Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πολυτελῆ [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πολυτελῆ


000-00-00 Serial Number=0246214151
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00336]  καὶ καλὴν οὕτω καὶ μεγάλην οὕτω καὶ ποικίλην καὶ πολυτελῆ καὶ διαρκῆ καὶ χρησίμην καὶ πανταχόθεν κερδαλέαν καὶ πρὸς σώματος διατροφὴν καὶ σύστασιν καὶ πρὸς ψυχῆς φιλοσοφίαν καὶ πρὸς θεογνωσίας ὁδὸν ἐπιτηδείαν κατεσκεύασε διὰ σέ.
000-00-00 Serial Number=0449571073
Ad populum Antiochenum Ante [Go Back]  
 [02396]  Ὅταν οὖν ἀκούσῃς, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ' ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρέσχεν ἡμῖν εὐφροσύνην·
 [03509]  οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ' ὑπερβολῆς αὐτοὶ κέκτηνται·
000-00-00 Serial Number=0279136539
Adversus Judaeos Ante [Go Back]  
 [00468]  Οὕτω που καὶ οἱ γάμους ἐπιτελοῦντες, καὶ δεῖπνα πολυτελῆ κατασκευάζοντες ποιοῦσιν·
 [01892]  Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων, εἰς [48.905] τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην.
000-00-00 Serial Number=0659031451
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00024]  καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα [63.478.20] παρατρέχουσιν, εἰ δέ που φόρτον ἴδοιεν ἔχοντα πολυτελῆ καὶ πλοῦτον ἐναποκείμενον, τούτοις ἐπιτίθενται, διατιτρῶντες κάτωθεν, προσβάλλοντες ἄνωθεν, πᾶσαν κινοῦντες μηχανήν·
000-00-00 Serial Number=0351072788
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00669]  Ἀλλ' ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ' ἵππου φερόμενον ὁρᾷν, κα
000-00-00 Serial Number=0467270553
Commentarius in Job Ante [Go Back]  
 [03555]  καίτοι πολυτελῆ παρατιθεὶς τράπεζαν καὶ πολλῆς ἀπολαύων εὐετηρίας καὶ τρυφῇ συζῶν διηνεκεῖ οὐδὲν τοιοῦτον ἔπαθεν, οἷον ἐν ἡμέρᾳ μιᾷ τῶν Ἑβραίων τὸ γένος.
000-00-00 Serial Number=0479211926
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00041]  εἴ τις πολυτελῆ τράπεζαν παραθεὶς, καὶ πολλῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς μὴ ἅπτεσθαί τινος τῶν προκειμένων, ἆρα ἄν τις εἵλετο τοιαύτῃ παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν;
000-00-00 Serial Number=0549283803
Contra theatra Ante [Go Back]  
 [00027]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0458880186
De Anna i Ante [Go Back]  
 [01226]  Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐδὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας ἐπισπᾶσαι κατ' αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεονεξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτήσαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μανίαν κατέλυσε.
 [01234]  ὁ δὲ πολυτελῆ, γυμνοῦται καὶ ἀτιμάζεται·
000-00-00 Serial Number=0058155000
De Christi divinitate Ante [Go Back]  
 [00278]  [48.812] σώματος, ἀλλὰ ψυχῆς ἀρετὴ, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιείκεια καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν.
000-00-00 Serial Number=0213638663
De Davide et Saule Ante [Go Back]  
 [00531]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0074763358
De Lazaro Ante [Go Back]  
 [02081]  Ἦν τις πλούσιος, πορφύραν ἐνδιδυσκόμενος, τράπεζαν παρατιθέμενος πολυτελῆ, κρατῆρας ἔχων ἐστεμμένους οἴνου, συμπόσια καθ' ἑκάστην ἡμέραν ποιῶν·
 [02093]  Ἦν τις πλούσιος, πορφύραν καθ' ἑκάστην ἡμέραν ἐνδιδυσκόμενος, τὴν δὲ ψυχὴν ἀράχνης γέμων, μύρου πνέων, δυσωδίας δὲ ἐμπεπλησμένος, τράπεζαν παρατιθέμενος πολυτελῆ, παρασίτους τρέφων καὶ κόλακας, τὴν δούλην πιαίνων τὴν σάρκα, τὴν δέσποιναν δὲ τὴν ψυχὴν λιμῷ φθειρομένην περιορῶν·
 [02096]  Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος τράπεζαν ἔχων πολυτελῆ, κρατῆρας ἐστεμμένους οἴνου, παρασίτους τρέφων καὶ κόλακας, τὸ πονηρὸν τοῦ διαβόλου θέατρον, τοὺς λύκους τοὺς αἰχμαλωτίζοντας πολλοὺς τῶν πλουτούντων, τοὺς ὠνουμένους τῆς οἰκείας γαστρὸς τῇ πλησμονῇ τὴν ἐκείνων ἀπώλειαν, τοὺς πολλῇ τιμῇ καὶ κολακείᾳ τὸν πλοῦτον λυμαινομένους.
000-00-00 Serial Number=0946162224
De Lazaro et divite Ante [Go Back]  
 [00030]  πολυτελῆ ἐσθῆτα φυλάσσων, καὶ σῆτας ἐκτρέφων πολλούς.
000-00-00 Serial Number=0655146778
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00043]  Εἶτα ἐπὶ τῆς οἰκίας ἄριστα πολυτελῆ καὶ πολλὴ ἡ εὐωχία καὶ μεγάλη τῆς ἡμέρας ἡ λαμπρότης.
000-00-00 Serial Number=0496149659
De mutatione nominum Ante [Go Back]  
 [00077]  Εἰ δὲ τὰ πικρὰ γλυκέα φαίνεται διὰ τὴν ἐπιθυμίαν τῶν κεκλημένων, πολλῷ μᾶλλον τὰ εὐτελῆ πολυτελῆ φαίνεται.
000-00-00 Serial Number=0256771386
De patientia sermo 1 Ante [Go Back]  
 [00086]  ποῦ τὰ ἄριστα τὰ πολυτελῆ;
000-00-00 Serial Number=0561515093
De prophetiarum obscuritate Ante [Go Back]  
 [00669]  Ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν, ἡ φαντασία αὐτὸν ἀπατᾷ καὶ ἐπιλαθέσθαι ποιεῖ τῆς φύσεως.
000-00-00 Serial Number=0574957311
De pseudoprophetis Ante [Go Back]  
 [00538]  Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος·
000-00-00 Serial Number=0689110637
De virginitate Ante [Go Back]  
 [01495]  Οὐ γὰρ λίθοι καὶ χρυσὸς οὐδὲ ἱματίων πολυτέλεια οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς ἀλλ' ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραί, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία.
000-00-00 Serial Number=0070710719
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03355]  ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν·
 [06514]  Καίτοι τὰ μὲν κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετὰ ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ' αὐτοῦ·
000-00-00 Serial Number=0191230297
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00006]  μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ διὰ Ἡσαΐου λέγοντος Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.
000-00-00 Serial Number=0721212089
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00384]  ∆ιά τοι τοῦτο καὶ βιωτικαῖς γυναιξὶ διαλεγόμενος ὁ Παῦλος, οὐ μόνον τοῦ χρυσοφορεῖν αὐτὰς ἀπάγει, ἀλλ' οὐδὲ ἱμάτια πολυτελῆ περικεῖσθαι ἀφίησιν.
000-00-00 Serial Number=0394145131
Expositiones in Psalmos Ante [Go Back]  
 [07247]  καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος, ὑβριζόμενος, καταφρονούμενος, ἐλαυνόμενος, διωκόμενος.
000-00-00 Serial Number=0774210751
Fragmenta in Proverbia Ante [Go Back]  
 [00078]  Τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλάβωμεν, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων.
000-00-00 Serial Number=0874919653
In Acta apostolorum Ante [Go Back]  
 [09147]  ∆ὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν;
 [09999]  αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει.
 [09999]  Ἂν τοίνυν ἴδωμέν τινα τράπεζαν παρατιθέντα πολυτελῆ, πόρνας ἔχοντα καὶ παρασίτους, μὴ μεγαλόψυχον καλέσωμεν τοῦτον, ἀλλὰ σφόδρα μικρόψυχον.
000-00-00 Serial Number=0537575662
In Joannem Ante [Go Back]  
 [00639]  Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν.
000-00-00 Serial Number=0592759490
In Kalendas Ante [Go Back]  
 [00025]  περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρὰ, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλόκοσμος καὶ πολυτελὴς, οὕτως ἡ ἀγορὰ φιλοτίμως ἐκαλλωπίσατο σήμερον, χρυσία περιθεμένη, καὶ ἱμάτια πολυτελῆ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἑκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος.
 [00118]  Καθίζεσθε πολλάκις ἐν τοῖς ἐργαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπῶντας, πεφυσιωμένους, παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πολυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεονεκτοῦντας.
 [00195]  ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκέπειν, ταῦτα περιβαλλώμεθα μόνον.
000-00-00 Serial Number=0485252440
In Psalmum 118 Ante [Go Back]  
 [01271]  ἐγὼ δὲ ἀξι εραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς ὑπὲρ χρυσίον καὶ λίθον πολυτελῆ.
000-00-00 Serial Number=0071140289
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03842]  ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ;
000-00-00 Serial Number=0210876644
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01638]  Ἐκεῖ τὰ χρυσία, ἐκεῖ τὰ ἐμπλέγματα, ἐκεῖ τὰ πολυτελῆ ἱμάτια ἔχει καιρόν·
 [01665]  Εἰ δὲ ἃ πλούτου μόνον ἐστὶ τεκμήρια ταῦτα περιεῖλε, χρυσὸν, μαργαρίτας, ἱμάτια πολυτελῆ, πῶς οὐ πολλῷ μᾶλλον ἃ περιεργίας ἐστὶν, οἷον ἐπιτρίμματα, ὑπογραφὰς ὀφθαλμῶν, διατεθρυμμένην βάδισιν, διακεκλασμένην φωνὴν, ὄμμα ὑγρὸν καὶ πάσης πορνείας γέμον, περίεργον ἀναβολὴν τοῦ φάρους, τοῦ χιτωνίσκου, ζώνην περιεργοτέραν, ὑποδήματα ἀπηρτισμένα;
 [01735]  δι' εὐτελείας νικᾷς τὴν κοσμουμένην τὰ πολυτελῆ, μᾶλλον αὐτῆς καλλωπιζομένη τῆς τὰ χρυσία περικειμένης.
000-00-00 Serial Number=0036967874
In epistulam ad Colossenses Ante [Go Back]  
 [00226]  ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους ἱμάτια πολυτελῆ καὶ ὀθόνας λεπτὰς, ἐζωσμένους χρυσᾶς ζώνας.
 [00234]  καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμὸν, καὶ εὐφροσύνης ἐμπλῆ [62.305] σαι.
 [02165]  Τίς ἐστιν οὕτως ἀνόητος, ὡς τῷ νεκρῷ σώματι τῷ ταφέντι ἢ οἰκέτας ἀγοράζειν, ἢ οἰκίας οἰκοδομεῖν, ἢ ἱμάτια κατασκευάζειν πολυτελῆ;
000-00-00 Serial Number=0010293305
In epistulam ad Ephesios Ante [Go Back]  
 [00535]  τίνος ἕνεκεν οἱ περίβολοι, καὶ τὰ πολυτελῆ οἰκημάτων;
 [05823]  καὶ φιλοσοφίαν παιδευέτω, καὶ παραινείτω ὅπως μὴ εἴη χρυσία κρεμάμενα ἐπὶ τῶν ὤτων καὶ κατὰ τῶν παρειῶν καὶ ἐπὶ τοῦ τραχήλου περικείμενα, μήτε κατακείμενα περὶ τὸν θάλαμον, μήτε ἱμάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείμενα·
000-00-00 Serial Number=0173019648
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03685]  Εἰ μὲν χρυσίου τάλαντα αἰτεῖ καὶ ἀργυρίου, ἢ ἱμάτια πολυτελῆ, ἢ ἀνδράποδα, ἢ ἄλλ' ὁτιοῦν, εἰκότως ἄν τις τοῦτον εἴποι ἀπατεῶνα·
 [08268]  ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ μόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ·
000-00-00 Serial Number=0124232709
In epistulam ad Romanos Ante [Go Back]  
 [01104]  τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς μὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ, καὶ τὴν καταμαλακιζομένην ἐν τούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασμένην ὀφρὺν, καὶ τὰς περιδρομὰς, καὶ τοὺς θορύβους;
 [06692]  Ὅτι δὲ δαπανηρὸν ὄντα καὶ πολυτελῆ τὸν οὕτω νοσοῦντα, καὶ ἅρπαγα καὶ πλεονέκτην εἶναι ἀνάγκη, παντί που δῆλον.
000-00-00 Serial Number=0889917254
In illud In faciem ei restiti Ante [Go Back]  
 [00017]  Ἐμὲ δὲ πρὸς τούτοις κἀκεῖνο παρεμυθεῖτο, τὸ λαμ [51.373] πρᾶς ὑμᾶς ἀπολαῦσαι τότε τραπέζης, καὶ φιλότιμον καὶ πολυτελῆ τὸν ἑστιάτορα σχεῖν.
000-00-00 Serial Number=0922392428
In illud Ne timueritis Ante [Go Back]  
 [00646]  ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα.
 [00673]  Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι, χρυσοῦς ὄροφος, ἔδαφος ψηφίσι καλλωπισθὲν, λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐδὲν πρὸς τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0273880482
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00168]  ἵνα ἱμάτια παράσχῃ πολυτελῆ;
000-00-00 Serial Number=0560175598
In illud Vidua eligatur Ante [Go Back]  
 [00174]  Τὰ μὲν γὰρ κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετ' ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ' αὐτοῦ, καὶ βλάβην ἐσχάτην ἐνέγκοι τῷ κεκτημένῳ·
 [00334]  Μὴ γάρ μοι πολυτελῆ τράπεζαν εἴπῃς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»