Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πονηρίαν [175]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πονηρίαν


000-00-00 Serial Number=0367411494
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00560]  Εἴτε γὰρ μηδεὶς ὅλως ἐκολάζετο τῶν πονηρῶν, μηδὲ ἐτιμᾶτο τῶν χρηστῶν, πολλοὶ τῶν διαπιστούντων τῷ τῆς ἀναστάσεως λόγῳ τὴν μὲν ἀρετὴν ὡς κακῶν αἰτίαν ἔφευγον, τὴν δὲ πονηρίαν ὡς ἀγαθῶν πρόξενον ἐδίωκον·
 [00584]  Ἐγὼ δὲ καὶ περὶ τούτων εἴποιμι ἂν καὶ περὶ τῶν προτέρων, ὅτι προηγουμένως μὲν διὰ τὴν οἰκείαν αὐτοὺς κολάζει πονηρίαν·
 [00592]  Ἢ οὐχ ὁρᾷς καὶ τῶν ἐπαιτῶν πολλοὺς καὶ ἐν αὐτῇ τῇ θλίψει μυρία ἐργαζομένους δεινὰ, οὐ διὰ τὴν θλῖψιν, οὐδὲ διὰ τὸν λιμὸν, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν μόνον;
000-00-00 Serial Number=0522136271
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00325]  καὶ τοσοῦτον ἁπάντων ὑπερακοντίζειν διὰ πάντων τούτων ἔδειξε τὴν τοῦ Θεοῦ ἀγαθότητα, ὅσον πονηρίαν χρηστότητος.
000-00-00 Serial Number=0377969265
Ad illuminandos catecheses Ante [Go Back]  
 [00100]  Κἂν μαλακὸς, κἂν πόρνος ᾖ τις, κἂν εἰδωλολάτρης, κἂν ὁτιοῦν εἰργασμένος δεινὸν, κἂν ἅπασαν τὴν ἐν ἀνθρώποις πονηρίαν ἔχων ᾖ, ἐμπεσὼν εἰς τὴν τῶν ὑδάτων κολυμβήθραν, τῶν ἡλιακῶν καθαρώτερος ἀκτίνων ἄνεισιν ἀπὸ τῶν θείων ναμάτων.
000-00-00 Serial Number=0537948310
Ad populum Antiochenum Ante [Go Back]  
 [01526]  καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες, καὶ ῥημάτων αἰσχρῶν μελέτην.
 [03491]  μίσησον καὶ ταύτην τὴν πονηρίαν.
 [04256]  Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ' ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης;
 [05302]  Ἐπεὶ οὖν τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς, ὥστε μὴ καὶ τῷ σώματι τὴν πονηρίαν αὐτοῦ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτὴν καὶ τὴν αἰτίαν μανθάνοντας τῆς κατασκαφῆς φυγεῖν τὴν τῆς ἁμαρτίας μίμησιν.
 [05668]  καὶ γὰρ εἰ πᾶσαν πονηρίαν τὴν ἐν ἀνθρώποις ἐπεδείξατο περὶ σὲ, καὶ οὕτω σοι πάντα ἀφεῖναι ἐκέλευσεν ὁ Θεός.
 [05831]  Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐτῶν διώρθωσαν τὴν πονηρίαν.
000-00-00 Serial Number=0813077092
Adversus Judaeos Ante [Go Back]  
 [00228]  Ὁ γὰρ συνειδὼς τῷ τὰ πονηρὰ πράττοντι καὶ περιστέλλων αὐτὸν καὶ ἀποκρύπτων, πλείονα αὐτῷ παρέχει ῥᾳθυμίας ὑπόθεσιν, καὶ μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.
 [02350]  Πολλοὶ τῶν ἀπίστων καὶ Ἰουδαίων αὐτῶν μαχόμενοι πρὸς ἡμᾶς λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας.
000-00-00 Serial Number=0909992993
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01022]  Ἀγαπητὸν γὰρ τῶν ἐναντίων [47.358] ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν·
 [01641]  Αὕτη γὰρ ἀρίστη διδασκαλία, οὐ, συγχωρήσαντας πρότερον περιγενέσθαι τὴν πονηρίαν, ὕστερον ζητεῖν ὅπως αὐτὴν ἐξελάσωμεν, ἀλλ' ἅπαντα ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε ἄβατον αὐτῇ γενέσθαι τὴν φύσιν τὴν ἡμετέραν.
000-00-00 Serial Number=0289838552
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00091]  συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος·
000-00-00 Serial Number=0826022089
Commentarius in Job Ante [Go Back]  
 [01701]  εἰ δὲ ἐπὶ σοῦ οὐκ ἐξέβη, ἀλλ' ἐμμένεις τοῖς δεινοῖς, σόν ἐστιν εἰδέναι τὴν πονηρίαν τὴν σαυτοῦ.».
 [02836]  ὅρα δέ μοι τὴν πονηρίαν·
 [03561]  «οὐκ ἔχει τις εἰπεῖν», φησίν, «ὅτι ῥαθυμίαν μὲν καὶ διάχυσιν καὶ τὸν ὑγρὸν τοῦτον οὐκ ἐδίωκον βίον, κατεσκληκὼς δὲ ὢν καὶ κατεστυμμένος ἐπὶ τὰς διαφερούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσον, πονηρίαν λέγω καὶ δόλον, ἀλλ' ἑκατέρας ὁμοίως τῆς πονηρίας ἀπέστην μακράν.
 [04151]  περὶ τῶν λῃστῶν καὶ τυμβωρύχων καὶ τῶν ἄλλων ἁπάντων λέγει τῶν τῇ νυκτὶ πρὸς τὴν ἰδίαν κεχρημένων πονηρίαν.
000-00-00 Serial Number=0127810836
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
000-00-00 Serial Number=0678926528
De Anna i Ante [Go Back]  
 [00098]  Τοὺς γοῦν υἱοὺς τοὺς ἑαυτῶν πολλάκις, ἐπειδὰν φαύλους ἴδωσι γενομένους, καὶ εἰς πονηρίαν ἀποσκιρτήσαντας, τῆς συγγενείας τῆς ἑαυτῶν ἐκκόπτουσιν, ἀποκηρύττοντες, ἑτέρους ποιοῦντες υἱοὺς οὐδαμόθεν αὐτοῖς πολλάκις προσήκοντας.
 [00426]  Οὐχ ὁρῶ τὴν πονηρίαν, ἀλλ' ὁρῶ τὴν ἀξίαν.
 [00514]  Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον.
 [00875]  Φιλόνεικον γάρ ἐστι τὸ ζῶον τοῦτο καὶ εὔτονον, κἂν εἰς πονηρίαν ἀποκλίνῃ, μεγάλα ἐργάζεται κακά·
000-00-00 Serial Number=0093633652
De Chananaea Ante [Go Back]  
 [00055]  Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν·
000-00-00 Serial Number=0332849681
De Davide et Saule Ante [Go Back]  
 [00230]  Ἐπειδὴ γὰρ τὸν βίον αὐτοῦ διερευνώμενος, οὐδὲν εὕρισκεν ἀγαθὸν, οὐδὲ εἶχεν εἰπεῖν, ὅτι Οὐκ ἠδίκημαι παρ' αὐτοῦ, οὐδὲ ἔπαθον κακῶς ἔμελλον γὰρ ἀντιφθέγγεσθαι τούτοις οἱ στρατιῶται παρόντες, οἱ τῇ πείρᾳ μαθόντες αὐτοῦ τὴν πονηρίαν, περιέρχεται ἑτέρωθεν ζητῶν ἀπολογίαν εὐπρόσωπον εὑρεῖν.
 [00241]  Εἰ γὰρ τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ βασιλέως χειροτονουμένους, κἂν πονηροὶ, κἂν κλέπται, κἂν λῃσταὶ, κἂν ἄδικοι, κἂν ὁτιοῦν ὦσιν ἕτερον, δεδοίκαμεν καὶ πεφρίκαμεν, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν.
 [00298]  ὁ δὲ ἐπαινῶν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν.
 [00395]  Ὅτι γὰρ οὐ παρ' ἑτέρων ἀναπεισθεὶς, ἀλλ' αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ' ἑκάστην ἡμέραν.
 [00399]  ∆ιδοὺς ἐξουσίαν αὐτῷ ἀποκρούσασθαι τὴν πονηρίαν.
 [00401]  καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ' ἕτερον μετάγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα·
 [00567]  Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ ∆αυῒδ, αὐτὸς μυρία ἐπιβουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν.
 [00754]  τὴν δὲ πονηρίαν τῆς ψυχῆς ἐκβαλὼν διὰ τῆς τῶν ῥημάτων ἐπιεικείας, τὴν μέλλουσαν αὐτῷ ζωὴν ἐχαρίσατο καὶ τὰ ἀκίνητα ἀγαθὰ, τό γε εἰς αὐτὸν ἧκον.
 [00835]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
000-00-00 Serial Number=0102689385
De Lazaro Ante [Go Back]  
 [00414]  Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐπειδὰν ἴδωσί τινας ἐν λιμῷ καὶ νόσῳ διηνεκεῖ καὶ τοῖς ἐσχάτοις ὄντας κακοῖς, μηδὲ χρηστὴν περὶ αὐτῶν δόξαν ἔχειν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τὰ κατὰ τὸν βίον κρίνειν, καὶ διὰ πονηρίαν νομίζειν πάντως αὐτοὺς οὕτω ταλαιπωρεῖσθαι·
 [01402]  ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;
 [02256]  Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετὴν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν.
 [02258]  οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηρὰν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ' ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός·
000-00-00 Serial Number=0518206894
De Maccabeis Ante [Go Back]  
 [00049]  Σκόπει μιαροῦ δαίμονος πονηρίαν·
 [00066]  Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν·
000-00-00 Serial Number=0534044504
De cruce et latrone ii Ante [Go Back]  
 [00118]  οὕτω καὶ τὸν Χριστὸν θαύμασον, ἀγαπητὲ, καὶ ἐκπλάγηθι, ὅτι λαβὼν ἀνίατα νοσήματα ψυχῆς ἔχοντας ἀνθρώπους, ἴσχυσε καὶ τῆς κακίας ἀπαλλάξαι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξίους ἀποφῆναι τοὺς πρὸς τὴν ἐσχάτην πονηρίαν ἐληλακότας.
000-00-00 Serial Number=0386861265
De diabolo tentatore Ante [Go Back]  
 [00191]  Ἐνέβαλε γὰρ αὐτοὺς εἰς διαφωνίαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πονηρίαν μείζονα.
 [00240]  τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πονηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις;
 [00263]  Τότε γὰρ ἂν ἔγνως καλῶς τὴν ἐκείνων πονηρίαν διὰ τῆς πείρας αὐτῆς·
 [00272]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκεν αὐτοὺς ἐμπεσεῖν τῇ τῶν χοίρων ἀγέλῃ, ἵν' ἐν τοῖς τῶν ἀλόγων σώμασι μάθῃς αὐτῶν καὶ τὴν πονηρίαν.
 [00274]  Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν ∆εσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν·
 [00277]  τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν, ὅταν οὕτως ἄγριον δαίμονα, ἔνοικον ὄντα καὶ ἐπιθυμοῦντα κατακρημνίσαι τὸν ἄνθρωπον, κατέχῃ καὶ κωλύῃ, μὴ συγχωρῶν εἰς ἅπαν τῇ οἰκείᾳ χρήσασθαι δυνάμει, ἀλλὰ τοσοῦτον ἐπιτρέπων ἐνδείξασθαι τὴν ἰσχὺν, ὅσον καὶ τὸν ἄνθρωπον σωφρονίσαι, καὶ τὴν οἰκείαν ἐκφανῆ ποιῆσαι πονηρίαν.
 [00670]  ∆ιὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζομεν, οὐχ ὅτι δίκαιος ἦν, οὐδὲ ὅτι τέλειος ἦν μόνον, ἀλλ' ὅτι ἐν τῇ γενεᾷ ἐκείνῃ τῇ διεστραμμένῃ καὶ πονηρᾷ διέσωσε τὴν ἀρετὴν, ὅτε οὐκ εἶχε παράδειγμα ἀρετῆς, ὅτε πάντες πρὸς πονηρίαν αὐτὸν παρεκάλουν·
 [00695]  καὶ ὁ δαίμων τὴν πονηρίαν, καὶ ὁ δίκαιος τὴν ἀνδρείαν ἐπεδείξατο.
000-00-00 Serial Number=0064922214
De fato et providentia Ante [Go Back]  
 [00145]  οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν καὶ πρὸς κακίαν καὶ πονηρίαν·
 [00234]  ἐκλύει γὰρ ψυχὴν κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων οὐδέν ἐστιν ἐφ' ἡμῖν εὐέμπτωτον πρὸς πονηρίαν [50.760] ἔργον.
000-00-00 Serial Number=0508705676
De mutatione nominum Ante [Go Back]  
 [00149]  Οὐ γὰρ κατηγορία αὐτῷ πρότερον ὄντα φαῦλον, ὕστερον γενέσθαι χρηστὸν, ἀλλὰ τὸ πρότερον ὄντα σπουδαῖον, ὕστερον μεταβάλλεσθαι πρὸς πονηρίαν·
000-00-00 Serial Number=0180956364
De occursu domini Ante [Go Back]  
 [00173]  Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέγοντες.
000-00-00 Serial Number=0840901077
De paenitentia [1] Ante [Go Back]  
 [01307]  Καὶ γὰρ οἱ κακόσιτοι τῶν ἀνθρώπων, ὅταν πικρὰ μέλλωσι πίνειν φάρμακα, ἂν πολλῆς ἑαυτοὺς ἐμπλήσωσι τροφῆς, καὶ οὕτω τὰ φάρμακα λάβωσι, τὴν μὲν πικρίαν ὑπέμειναν, τῆς δὲ ὠφελείας ἐξέπεσον, δυσκολωτέραν τῷ φαρμάκῳ ποιοῦντες τὴν πάλην πρὸς τὴν τῶν διεφθορότων χυμῶν πονηρίαν.
000-00-00 Serial Number=0768476605
De proditione Judae Ante [Go Back]  
 [00180]  Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν·
000-00-00 Serial Number=0451021016
De profectu evangelii Ante [Go Back]  
 [00079]  οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ' ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον.
000-00-00 Serial Number=0445074797
De pseudoprophetis Ante [Go Back]  
 [00527]  Οὐαὶ τοῖς γράφουσι πονηρίαν.
000-00-00 Serial Number=0025352418
De resurrectione mortuorum Ante [Go Back]  
 [00014]  Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικὼς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης [50.419] μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν φεύγειν·
000-00-00 Serial Number=0534702659
De sacerdotio Ante [Go Back]  
 [00664]  καὶ γὰρ οἱ μὲν ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτοὺς εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά.
 [00907]  Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι' οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς ἢ διὰ ῥαθυμίαν ἢ διὰ πονηρίαν ἢ καὶ δι' ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι·
000-00-00 Serial Number=0443602622
De sancta pentecoste Ante [Go Back]  
 [00134]  Ὁ Ἠλὶ πρεσβύτης ἄνθρωπος ἦν, τὰ μὲν ἄλλα ἐπιεικὴς καὶ σώφρων, παίδων δὲ πονηρίαν οὐκ εἰδὼς διορθώσασθαι, ἀλλὰ πέρα τοῦ μέτρου φιλῶν τὰ ἔκγονα.
000-00-00 Serial Number=0843550682
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02031]  Εἰ γὰρ συνειδότες τινὶ πονηρίαν, συγχωρήσετε ταύτης μετασχεῖν τῆς τραπέζης, τὸ αἷμα αὐτῶν ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων.
 [02094]  Εἰ μηδεὶς ὅλως ἐνταῦθα ἐκολάζετο τῶν πονηρῶν, μηδὲ ἐτιμᾶτο τῶν χρηστῶν, πολλοὶ τῶν διαπιστούντων τῷ τῆς ἀναστάσεως λόγῳ, τὴν μὲν ἀρετὴν ὡς κακῶν αἰτίαν ἔφευγον, τὴν δὲ πονηρίαν ὡς ἀγαθῶν πρόξενον ἐδίωκον.
 [02834]  ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων ἅπασι φέρειν αὐτῆς τὴν πονηρίαν.
 [03011]  Ἀλλ' ὁ μὲν πατριάρχης τῆς κατὰ ψυχὴν ἀρετῆς ἐπιμελούμενος, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ·
 [03604]  οὐδεμίαν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνον.
 [03678]  εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν.
 [05696]  ὁ δὲ ἐπαινῶν τὴν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν.
 [06057]  ὁ δὲ περὶ τῆς μελλούσης ἑαυτὸν πεπεικὼς κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν ἐκφυγεῖν.
 [06266]  ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν καὶ πραγματεύεται τὴν πονηρίαν·
 [06274]  καὶ πολλὰ τοιαῦτα συνάπτει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν.
 [06806]  Ὥστε οὖν μὴ τῷ σώματι καὶ τὴν πονηρίαν αὐτῷ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτῶν, καὶ τὴν αἰτίαν μανθάνοντας τῆς καταστροφῆς, φεύγειν τὴν τῆς ἁμαρτίας μίμησιν.
 [06919]  καὶ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτήσειν αὐτοῦ τὴν λαμπρότητα.
 [07100]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
 [07162]  Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην, τὴν κόλασιν τὴν μετὰ τὴν ἀγχόνην, καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἐθεράπευσε καὶ διεκρούετο.
 [08247]  ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν εἰ ἐβούλετο κατέχειν, τὸν εὐεργέτην οὐκ ἂν παρέδωκεν.
000-00-00 Serial Number=0951262653
Expositiones in Psalmos Ante [Go Back]  
 [00265]  Παχυκάρδιοι, σαρκικοὶ, τῇ γῇ προσηλωμένοι, κακίαν διώκοντες, πονηρίαν μετιόντες, ταῖς ἡδυπαθείαις κατασηπόμενοι·
 [00945]  ἀποστρέφεται πονηρίαν, μισεῖ τε αὐτὴν ἀεὶ, καὶ ἀπεχθάνεται.
 [00951]  ὁ δὲ συγκαλύπτων τὴν πονηρίαν καὶ χρώμενος τῇ κακίᾳ, δυσφώρατος ὢν, πολλὰ ἐργάζεται τὰ δεινά.
 [01035]  οἱ δὲ τοσαύτῃ κέχρηνται τῇ δεινότητι, ὡς ἐν αὐτοῖς τοῖς ῥήμασι συσκιάζειν τὴν πονηρίαν, καὶ ῥάπτειν δόλους καὶ ἐπιβουλάς.
 [01888]  οὕτω καὶ ὁ δίκαιος ἐχθροὺς ἔχει, οὐκ ἀμυνόμενος αὐτοὺς, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενος.
 [02013]  Ὥστε ἀπὸ τούτου καὶ ἕξιν λήψεται τῆς ἀπεχθείας τῆς πρὸς τὴν πονηρίαν, καὶ τῆς ἀγάπης τῆς πρὸς τὴν ἀρετήν.
 [02256]  τῷ δὲ Τοῖς καιομένοις, τοὺς ὑπευθύνους ἐνδεικνύμενος, ἵνα διὰ πάντων παιδευθέντες, ἀναστείλωσι τὴν πονηρίαν.
 [02340]  Ὁ μέντοι προδότης, ὁ πρὸς τοσαύτην ἐξοκείλας πονηρίαν, ἐπειδὴ τὴν ὀδύνην οὐκ ἤνεγκε τὴν ἀπὸ τοῦ κριτηρίου τοῦ συνειδότος, καὶ βρόχον ἀνῆψε, καὶ οὕτω τὸν βίον κατέλυσεν.
 [03631]  Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας.
 [03750]  Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ·
 [05394]  Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας.
 [05513]  Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ·
 [06408]  οὕτως, ἂν ἐδαφίσωμεν [55.163] ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν.
000-00-00 Serial Number=0642958283
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00725]  Τοῦτο καὶ Ἰεζεκιήλ φησι, Τοῦτο ὑπὲρ πᾶσαν τὴν πονηρίαν σου, ὅτι τοὺς υἱοὺς ἔθυον, καὶ τὴν φύ [64.777] σιν ἐξεπολέμωσαν πρὸς ἑαυτούς.
 [00820]  Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτην ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν, ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν.
 [01555]  Ἐπιτεταμένην λέγει πονηρίαν.
 [01640]  ποιεῖν., καὶ ἡδονὴν, καὶ θυμὸν, καὶ πονηρίαν.
 [01764]  τὴν ἐν τῇ ῥύσει τοῦ χαλκοῦ πονηρίαν, ὅτι διεστραμμένας ἔχει τὰς ὁδοὺς, τηκόμενος καθάπερ ἐκεῖνος, καὶ ἐν πυρὶ καὶ χωνευτηρίῳ σκολιῶς βαδίζει.
 [01771]  Παραδείγματι δὲ τὴν πονηρίαν αὐτῶν ἐσήμανε.
 [02632]  Γνοὺς γὰρ αὐτῶν τὴν πονηρίαν, ἐπαύσατο τοῦ προσεύχεσθαι.
 [03871]  ὅτι ἐμάνθανε διά τε λόγων καὶ ἔργων τὴν πονηρίαν αὐτῶν, ἵνα μὴ θαυμάζῃ ἐπὶ τῇ αἰχμαλωσίᾳ.
 [03950]  Ἡ δὲ τῆς σιωπῆς αἰτία μοι γέγονεν οὐκ ἀπὸ τοῦ Θεοῦ καταφρονεῖν, ἀλλ' ἀπὸ τοῦ πολλὴν τὴν πονηρίαν τῶν ὁμοφύλων ὁρᾷν.
 [04262]  εἰ καὶ τοῖς ἄλλοις ἠπίστουν, τοῦτο ἱκανὸν ἐλέγξαι αὐτῶν τὴν πονηρίαν·
000-00-00 Serial Number=0710876763
Fragmenta in Job Ante [Go Back]  
 [00526]  Τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται·
 [00784]  Καὶ ὅρα διαβόλου πονηρίαν·
 [01972]  Περὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἄλλων ἁπάντων λέγει, τῶν τῇ νυκτὶ πρὸς τὴν οἰκείαν κεχρημένων πονηρίαν·
000-00-00 Serial Number=0515605211
Fragmenta in Proverbia Ante [Go Back]  
 [01318]  Ἐμοὶ δὲ δοκεῖ ὅτι πονηρίαν λέγει, οἷον·
000-00-00 Serial Number=0763468206
In Acta apostolorum Ante [Go Back]  
 [00744]  Πέμπτον, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν πονηρίαν αἰτίαν φασὶ γεγενῆσθαι, καὶ ὅτι χωρὶς ταύτης ὁ ἀγαθὸς οὐκ ἦν ἀγαθός.
 [02366]  Οὕτω γοῦν καὶ ἡ Γραφὴ πόνον ἀεὶ τὴν πονηρίαν καλεῖ, ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·
000-00-00 Serial Number=0971234202
In Genesim sermones Ante [Go Back]  
 [00380]  Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐκ εὐκόλως ἀφίστανται τῆς κακίας.
 [00516]  Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῆς Παλαιᾶς αὐτὸ τοῦτο ἴδωμεν, ὅτι διὰ τὴν πονηρίαν τὴν ἡμετέραν καὶ τῆς ἀρχῆς ἐγένετο χρεία ταύτης.
 [01461]  Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι' ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν ἑτέροις.
 [01654]  ∆ιὰ τοῦτο καὶ ὁ Λάμεχ ἀνάπαυσιν τὸν κατακλυσμὸν ἐκάλεσεν, ἐπελθόντα καὶ στήσαντα τὴν πονηρίαν.
000-00-00 Serial Number=0681371272
In Heliam et viduam Ante [Go Back]  
 [00065]  ἐπεὶ τοιοῦτον πρὶν ἢ τὴν κόλασιν ταύτην ἐπαγαγεῖν, ἔδειξε τῶν μελλόντων κολάζεσθαι τὴν πονηρίαν ἡμῖν, οὐχὶ γράμματα ἀναγινώσκων, καθάπερ ἔφην, ἀλλ' αὐτὰ εἰς μέσον παραγαγὼν τὰ ἁμαρτήματα.
 [00241]  Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυμάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν.
000-00-00 Serial Number=0988154888
In Herodem et infantes Ante [Go Back]  
 [00054]  συσχεῖν πανουργεύεις τὸν παρεστῶτά σοι, καὶ διὰ τὴν πονηρίαν σου ὀφθῆναί σοι μὴ βουλόμενον;
000-00-00 Serial Number=0443719566
In Isaiam Ante [Go Back]  
 [01112]  Μέγα τοίνυν αὐτοὺς ὁ προφήτης ἐπαίδευε δόγμα, πανταχοῦ πείθων πρὸ τῆς κολάσεως τὴν πονηρίαν φεύγειν καὶ ἐγκαλύπτεσθαι καὶ αἰσχύνεσθαι·
 [01127]  Βουλόμενος ὁ προφήτης ἐνταῦθα δείξασθαι τὸ μέγεθος τῶν κακῶν, φησίν, Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, τουτέστι, μετὰ πολλῆς τῆς ὑπερβολῆς, μετὰ πολλῆς τῆς παρρησίας τὰ κακὰ ἔπραττον, οὐδὲ αἰσχυνόμενοι, οὐδὲ ἐγκαλυπτόμενοι, ἀλλὰ μελέτην τὴν πονηρίαν ποιούμενοι.
 [01731]  Ἐπεὶ οὖν τὴν αὐτοῦ μακροθυμίαν ὑπόθεσιν ἀπιστίας ἐποιοῦντο καὶ ἐντεῦθεν προσετίθεσαν αὐτῶν τοῖς ἁμαρτήμασι, τό τε ἀπιστεῖν, τό τε διὰ τὴν ἀπιστίαν ῥᾳθυμότεροι γίνεσθαι, εἰκότως αὐτοὺς ὁ προφήτης θρηνεῖ λέγων ὅτι καθάπερ σχοινίῳ μακρῷ, οὕτως ἕλκετε καθ' ἑαυτῶν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ αὔξετε ὑμῖν τὴν πονηρίαν.
000-00-00 Serial Number=0886778951
In Joannem Ante [Go Back]  
 [01443]  Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης, καὶ μηδενὸς τοῦ κωλύοντος ὄντος, ἐθελοκακοῦντές τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται μόνον.
 [02713]  Τρίτον τὸ αὐτὸ λέγει, καὶ τὴν ἀρετὴν τοῦ Βαπτιστοῦ δηλῶν, καὶ τὴν πονηρίαν καὶ τὴν ἄνοιαν τὴν ἐκείνων.
 [04257]  εἰ δὲ ἔστιν ὅπου καὶ αἰτοῦντες οὐκ ἔλαβον, ἐπειδὴ οὐχ ὑπὲρ τοῦ τῆς ἀπιστίας ἀπαλλαγῆναι ταῦτα ᾔτουν, ἀλλ' ὑπὲρ τοῦ μᾶλλον αὐτῶν βεβαιῶσαι τὴν πονηρίαν.
 [04269]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων.
 [04714]  Ὅρα πῶς οὐδαμοῦ πονηρίαν κατηγορεῖ τοῦ ἀνδρὸς, ἀλλ' εὐήθειαν καὶ ἀφέλειαν μᾶλλον.
000-00-00 Serial Number=0315840542
In Kalendas Ante [Go Back]  
 [00194]  Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας·
000-00-00 Serial Number=0191436529
In Psalmos 101-107 Ante [Go Back]  
 [01671]  Οἱ γὰρ πά λαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρ πὸν ὥριμον προσφέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μι κρᾶς ἀπολαύουσιν, ἀλλ' ἔρημοι παντελῶς διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται.
 [01708]  οἱ δὲ πάλαι τῆς τῶν προ φητῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης καὶ ἔρημοι παντελῶς με μενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμ φοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι.
000-00-00 Serial Number=0763806283
In Psalmum 118 Ante [Go Back]  
 [01260]  ὅταν δὲ αὐξη θεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τι μωρίαν ἐπάγει.
000-00-00 Serial Number=0386723876
In Psalmum 139 Ante [Go Back]  
 [00019]  τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονη ρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι κρύπτουσι τὴν πονηρίαν τῷ σχήματι τῆς ἐπιεικείας.
 [00027]  ὁ δέ γε πονη ρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρα τρα διὰ τῆς φρονήσεως ἐξευρίσκει.
 [00050]  Ὁ μέντοι Παῦλος ῥήματι τοὺς δαίμονας ἐξεδίωκεν, Ἀλεξάνδρου δὲ τοῦ χαλκέως τὴν πονηρίαν νικῆσαι οὐκ ἴσχυσε·
 [00057]  καὶ ὥσπερ ἀπό τινος ῥίζης, τῆς καρδίας ἕκαστος αὐτῶν προφέρει τὰ βλαστήματα, ὁ ἀγαθὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς τὴν πονηρίαν.
 [00062]  οἱ γὰρ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέ χουσι.
 [00077]  βʹ Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις·
000-00-00 Serial Number=0685390532
In decollationem sancti Joannis Ante [Go Back]  
 [00011]  Τί δ' ἄν τις εἴποι, ἢ πῶ τις ἐκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον πονηρίαν;
000-00-00 Serial Number=0724632263
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00292]  Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν.
000-00-00 Serial Number=0488681972
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07534]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν μόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν.
000-00-00 Serial Number=0488708138
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04360]  Τῷ μὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε, δείκνυσιν ἔτι πονηρίαν παρ' αὐτοῖς οὖσαν·
 [09999]  Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγειν [61.306] δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν.
000-00-00 Serial Number=0799603760
In epistulam ad Colossenses Ante [Go Back]  
 [02641]  Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν καλεῖ.
000-00-00 Serial Number=0371494532
In epistulam ad Ephesios Ante [Go Back]  
 [02839]  Οὐ γὰρ τὸ τὴν [62.76] γῆν πατεῖν ἔγκλημα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν·
 [02840]  Οἱ πόδες γὰρ αὐτῶν, φησὶν, εἰς πονηρίαν τρέχουσι.
 [04016]  ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας.
 [04132]  Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα.
 [04182]  Πειθώμεθα τοίνυν τῷ μακαρίῳ Παύλῳ, καὶ ἐλεῶμεν καὶ δακρύωμεν τοὺς πικροὺς, καὶ πάντα πράττωμεν καὶ ποιῶμεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆς ἐξαντλῆσαι τὴν πονηρίαν.
 [06397]  Ἦμεν γὰρ, φησὶ, σκότος ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ.
000-00-00 Serial Number=0829589307
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01926]  Εἰ δὲ οὐκ ἀνέχῃ, διὰ τί μὴ καὶ γλῶτταν διὰ τὴν βλασφημίαν, καὶ χεῖρας διὰ τὴν ἁρπαγὴν, καὶ πόδας διὰ τοὺς ἐπὶ πονηρίαν δρόμους, καὶ πᾶν, ὡς εἰπεῖν, τὸ σῶμα κατακόπτεις;
000-00-00 Serial Number=0871503711
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08811]  ἂν τοίνυν κατακρύψῃ ἢ δι' ὄκνον, ἢ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἓν τάλαντον εἶχον.
000-00-00 Serial Number=0684664309
In epistulam ad Philippenses Ante [Go Back]  
 [00058]  Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίαν τοῦτο πεποιηκότες, τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον.
000-00-00 Serial Number=0865971088
In epistulam ad Romanos Ante [Go Back]  
 [00352]  Εἰ τοίνυν βουλόμεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν πονηρίαν, καὶ διώκωμεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου μετασχεῖν, κἂν ἐπ' αὐτὸν ἀναβῶμεν τὸν θρόνον τὸν βασιλικόν.
 [01258]  Πάλιν γὰρ ἀποστερεῖ συγγνώμης τοὺς ἐν κακίᾳ ζῶντας, καὶ δείκνυσιν ἀπὸ φιλονεικίας τινὸς καὶ ῥᾳθυμίας ἐπὶ τὴν πονηρίαν πίπτοντας.
 [01285]  τὸ δὲ διηγούμενον τὴν κατέχουσαν τὸν κόσμον κακίαν καὶ πονηρίαν, ἐκ τῆς ἀκολουθίας ἐκείνης εἰς τὸν περὶ τούτων ἐμβῆναι λόγον, ἀνύποπτον ἐποίει τὴν διδασκαλίαν.
 [01929]  Καὶ γὰρ τρεῖς τίθησιν ὑπερβολὰς ὁ προφήτης, ὅτι τε πάντες ὁμοῦ τὰ κακὰ ἔπραττον, λέγων, καὶ ὅτι οὐκ ἀνέμιξαν τὰ καλὰ τοῖς κακοῖς, ἀλλὰ τὴν πονηρίαν μόνην μετῄεσαν, καὶ ὅτι μετ' ἐπιτάσεως ταύτην ἁπάσης.
 [03138]  καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύμην, πάντα ποιεῖ καὶ πραγματεύεται, καὶ διὰ τῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα.
 [03584]  ∆ιὸ καὶ ἀνωτέρω ἔλεγε, Σύμφυτοι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, οὐ τὸ σῶμα τοῦτο οὕτω καλῶν, ἀλλὰ τὴν πονηρίαν ἅπασαν.
 [03669]  Ἂν μὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλμὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν (ὀφθαλμοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶς ὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισμοῦ πονηρίαν·
 [04158]  Πολλοὶ γὰρ καὶ τῶν πονηρῶν ἐξ ἀγαθῶν ἐπιταγμάτων τὴν αὑτῶν πονηρίαν αὔξουσιν·
 [04875]  ∆ιὰ τοῦτο καὶ, Τῇ ἁμαρτίᾳ, προσέθηκεν, ἵνα μάθῃς, ὅτι τὴν πονηρίαν, ἀλλ' οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν.
 [05094]  Τὰς ἐπὶ πονηρίαν κινουμένας, τὰς ἐπὶ κακίαν χωρούσας, ἃς οὐδὲ ἄλλως ἔστι θανατῶσαι, ἢ διὰ Πνεύματος.
 [06267]  ἐπεὶ καὶ ὁ ∆αυῒδ, καὶ φονεύσας, καὶ μοιχεύσας, ἐπειδὴ ἀπὸ περι [60.558] στάσεώς τινος συναρπαγεὶς, οὐκ ἀπὸ μελέτης τῆς κατὰ τὴν πονηρίαν ταῦτα εἰργάσατο, ταχέως αὐτὰ ἀπενίψατο·
 [07499]  Ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων, ὅτε μηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, μιμοῦνται αὐτήν·
 [07889]  κἂν μὴ φύγωμεν κακίαν, κακίζειν πονηρίαν, ἵνα τέως τὰς ψήφους ἀδεκάστους ἔχωμεν.
 [08256]  Καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἔφερε, καὶ οὐ διεκρούετο, ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην.
 [09418]  Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτρίβειν, τὸ τῇ κακίᾳ ἆθλον τιθέναι, τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν Παῦλον καὶ τὸν διάβολον;
000-00-00 Serial Number=0147185028
In illud Ne timueritis Ante [Go Back]  
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0765640378
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00008]  οὐ τοὺς ἀνθρώπους μισοῦντες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι.
000-00-00 Serial Number=0711482823
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00144]  ταύτην δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίαν [51.194] καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν πονηρίαν.
000-00-00 Serial Number=0907830000
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00294]  Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν αὐτοῦ τὴν λαμπρότητα, ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν.
000-00-00 Serial Number=0904664934
In illud Vidi dominum Ante [Go Back]  
 [01269]  μᾶλλον δὲ καὶ βέβηλος καὶ ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ τὴν πονηρίαν ἀποθέμενος ἔξω πᾶσαν, οὕτως εἰσίτω.
000-00-00 Serial Number=0094030738
In latronem Ante [Go Back]  
 [00050]  Ὁ δὲ φιλάνθρωπος ∆εσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδότου τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ' ᾧ πάρει.
000-00-00 Serial Number=0173821509
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00152]  Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων ἐγένετο.
000-00-00 Serial Number=0428284645
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00167]  ∆ιέῤῥηξαν ἐκεῖνοι τὴν πονηρίαν, διέῤῥηξεν ὁ Θεὸς τὴν ἀπόφασιν.
000-00-00 Serial Number=0870888889
In principium Actorum Ante [Go Back]  
 [00509]  Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν·
000-00-00 Serial Number=0862595201
In resurrectionem domini B Ante [Go Back]  
 [00093]  ἐκεῖνοι τὴν πονηρίαν ἡμεῖς τὴν εὐλογίαν.
000-00-00 Serial Number=0116419137
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00104]  Σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν πονηρίαν.
000-00-00 Serial Number=0105618715
In secundum domini adventum Ante [Go Back]  
 [00208]  Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτείνειν;
000-00-00 Serial Number=0573505819
Quales ducendae sint uxores Ante [Go Back]  
 [00050]  ἂν δὲ τοῦτο μὲν οὐκ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν καὶ ἔνδον κατέχειν, οὕτως ἀσφάλισαι ἑαυτὸν, ὡς μέλλων ἅπασαν φέρειν τῆς γυναικὸς τὴν πονηρίαν.
000-00-00 Serial Number=0800886989
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00336]  Ἀλλ' ὅμως τὴν τοσαύτην πονηρίαν, τὴν οὕτω κορυφωθεῖσαν καὶ ὑψωθεῖσαν ὡς καὶ ἕως τοῦ οὐρανοῦ φθάσαι, ταύτην ἐν τρισὶν ἡμέραις, ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἀπὸ ῥημάτων ὀλίγων ἃ παρ' ἑνὸς ἤκουσαν ἀνθρώπου, ἀγνώστου, ξένου, ναυαγοῦ γεγενημένου, οὕτω κατέλυσαν, οὕτως ἠφάνισαν, οὕτως ἐκποδὼν ἐποίησαν εἶναι, ὡς τοιαύτης ἀπολαῦσαι φωνῆς, ὅτι Εἶδεν ὁ θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ μετενόησεν ἀπὸ τῆς κακίας ἧς εἶπεν ὁ θεὸς ποιῆσαι αὐτοῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»