Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποταμοὺς [77]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποταμοὺς


000-00-00 Serial Number=0135296822
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00826]  Οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχὺς τὰ Ἰουδαϊκά, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, [14.4] ὁ γενναῖος οὗτος καὶ σοφὸς καὶ χάριτος πεπληρωμένος καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελεύετο;
000-00-00 Serial Number=0167821109
Ad populum Antiochenum Ante [Go Back]  
 [00814]  Καίτοι τοῦτ' οὐδαμοῦ τῆς Γραφῆς ἀνέγνωμεν, ὅτι μέλι ἐκ πέτρας ἐξήγαγεν ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ ποταμοὺς καὶ ὕδατα καὶ ψυχρὰ νάματα.
 [03050]  ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον.
 [04530]  Ἐκείνου μὲν γὰρ ἡ οἰκία μετὰ ποταμοὺς, μετὰ τὸ κατενεχθῆναι τὸν ὑετὸν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν·
000-00-00 Serial Number=0717892289
Adversus Judaeos Ante [Go Back]  
 [02502]  Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς πλησίον διατιθέντες κακὰ, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες ὄψονται γὰρ, φησὶν, αὐτοὺς πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο, οὐδὲ ἀνοῖξαι στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλὰ αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός·
000-00-00 Serial Number=0312246621
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00729]  Ἀκούεις Κωκυτοὺς πάντως καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεων τρόπους.
000-00-00 Serial Number=0232980013
Catecheses ad illuminandos Ante [Go Back]  
 [00569]  Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων·
000-00-00 Serial Number=0046890676
Contra Anomoeos Ante [Go Back]  
 [00021]  Καθάπερ γὰρ ἐπὶ τῶν Ἰουδαίων οὐχ ἡ φύσις τῆς ὁρωμένης πέτρας, ἀλλ' ἡ δύναμις τῆς νοουμένης τοὺς ποταμοὺς ἠφίει τῶν ὑδάτων ἐκείνους·
000-00-00 Serial Number=0814326167
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00146]  Καὶ κάλει μοι εἰς εἰκόνας τῶν λεγομένων τοὺς τῶν ζωγράφων παῖδας, οἳ πολλάκις καὶ φυτὰ καὶ δένδρα καὶ λειμῶνας καὶ ποταμοὺς ζωγραφοῦσιν, καὶ ἐπειδὰν δὴ τὴν φύσιν συνεργοῦσαν οὐκ ἔχουσι, τέχνῃ βιάζονται τῇ κράσει τῶν χρωμάτων τὰς τῶν πραγμάτων παριστᾷν εἰκόνας.
000-00-00 Serial Number=0072017252
De Anna i Ante [Go Back]  
 [00050]  ὅτε καὶ λαβόμενος ὑμῶν οὐχὶ τῆς χειρὸς, ἀλλὰ τῆς διανοίας, πανταχοῦ τῆς κτίσεως περιήγαγον, δεικνὺς οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ πελάγη μακρὰ, καὶ λειμῶνας, καὶ παραδείσους, καὶ κομῶντα τὰ λήϊα, καὶ βριθόμενα τοῖς καρποῖς τὰ δένδρα, καὶ καλυπτομένας δρυμοῖς κορυφὰς ὁρῶν·
000-00-00 Serial Number=0056451321
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00324]  Τὴν ∆άφνην κόρην οὖσάν φησι καὶ θυγατέρα τοῦ Λάδωνος ποταμοῦ καὶ γὰρ ποταμοὺς γεννῶντας εἰσάγειν καὶ τὰ γεννώμενα εἰς ἀναίσθητα μετα βάλλειν καὶ πολλὰ τοιαῦτα αὐτῷ τερατεύ εσθαι ἔθος ἀεὶ τοῖς πλανωμένοις ταύτην οὖν κόρην εὔμορφον οὖσαν ἰδεῖν ποτε τὸν Ἀπόλλω φησὶ καὶ ἰδόντα παθεῖν τι πρὸς αὐ τὴν καὶ παθόντα διώκειν ὥστε ἑλεῖν.
000-00-00 Serial Number=0518127143
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00081]  οὐ γὰρ ἡ φύσις τῆς πέτρας ἠφίει τὸ ὕδωρ καὶ τοὺς ποταμοὺς ἐκείνους, ἀλλ' ἡ τοῦ Χριστοῦ ἐνέργεια τύπτουσα τὸν λίθον, ἀναδίδοσθαι τὰς πηγὰς παρεσκεύαζε.
000-00-00 Serial Number=0825665593
De Lazaro Ante [Go Back]  
 [00547]  Ὥσπερ οὖν τὸν διηνεκῶς διψῶντα οὐκ ἂν εἴποιμεν ὑγιαίνειν, κἂν ἀφθονίας ἀπολαύῃ, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται (τί γὰρ ὄφελος τῆς τῶν ὑδάτων δαψιλείας ἐκείνης, ὅταν τὸ πάθος ἄσβεστον μένῃ;) οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων ποιῶμεν·
000-00-00 Serial Number=0012852490
De beato Abraham Ante [Go Back]  
 [00205]  δένδρων, τὰ ἄωρα, τὰ ὥριμα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, τὰ παρὰ λίμνας, τὰ παρὰ ποταμοὺς, τὰ παρὰ πηγὰς, τὰ ἐν τοῖς ὄρεσι.
000-00-00 Serial Number=0559385061
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00035]  Οἱ δὲ μᾶλλον αὐτὸν κολακεύοντες μικρὸν νομίσαντες εἶναι τοῦτο τὸ ὑπόδειγμα, τὸ τοῦ Νείλου, ποταμοὺς μὲν ἀφιᾶσι καὶ θαλάσσας, τὸν δὲ Ὠκεανὸν εἰς μέσον ἀγαγόντες, τοῦτο αὐτὸν εἶναί φασιν, ὅπερ ἐκεῖνον ἐν ὕδασι, τοῦτον ἐν ταῖς φιλοτιμίαις·
000-00-00 Serial Number=0283007562
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00072]  Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι.
000-00-00 Serial Number=0959979415
De jejunio sermones 1 Ante [Go Back]  
 [00231]  νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νηστεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξενίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπασε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσό [60.718] φισε, νηστεία βασιλεῖς ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτελείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατήγησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰκουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτησε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε·
000-00-00 Serial Number=0573045790
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00058]  ὅσῳ γὰρ κατεχώννυτο ἡ πηγή, τοσούτῳ μᾶλλον ἐξερρήγνυτο, καὶ πλείους ἐξέχεε ποταμοὺς εἰς ὑπομονήν.
000-00-00 Serial Number=0239400864
De mutatione nominum Ante [Go Back]  
 [00049]  εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντες [51.116] αὐτοὺς ἐκεῖνοι, καὶ τὸν χρυσοῦν τῆς πίστεως ἀφελόμενοι κόσμον, ἀποπνίγουσιν εὐθέως, οὐκ εἰς ποταμοὺς ἐμβάλλοντες, ἀλλ' εἰς τὰ θολερὰ τῆς δυσωδίας αὐτῶν καταποντίζοντες δόγματα.
 [00268]  οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν.
000-00-00 Serial Number=0411173046
De paenitentia [1] Ante [Go Back]  
 [00900]  Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα·
 [01916]  Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους·
000-00-00 Serial Number=0320844293
De paenitentia sermo 1 Ante [Go Back]  
 [00393]  [60.691] ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον, καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομάξατε, ἰλιγγιάσατε·
000-00-00 Serial Number=0504367173
De patientia sermo 2 Ante [Go Back]  
 [00091]  Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ' ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας.
000-00-00 Serial Number=0653688669
De perfecta caritate Ante [Go Back]  
 [00310]  Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς ἑτέρους κολάσεως τρόπους·
000-00-00 Serial Number=0793553770
De sancta Droside martyre Ante [Go Back]  
 [00010]  οὐ παρὰ ποταμοὺς ὑδάτων, ἀλλὰ παρὰ ποταμοὺς χαρισμάτων σκιρτῶντες·
000-00-00 Serial Number=0547969699
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00062]  Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι;
000-00-00 Serial Number=0950188220
Deprecatio Ante [Go Back]  
 [00041]  Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλ.
000-00-00 Serial Number=0184633732
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02213]  ἐννόησόν μοι τὴν θάλασσαν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον.
 [05857]  Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς καὶ Στυγὸς ὕδωρ καὶ Τάρταρον, τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὐτὴ τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεως τρόπους·
 [09103]  ὅθεν ἡμῖν καὶ τοὺς θαυμαστοὺς ἔτεκε ποταμοὺς, οὐ κατὰ τὴν τοῦ παραδείσου πηγὴν, τέσσαρας μόνους, ἀλλὰ πολλῷ πλείους καθ' ἑκάστην ῥέοντας τὴν ἡμέραν, οὐ τὴν γῆν ἄρδοντας, ἀλλὰ τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς καρπογονίαν ἀρετῆς διεγείροντας.
 [09173]  Ὅσῳ γὰρ κατεχώννυτο ἡ πηγὴ, τοσούτῳ μᾶλλον ἐξεῤῥήγνυτο, καὶ πλείους ἐξέχεε ποταμοὺς εἰς ὑπομονήν.
000-00-00 Serial Number=0845493972
Expositiones in Psalmos Ante [Go Back]  
 [03157]  οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν.
 [04920]  οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν.
000-00-00 Serial Number=0707822919
Fragmenta in Proverbia Ante [Go Back]  
 [01495]  καὶ δύναται πολλάκις καὶ ποταμοὺς ἀνενεγκεῖν ἀνθ' ἑνός·
000-00-00 Serial Number=0773607075
Homilia de capto Eutropio Ante [Go Back]  
 [00477]  ποταμοὺς ἐξ ἐρήμου·
 [00810]  Ἀπῆλθεν εἰς ποταμοὺς, ἀπῆλθεν εἰς ἐρήμους τόπους πανταχοῦ τῆς οἰκουμένης.
000-00-00 Serial Number=0055441618
In Joannem Ante [Go Back]  
 [03930]  Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴποτε ἀκάθαρτοι γένοιντο.
000-00-00 Serial Number=0459876955
In Jordanem fluvium Ante [Go Back]  
 [00003]  ∆ιὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος;
 [00005]  Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς δύο ῥίζας ἔχει πηγῶν·
 [00011]  Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα.
 [00012]  Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συνάπτεται.
000-00-00 Serial Number=0434254050
In Psalmos 101-107 Ante [Go Back]  
 [01148]  Καλεῖ δὲ ποταμοὺς τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς.
 [01667]  Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
000-00-00 Serial Number=0135573447
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
000-00-00 Serial Number=0595763206
In adorationem venerandae crucis Ante [Go Back]  
 [00238]  Καὶ τοὺς μὲν ποταμοὺς τῶν Αἰγυπτίων ὁ Μωϋσῆς διὰ τῆς ῥάβδου εἰς αἷμα μετέβαλε, καὶ ἀκρίδα καὶ βροῦχον καὶ χάλαζαν, σκότος ψηλαφητὸν καὶ θύελλαν, καὶ θῖνα τῶν πρωτοτόκων διὰ τῆς ῥάβδου αὐτῆς ἐπήγαγεν·
000-00-00 Serial Number=0210250080
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00208]  Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόματος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς ῥέοντας, ἀλλ' ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολλὴν δεξάμενοι ναμάτων δαψίλειαν.
000-00-00 Serial Number=0319121003
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05571]  ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποταμοὺς γενέσθαι οἶνον;
000-00-00 Serial Number=0323013604
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01370]  Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων;
 [01502]  Τίς γὰρ ὁρῶν τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ πάντα τὸν δῆμον τῶν ἄνω δυνάμεων αὐτῷ περικεχυμένον, καὶ ποταμοὺς πυρὸς ἑλκομένους, καὶ πάντας παρεστῶτας καὶ τρέμοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται;
 [07302]  ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς·
 [07344]  τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας.
 [09999]  ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν·
000-00-00 Serial Number=0757319689
In epistulam ad Romanos Ante [Go Back]  
 [04333]  ἕως δ' ἂν διψῶμεν, κἂν πάσας ἐξαντλήσωμεν τὰς πηγὰς, μείζων ἡμῖν ἡ βάσανος γίνεται, κἂν μυρίους ἐκπίωμεν ποταμοὺς, χαλεπώτερα τὰ τῆς κολάσεως.
 [05042]  Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον τὰ μετὰ ταῦτα, τὴν ἔκπτωσιν τῆς βασιλείας, τὴν ὀδύνην τὴν ἀπὸ τῆς γεέννης, τὰ διηνεκῆ δεσμὰ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τοὺς τοῦ πυρὸς ποταμοὺς, τὰς καμίνους τὰς μηδέποτε σβεννυμένας·
 [05266]  ἅπερ καὶ οἱ προφῆται ποιοῦσιν, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ τὰ ὄρη σκιρτῶντα·
 [07363]  ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας·
 [09999]  τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, [60.680] τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν·
000-00-00 Serial Number=0803949773
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00154]  Οὐκοῦν ποταμοὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου;
000-00-00 Serial Number=0552914500
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00253]  ἀλλ' ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος.
 [00542]  Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων·
000-00-00 Serial Number=0826955378
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00100]  Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν;
000-00-00 Serial Number=0879527569
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00053]  ὁ σὸς διδάσκαλος εὐπατρίδης, ὁ σὸς διδάσκαλος πλούσιος, ὁ σὸς διδάσκαλος γλῶτταν ἔχων ἠκονημένην, ὑπὲρ τοὺς ποταμοὺς ῥέων, τιμῆς ἀπολαύων, περιφάνειαν ἔχων προγόνων, πανταχοῦ τιμώμενος·
 [00057]  Ὅτι ἀγοραῖος τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωττος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος τὸν μηδὲν πάσχοντα.
000-00-00 Serial Number=0785226524
In illud Vidi dominum Ante [Go Back]  
 [00643]  τὰ δὲ τούτου προσέοικε πηγῇ ποταμοὺς ἀφιείσῃ μεθ' ἡσυχίας πολλῆς, ἐλαίου μᾶλλον ἢ ὑδάτων μιμουμένῃ τὸν δρόμον.
000-00-00 Serial Number=0815383077
In mediam pentecosten Ante [Go Back]  
 [00013]  Ἀνέβη καὶ σήμερον εἰς τὸ ἱερὸν, καὶ τοὺς τῆς διδασκαλίας τοῖς ἀκροωμένοις ποταμοὺς προεβάλετο.
000-00-00 Serial Number=0670653164
In oraculum Zacharia Ante [Go Back]  
 [00007]  ἡ δὲ ποταμοὺς ὕδατος εὐθέως ἐρεύγεται·
000-00-00 Serial Number=0705123663
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00059]  ὅρα μοι δώδεκα ποταμοὺς ἐκ μιᾶς προφερομένους πηγῆς·
000-00-00 Serial Number=0488369882
In principium Actorum Ante [Go Back]  
 [00756]  Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή.
 [00758]  Αὐτὸς ὁ τοὺς ποταμοὺς ἡμῖν χαρισάμενος Θεός·
000-00-00 Serial Number=0416158080
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00066]  αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νά ματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατ έχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγί νονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτά σει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλατ τίων ὑδάτων.
000-00-00 Serial Number=0987712920
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00037]  ὁ βλύζων ποταμοὺς οἰκτιρμῶν, εἰς τοῦτον θέλεις συγ καταδῦναι τὸν ποταμόν;
000-00-00 Serial Number=0645790100
Quales ducendae sint uxores Ante [Go Back]  
 [00006]  Εἴδετε γλῶτταν ἐκκεκαθαρμένην, ἠκούσατε λόγον ἀποτετορνευμένον, ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, εἴδετε πηγὴν ποταμοὺς ἀφιεῖσαν χρυσίου καθαροῦ.
000-00-00 Serial Number=0240833461
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00284]  οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐδ' ἵνα οἰκοδομὴν λίθων καὶ ὀρόφων, οὐδ' ἵνα ποταμοὺς καὶ ὑετὸν καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ' ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ.
 [00313]  Τί ἄν τις εἴποι τὰς πέτρας αἳ ποταμοὺς ἠφίεσαν ὑδάτων;
000-00-00 Serial Number=0685378671
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00013]  Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάως ῥέοντας ποταμοὺς πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόων συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον καὶ ἀνεχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»