβεσθέντα πρῶτον καὶ καυθέντα, καὶ ἕτερά τινα τοιαῦτα ἅπερ οὐ τὸν τυχόντα ὄλεθρον ἐπάγει τοῖς τοιαῦτα ποιοῦσιν.
000-00-00 Serial Number=0212496936
De jejunio et eleemosyna Ante [Go Back]  
 [00070]  Οὐχ ὁρᾷς τοὺς γηπόνους τί ποιοῦσιν;
000-00-00 Serial Number=0675661683
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00698]  [5.8] Καὶ τί θαυμαστόν, εἰ ἄνθρωποι ταῦτα ποιοῦσιν, ὅπου ὁ Θεός, ὁ πάντα δυνάμενος, τούτῳ κέχρηται τῆς ἰατρείας τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ;
000-00-00 Serial Number=0163547814
De mutatione nominum Ante [Go Back]  
 [00137]  Ἐθίζοντες ὑμᾶς μὴ διὰ παντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῖς νοήμασιν, ὅπερ ποιοῦσιν αἱ περιστεραί.
 [00139]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν·
 [00575]  Οἱ μὲν γὰρ, κἂν δικαίως, κἂν ἀδίκως ἐγκαλῶσιν, οὐκ ὀνειδίσαι [51.133] βουλόμενοι, ἀλλὰ διορθῶσαι, τοῦτο ποιοῦσιν·
 [01057]  Παρακαλῶ οὖν ὑμᾶς, ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες πρὸς τὰς τῶν ἵππων ἁμίλλας, τοῦτο καὶ ὑμεῖς ποιήσατε.
 [01058]  Τί δὲ ἐκεῖνοι ποιοῦσιν;
000-00-00 Serial Number=0505248308
De paenitentia [1] Ante [Go Back]  
 [00115]  καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ·
 [01411]  Οὕτω καὶ οἱ ἰατροὶ ποιοῦσιν·
000-00-00 Serial Number=0751570165
De paenitentia sermo 2 Ante [Go Back]  
 [00025]  ἄλλους ποιοῦσιν ὀρφανοὺς ἀποδύειν, ἄλλους χήρας καταπονεῖν, ἄλλους μηδὲ εἰς ἐκκλησίαν εἰσιέναι, ἄλλους εἰς μυρία πάθη κατακρημνίζουσιν, ὧν οὐκ ἔστιν ἀριθμός·
000-00-00 Serial Number=0135834575
De prophetiarum obscuritate Ante [Go Back]  
 [00264]  ∆έον χάριτας ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, [56.172] ἀλλ' ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ.
000-00-00 Serial Number=0800851405
De sacerdotio Ante [Go Back]  
 [00600]  καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ.
 [00667]  Ὅταν γὰρ οἱ μὲν τῶν μηδὲν αὐτοῖς προσηκόντων, οἱ δὲ τῶν πολλῷ μειζόνων τῆς οἰκείας δυνάμεως προστασίαν ἐμπιστευθῶσιν, οὐδὲν Εὐρίπου τὴν Ἐκκλησίαν διαφέρειν ποιοῦσιν.
000-00-00 Serial Number=0789870739
De sancta pentecoste Ante [Go Back]  
 [00017]  οἱ δὲ σήμερον παραγενόμενοι, καὶ πρὸ τούτου μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν.
000-00-00 Serial Number=0558103263
De sanctis martyribus [2] Ante [Go Back]  
 [00122]  Οὕτω καὶ στρατιῶται ποιοῦσιν·
000-00-00 Serial Number=0985034108
De virginitate Ante [Go Back]  
 [00424]  Οἱ μὲν γὰρ οὐκ ἴσασιν ἃ ποιοῦσιν οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι.
 [01304]  Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ' αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν.
 [01347]  Ἀλλ' ὥσπερ ὕλης τινὸς λαβομένη φλὸξ οὕτως εἰς ὕψος ἄφατον αἴρονται καὶ τὴν τάξιν ἀντιστρέφουσι καὶ πάντα ἄνω καὶ κάτω ποιοῦσιν.
000-00-00 Serial Number=0696856320
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00402]  ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν;
 [00468]  Οὐδὲ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν ποιοῦσι, καὶ ἐνώπιον Κυρίου τὸν εὐχόμενον ἵστασθαι παρασκευάζουσιν·
 [01426]  ὅπερ ποιοῦσιν αἱ περιστεραί.
 [01428]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος, καὶ ἐπιδεικνύουσιν·
 [02824]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν σεσηπότα μέλλωσι τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς, καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
 [03569]  Αἱ δημοσίᾳ δὲ γινόμεναι κακηγορίαι πολλάκις ἰταμοὺς καὶ ἀναισχυντοτέρους τοὺς ἀνθρώπους ποιοῦσιν.
 [06887]  οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὅπερ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ ∆εσπότης ἐποίησε.
 [08953]  Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ' ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ.
 [09999]  Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς εὐχαριστίας ἀναχωροῦντες;
000-00-00 Serial Number=0021045446
Epistulae Ante [Go Back]  
 [03364]  οὐ γὰρ ὑπὲρ ὧν ποιοῦσιν ἡμᾶς ἕτεροι κακῶν λόγον δώσομεν, ἀλλὰ καὶ μισθὸν ληψόμεθα.
000-00-00 Serial Number=0357010782
Expositiones in Psalmos Ante [Go Back]  
 [00521]  Ταὐτὸν γὰρ ποιοῦσιν οἱ ταῦτα λέγοντες, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ καὶ καθαρᾷ τὸν ἥλιον ἰδεῖν ἐπιζητοίη, καὶ ἀμφιβάλλοι περὶ τοῦ φωτός.
 [00735]  Ἐπειδὴ γὰρ ὁ παρὼν βίος ἐπίκηρος, καὶ ἀτελέστερον ἔτι διακείμεθα, ὅπερ ποιοῦσιν οἱ ἔξωθεν νομοθέται, καὶ τελείοις γενομένοις ἐγχειρίζουσι τὴν πατρῴαν οὐσίαν, τοῦτο καὶ ὁ Θεὸς ἐργάζεται.
 [00886]  πρὸς δὲ ἀνθρώπων ἐπίδειξιν τοῦτο ποιοῦσιν.
 [01183]  Οὐχ ὁρᾷς, ὅτι καὶ ἰατροὶ τέμνοντες, ἢ καίοντες, οὐ θυμῷ τοῦτο ποιοῦσιν, ἀλλὰ σκοπῷ τῆς διορθώσεως, οὐκ ὀργιζόμενοι τοῖς κάμνουσιν, ἀλλ' ἐλεοῦντες αὐτοὺς, καὶ τῶν νοσημάτων ἀπαλλάττοντες;
 [01686]  Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν;
 [01806]  Οἱ γὰρ κακοὶ, ὅσῳ ἂν θεραπευόμενοι μὴ καταλύωσι τὸν πόλεμον, λαμπροτέρας ἡμῖν προξενοῦσι τὰς ἀμοιβὰς, καὶ ἑαυτοὺς ἀσθενεστέρους ποιοῦσιν.
 [02782]  ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες·
 [04545]  ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες·
 [06231]  Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν.
 [06236]  τὰ γὰρ ἀσελγέστερα καὶ παρανομώτερα τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν καὶ μαλακωτέραν ποιοῦσιν·
 [06529]  Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις·
 [06900]  Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες·
 [07319]  ∆ιὰ δὴ τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν·
000-00-00 Serial Number=0361016631
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01092]  Τοῦτο καὶ πατέρες, καὶ φίλοι πατέρων μετ' ἀλλήλων ποιοῦσιν, τοὺς παῖδας διορθοῦντες.
 [01902]  Ἢ οὐχ ὁρᾷς, τί αὐτοὶ ποιοῦσιν;
 [02370]  οὐ γὰρ δὴ κατὰ νόμον τοῦτο ποιοῦσιν·
 [02610]  Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν;
 [03217]  οὕτω καὶ αὗται ποιοῦσιν.
 [03251]  τοῦτο καὶ οἱ περὶ Μωυσῆν ποιοῦσιν ἵνα μὴ ὑβρισθῇ.
 [03803]  Παύσασθε τὰ τοιαῦτα ποιοῦντες, ἐφ' οἷς ὑμῶν κατηγορεῖ ὁ προφήτης, νῦν δὲ ταῦτα ποιοῦσιν·
 [04683]  μία, ὅτι ἑβδομήκοντα ἔτη ποιοῦσιν·
000-00-00 Serial Number=0500793517
Fragmenta in Job Ante [Go Back]  
 [01718]  οἱ δὲ νῦν καὶ τοὺς βλέποντας, τυφλοὺς ποιοῦσιν.
000-00-00 Serial Number=0063579559
Fragmenta in Proverbia Ante [Go Back]  
 [00670]  Εἰσὶν οἱ τὰ ἴδια σπείροντες, οἳ πλείονα ποιοῦσιν·
000-00-00 Serial Number=0116371334
Homilia de capto Eutropio Ante [Go Back]  
 [00254]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν Ταῦτα δὲ λέγω, ἵνα μὴ τῇ ὑπονοίᾳ τῶν πονηρῶν παραφθείρησθε.
000-00-00 Serial Number=0672046304
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00072]  Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες.
000-00-00 Serial Number=0050370514
In Acta apostolorum Ante [Go Back]  
 [00432]  Τοῦτο δὲ ποιοῦσιν, ἵνα τῷ πλήθει δυσωπήσωσιν.
 [01151]  καὶ ταῦτα ποιοῦσιν, οὐκ ἐκείνους ἐγκωμιάσαι βουλόμενοι·
 [02147]  ὅταν εἴπωμεν ἡμεῖς, ὅτι οὐκ ἠδικήμεθα, ἀλλ' ἠδικήκαμεν μᾶλλον, ἐκεῖνοι τὸ ἐναντίον ποιοῦσιν.
 [02274]  ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τὸ αὐτὸ ποιοῦσιν·
 [03842]  ∆ιὰ τοῦτο ἀπὸ τῶν εὐκόλων ἠρξάμην, ἐπεὶ καὶ ἐν ταῖς τέχναις ἁπάσαις τὸ αὐτὸ ποιοῦσιν.
 [04622]  ∆ιὸ καὶ οὐ κλήρῳ αὐτὸ ἐπέτρεψαν, οὔτε πάλιν, δυνάμενοι αὐτοὶ ἐκλέξαι Πνεύματι κινούμενοι, τοῦτο ποιοῦσιν·
 [04768]  Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
 [06111]  Καὶ ἀγορὰς μὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί·
 [08316]  Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ' ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰσιόντων, ὥστε μηδὲ ταῦτα διορθοῦν.
 [09076]  Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιμὸς ἦν.
 [09475]  Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε.
 [09999]  Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα.
 [09999]  Ὅρα πῶς δείκνυται αὐτῶν ἡ ἐπιείκεια, ὅτι οἱ μὲν ἐλαυνόμενοι τοιαῦτα ποιοῦσιν, οἱ δὲ θεραπευόμενοι δαίμονες τἀναντία.
 [09999]  ὅτε καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιοῦσιν.
 [09999]  Καὶ καθάπερ οἱ ἐκφοβοῦντες ἢ τὰς βλεφαρίδας ἕλκοντες ἄνω, ἢ ἄλλως τὸ πρόσωπον διαστρέφοντες τοῦτο ποιοῦσιν, ὑγιεινὸν δὲ ἔχοντες καὶ ἥμερον τὸ ὄμμα, οὐκ ἂν δύναιντο τοῦτο ποιῆσαι·
 [09999]  οὕτω δὴ καὶ οὗτοι, τὸ διορατικὸν τῆς διανοίας διαστρέφοντες, τοῦτο ποιοῦσιν.
000-00-00 Serial Number=0216850519
In Ecclesiasten Ante [Go Back]  
 [00655]  Εἰς γέλωτα ποιοῦσιν ἄρτον.
 [00657]  εἰς εὐφροσύνην ἐδόθη, φησίν, αὐτοὶ δὲ εἰς μέθην ποιοῦσιν αὐτόν·
000-00-00 Serial Number=0500552595
In Eutropium Ante [Go Back]  
 [00093]  Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
000-00-00 Serial Number=0237520099
In Isaiam Ante [Go Back]  
 [00128]  Αἱ συγκρίσεις αὔξησιν τῆς κατηγορίας ποιοῦσιν καὶ μάλιστα ὅταν ἐξ ἀνίσων ὦσιν·
000-00-00 Serial Number=0449896395
In Joannem Ante [Go Back]  
 [00512]  Εἰ γὰρ τοῖς ἐπ' ἀνθρώπων αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης·
 [00722]  Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης.
 [00742]  Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας·
 [02081]  καὶ πανταχοῦ τοῦτο ποιοῦσιν.
 [05067]  Εἰ δέ τινες καὶ ὑποκρίνονται, δόξης ἕνεκεν τοῦτο ποιοῦσιν·
000-00-00 Serial Number=0980431080
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
 [00006]  Καὶ καθάπερ οἱ ζωγράφοι ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον.
000-00-00 Serial Number=0573336303
In Psalmum 118 Ante [Go Back]  
 [01658]  Ὅσοι οὖν οὐ δι' ἐμπορίαν καὶ αἰσχροκερδίαν, οὐδὲ διὰ τὸ θεαθῆναι καὶ ἐπαινεθῆναι παρὰ τῶν ἀνθρώ πων, ἀγαθὰ ποιοῦσιν, οὗτοι λέγουσι·
000-00-00 Serial Number=0178592801
In Psalmum 145 Ante [Go Back]  
 [00007]  Οὕτω γὰρ καὶ κυβερνῆται ποιοῦσιν·
 [00011]  Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν·
000-00-00 Serial Number=0398406804
In Samaritanam Ante [Go Back]  
 [00050]  Οὐχ ὁρᾷς, ὅπως ποιοῦσιν οἱ ἁλιεῖς;
 [00168]  Καθάπερ γὰρ οἱ τῶν ἰχθύων θηρευταὶ (τί γὰρ ἐκεῖνοι ποιοῦσιν, ἄκουε συνετῶς) βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ ὅταν αἴσθωνται ὅτι ἰχθὺς ἐζωγρήθη, οὐκ εὐθὺς ἀνασπῶ σιν αὐτὸν, ἀλλ' ἐνδιδόασι κατὰ μικρὸν, ἵνα ἐκεῖνος τελείως καταπίῃ καὶ ἀμερίμνως τὸ δέλεαρ, καὶ ὅταν αἴσθησιν λάβωσιν, ὅτι εἰς τὸ βάθος τῆς καρδίας καὶ ἐν τοῖς ἐγκάτοις ἐδέξατο τὸ ἄγκιστρον, τότε μᾶλλον μετὰ ἐπιτάσεως τὸν ἰχθὺν ἀνασπῶσιν οἱ πρότερον αὐτῷ συγ καταβεβηκότες·
000-00-00 Serial Number=0069714308
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00053]  Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας·
000-00-00 Serial Number=0751043260
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00192]  Τὴν μὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶ [62.474] πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυροτέραν ποιοῦσιν.
 [00584]  Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς;
000-00-00 Serial Number=0558802009
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00221]  ∆ιὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι·
 [00222]  καὶ συμμορίας πότου καὶ μέθης ποιοῦσιν οἱ πολλοί.
 [00548]  ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς μαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν·
 [01585]  Ἀλλ' οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐμπορευόμενοι ποιοῦσιν·
000-00-00 Serial Number=0767788947
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00765]  Καὶ ὅπερ οἱ παραπαίοντες ποιοῦσιν, ἀπεχθανόμενοι πρὸς τοὺς ἐπιμελομένους αὐτῶν, καὶ λοιπὸν λοιδορούμενοι·
 [02063]  Οὕτω γὰρ οἱ ἀπατῶντες καὶ οἱ κολακεύοντες ποιοῦσιν·
 [02419]  Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν;
 [02422]  Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν;
 [03553]  Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ.
 [03599]  Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον.
 [03887]  Τοῦτο τοίνυν οἱ πλουτοῦντες ποιοῦσιν·
 [03894]  Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν.
 [03898]  Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν.
 [06119]  ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων.
 [07058]  Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν·
 [07432]  Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν.
 [08478]  Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα.
 [08769]  καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι.
 [09469]  Καὶ βλασφημουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν.
 [09743]  καὶ κοινὸν τὸ κτῆμα ποιοῦσιν.
 [09794]  Ἀλλὰ μὴ τὰ τῶν ἀνοήτων πά-σχωμεν, οἳ, βουλόμενοι δίκην αὐτοὺς ἀπαιτῆσαι, πάντα ποιοῦσιν ὥστε αὐτῶν ἀνάψαι τὴν φλόγα.
 [09999]  οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλί-σκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες.
 [09999]  Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόμενοι τοὺς ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώ-μεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν.
000-00-00 Serial Number=0681538582
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00271]  Ναὶ, φησὶ, ποιοῦσιν·
000-00-00 Serial Number=0005658329
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00778]  Ἀλλά τινες οὐκ ἠπίστουν μόνον, ἀλλὰ καὶ ἐνεκάλουν, ὃ καὶ νῦν ποιοῦσιν Ἕλληνες λέγοντες·
 [04013]  οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν·
 [04041]  οὕτως οἱ φιλοχρήματοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν.
000-00-00 Serial Number=0774693131
In epistulam ad Colossenses Ante [Go Back]  
 [00384]  Ἀλλ' ἐκεῖναι αἱ τράπεζαι φιλίαν ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ ἐπιτεταμένην, ὅταν ἐπιτεταμέναι γίνωνται.
 [01795]  Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί·
 [02240]  Μαγείρων χεῖρες ποιοῦσιν ἡμᾶς τιμᾶσθαι, ὥστε ἐκείνοις ὀφείλομεν χάριν ἔχειν·
 [04143]  Συνέρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα.
000-00-00 Serial Number=0430906594
In epistulam ad Ephesios Ante [Go Back]  
 [01815]  τοῦτο καὶ οἱ ἐθνικοὶ ποιοῦσιν.
 [03287]  Εἴ τινες ἡμᾶς λυπεῖν καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν.
 [06019]  Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, οἷον οἱ πολλοὶ ποιοῦσιν, ἀποκληρονόμους ἐργαζόμενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ' ὡς ἀνδραπόδοις.
 [06305]  Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν·
000-00-00 Serial Number=0009812593
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01471]  Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν.
000-00-00 Serial Number=0317955434
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07843]  Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ;
000-00-00 Serial Number=0196444392
In epistulam ad Philemonem Ante [Go Back]  
 [00458]  Τί γὰρ μέγα ποιοῦσιν οἱ μάρτυρες;
 [00462]  Τί γὰρ μέγα ποιοῦσιν οἱ τὰ χρήματα κενοῦντες;
000-00-00 Serial Number=0339725077
In epistulam ad Philippenses Ante [Go Back]  
 [03273]  Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν.
000-00-00 Serial Number=0011140347
In epistulam ad Romanos Ante [Go Back]  
 [01155]  Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ εἰδότες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι.
 [02085]  Εἰ δὲ ἀντιλέγοιέν τινες, ταυτὸν ποιοῦσιν, ὥσπερ ἂν εἴ τις μεγάλα ἡμαρτηκὼς καὶ μὴ δυνηθεὶς ἀπολογήσασθαι ἐν δικαστηρίῳ, ἀλλὰ κατακριθεὶς καὶ κολάζεσθαι μέλλων, εἶτα ἀπὸ δωρεᾶς βασιλικῆς ἀφεθεὶς, ἀναισχυντοίη μετὰ τὴν ἄφεσιν καυχώμενος, καὶ λέγων μηδὲν ἡμαρτηκέναι.
 [04804]  οὕτως οἱ τούτου μὲν ἀποπηδῶντες, γαστρὶ δὲ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν, οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες.
 [05266]  ἅπερ καὶ οἱ προφῆται ποιοῦσιν, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ τὰ ὄρη σκιρτῶντα·
 [08249]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
 [08856]  ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν·
 [08933]  Ἐκεῖνοι γὰρ πάντα ποιοῦσιν, οὐχ ἵνα ὑγιαίνωσιν, ἀλλ' ἵνα σκιρτῶσιν, ἵνα τὴν ἐπιθυμίαν ἀνάπτωσιν.
 [09257]  διό φησιν, Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν.
 [09868]  τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι ποιοῦσιν.
000-00-00 Serial Number=0380622566
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00165]  Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες, περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον·
 [00167]  [26] Οὕτω καὶ αἱ γυναῖκες ποιοῦσιν·
000-00-00 Serial Number=0058491826
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00068]  Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον·
000-00-00 Serial Number=0853436291
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00156]  Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν.
000-00-00 Serial Number=0420446157
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00069]  Οὕτω καὶ οἰκοδόμοι ποιοῦσιν, οὐ πρότερον τὴν κρηπῖδα καταβάλλονται τῶν οἰκημάτων, ἕως ἂν τὰ σεσαθρωμένα ἀνέλωσιν, ἵνα μετὰ ἀσφαλείας οἰκοδομῶσιν.
000-00-00 Serial Number=0551386774
In illud Ne timueritis Ante [Go Back]  
 [00526]  Ὧδε τὸ ἐναντίον ποιοῦσιν αἱ γυναῖκες.
 [00652]  Οὕτω καὶ ναῦται ποιοῦσιν·
 [00685]  Ὑψηλὸν γὰρ οὐχ ἡμίονοι ποιοῦσιν ἕλκουσαι, ἀλλ' ἀρετῆς κορυφὴ πρὸς τὰς ἁψῖδας ἀνάγουσα τῶν οὐρανῶν.
000-00-00 Serial Number=0600154281
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00142]  Οὐχ ὁρᾷς ἐν σαββάτῳ τί οὗτοι ποιοῦσιν;
000-00-00 Serial Number=0316583693
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00433]  Οἱ μὲν γὰρ βασιλεύοντες καὶ οἱ εὔποροι, ὅσα ἂν ποιήσωσιν, ἀπὸ χρημάτων ποιοῦσιν·
000-00-00 Serial Number=0016599655
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00462]  ἃ ποιοῦσιν εἰς σὲ οἱ ἐχθροὶ, βλέπεις·
000-00-00 Serial Number=0056139171
In illud Vidi dominum Ante [Go Back]  
 [00036]  Οὕτω γὰρ καὶ φιλόστοργοι πατέρες ποιοῦσιν·
 [00104]  Τίνος ἕνεκεν τοῦτο ποιοῦσιν;
 [00285]  Ποιήσωμεν οὖν ὅπερ οἱ τὰς βασιλικὰς αὐλὰς ἐπιθυμοῦντες ἰδεῖν ποιοῦσιν.
 [00286]  Τί δαὶ ἐκεῖνοι ποιοῦσιν;
 [00631]  Οὕτω γὰρ καὶ αἱ μητέρες ποιοῦσιν·
 [01153]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
 [01355]  καὶ οὐδὲ μετὰ κραυγῆς ἁπλῶς, ἀλλὰ καὶ διηνεκῶς τοῦτο ποιοῦσιν.
 [01366]  Καὶ γὰρ οὐ μόνον κεκράγασιν, ἀλλὰ καὶ πρὸς ἀλλήλους τοῦτο ποιοῦσιν, ὃ τῆς ἐπιτεταμένης ἐκπλήξεως σημεῖόν ἐστιν.
000-00-00 Serial Number=0456258416
In latronem Ante [Go Back]  
 [00096]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
000-00-00 Serial Number=0887187302
In natalem Christi diem Ante [Go Back]  
 [00071]  Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν.
000-00-00 Serial Number=0138040781
In principium Actorum Ante [Go Back]  
 [00082]  Ἀλλ' ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν.
 [00437]  Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν·
 [01478]  οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
000-00-00 Serial Number=0442059934
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00051]  Αὐτίκα γοῦν νῦν εἰς τὸ ἐνεστὸς πρὸ ἰσημερίας ποιοῦσιν, καὶ κατηγοροῦνται ὑπὸ τῶν Ἰουδαίων σοφῶν παραβάται τοῦ †χρίσματος†.
000-00-00 Serial Number=0297763705
In secundum domini adventum Ante [Go Back]  
 [00036]  διό φησιν, Οὐ μόνον αὐτὸ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν.
000-00-00 Serial Number=0614868701
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01803]  Ἀλλ' οἱ μὲν τρεῖς παῖδες ποιοῦσιν αὐτὸ ἐν τῇ καμίνῳ·
000-00-00 Serial Number=0448404789
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00121]  Τί δὲ ἐκεῖνοι ποιοῦσιν;
000-00-00 Serial Number=0280743301
Prooemia in Psalmos Ante [Go Back]  
 [00178]  καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν.
000-00-00 Serial Number=0722387433
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00353]  Τί οὖν ποιοῦσιν οἱ νέοι, οἱ ἐν ὀρφανίᾳ, οἱ αἰχμάλωτοι, οἱ ξένοι, οἱ δοῦλοι τῶν ταῦτα κελευόντων;
000-00-00 Serial Number=0768976033
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00250]  Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ὑπὸ μακρᾶς ἀρρωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τούτους τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως τοῦτο ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν.
000-00-00 Serial Number=0952147245
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00949]  Συμβουλευθέντες δὲ ὑπὸ τῶν μάντεων αὐτῶν, ποιοῦσιν ἕδρας χρυσᾶς, καὶ μῦς χρυσοῦς, καὶ ἐπιθέντες αὐτοὺς ἁμάξῃ μετὰ τῆς κιβωτοῦ ὑπέζευξαν βόας, ὧν τὰ τέκνα ἀπέκλεισαν εἰς οἰκίσκον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»