Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πράττειν [110]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πράττειν


000-00-00 Serial Number=0054918885
Ad Innocentium papam i Ante [Go Back]  
 [00073]  Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων.
000-00-00 Serial Number=0135151207
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00088]  κακίᾳ, τὸ γοῦν αὐτὸν τὰ αὐτοῦ πράττειν ἐκ τούτου περιγίνεται.
 [00289]  Ἀλλὰ τίς ὁ σοφὸς λόγος, μᾶλλον δὲ ὁ ἀνόητος, τῶν πράττειν μὲν οὐδὲν βουλομένων ἀγαθὸν, πάντα δὲ ζητούντων καὶ λεγόντων, ἵνα τῶν οἰκείων ἁμαρτημάτων τὴν αἰτίαν ἐπὶ τὸν Θεὸν ἀγάγωσιν;
 [00390]  ὁ πιστὸς Ἀβραὰμ τίνα μὲν ὑπόσχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο;
 [00396]  Ἕτερα ἐπηγγείλατο, καὶ ἕτερά με πράττειν ἀναγκάζει νῦν ὁ Θεός·
 [00511]  καὶ οὔτε ἐκεῖνοι τὴν αἰτίαν ἀξιοῦσι μαθεῖν, οὔτε ἡμεῖς πρότερον ἑαυτοὺς πείσαντες ὅτι συμφέρει τὸ γινόμενον, οὕτως ἐπὶ τὸ πράττειν ἐρχόμεθα, ἀλλ' εἰς τοῦτο μόνον αὐτοὺς παιδαγωγοῦμεν εἴκειν οἷς ἂν ἐπιτάξωσιν οἱ πατέρες, καὶ μηδὲν περαιτέρω ζητεῖν.
 [00625]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών·
 [00903]  Ὅταν γὰρ ἅπασιν ἅπερ ἂν ἐθέλωσι πράττειν ἐξῇ, εἷς δὲ μόνος ὁ τὴν ἐναντίαν αὐτοῖς βαδίζων ᾖ, πῶς δυνήσεται πρὸς τὸ τέλος ἐλθεῖν πάντων ὠθούντων ὀπίσω καὶ ἀνακρουόντων αὐτόν;
000-00-00 Serial Number=0262313128
Admonitiones spirituales Ante [Go Back]  
 [00063]  Ὁ θέλων ἄμωμος εἶναι ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, τί ἄλλο πράττειν ὀφείλει, εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς;
 [00069]  ὁ καθ' ἡμέραν κινδυνεύων ψυχῇ καὶ σώματι, τί ἄλλο πράττειν ὀφείλει, ἢ ἀγωνιᾷν καὶ δέεσθαι τοῦ Θεοῦ;
000-00-00 Serial Number=0464750707
Adversus Judaeos Ante [Go Back]  
 [02241]  Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν;
000-00-00 Serial Number=0043167949
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00060]  κἂν εἰς ἀγορὰν ἐμβάλῃς, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάντων κινούμενον.
 [01084]  Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασαμένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῷ πράττειν αὐτὰ καὶ τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι.
 [01155]  Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα.
 [01172]  οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες;
000-00-00 Serial Number=0938226283
Catecheses ad illuminandos Ante [Go Back]  
 [00258]  τὸν Χριστὸν μέλλεις μετ' οὐ πολὺ ἐνδύεσθαι καὶ προσήκει σε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν
 [00596]  «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας.
 [00924]  «εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε», καὶ ἕτερον ἡμῖν αἰνίττεται, τὸ πάντη τῶν τῆς κακίας ἔργων ἀπέχεσθαι καὶ μηδὲν πράττειν ὃ μὴ φέρει δόξαν τῷ κοινῷ πάντων δεσπότῃ.
 [01056]  Ἔνθα οὖν ἀπεγράφητε, φησίν, ἐκεῖ τὸν νοῦν ὑμῶν ἅπαντα μεταγαγεῖν σπουδάσατε κἀκεῖνα βουλεύεσθε καὶ πράττειν ἃ τῆς ἐκεῖ πολιτείας ὑμᾶς ἀξίους ἀποφῆναι δυνήσεται.
000-00-00 Serial Number=0799621105
Commentarius in Job Ante [Go Back]  
 [03332]  ἀνθρώποις δὲ εἶπεν, ὅτι ἡ θεοσέβειά ἐστι σοφία καὶ τὸ καλὰ πράττειν ἐπιστήμη.
000-00-00 Serial Number=0263227165
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00209]  Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν.
 [00247]  [8] Λέγετε μὲν γὰρ διὰ τὸν Θεὸν ἅπαντα πράττειν, πράττετε δὲ ἃ τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ·
000-00-00 Serial Number=0666537404
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00172]  Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς μετ' ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν.
 [00175]  [37] Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς.
 [00224]  Τὸν γὰρ ἀγαθὸν ἄνδρα πρὸς τὸ κοινωφελὲς ἅπαντα πράττειν χρὴ καὶ τὸν τῶν ἄλλων βίον κατορθοῦν, τὸ δὲ ἀξιῶσαι μὴ ἐπισκοτεῖν ποίαν πόλιν, ποίαν οἰκίαν, τίνα ἄνδρα, ποίαν γυναῖκα διέσωσεν;
 [00422]  Εἰ μὲν γὰρ εἶπεν ὅτι διὰ τὸν ἅγιον οὐ δύναμαι φθέγγεσθαι ἀλλὰ μηδὲν κινεῖτε μηδ' ἐνοχλεῖτε περαιτέρω τοῖς αὐτοῦ μόνοις ἂν ἐγένετο φανερόν οὐ γὰρ ἂν εἰς ἑτέρους τοῦτο ἐξήνεγκαν αἰσχυνόμενοι νῦν δὲ ὥσπερ ἐκπομπεῦσαι σπουδάζων τὴν ἀσθένειαν αὐτοῦ οὕτως ἅπαντα πράττειν ἠνάγκαζε δι' ὧν οὐδὲ βουλομένοις ἐνῆν συσκιάσαι τὸ γεγονός.
000-00-00 Serial Number=0261721432
De Lazaro Ante [Go Back]  
 [01416]  Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα·
 [01956]  ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται·
000-00-00 Serial Number=0498325109
De jejunio sermones 1 Ante [Go Back]  
 [00112]  ὅσα οὐ θέμις, ἐκεῖνα πράττειν παρασκευάζει, διεγείρει τῆς ἡδονῆς τὰ ὄργανα, τὸν πόλεμον αὔξει, [60.714] διυπνίζει τὰς ἐπιθυμίας·
000-00-00 Serial Number=0409546793
De non iterando conjugio Ante [Go Back]  
 [00226]  Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.
000-00-00 Serial Number=0750283599
De proditione Judae Ante [Go Back]  
 [00277]  τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς τὰ παράνομα πράττειν πράγματα;
000-00-00 Serial Number=0692367613
De sacerdotio Ante [Go Back]  
 [00095]  Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα, ἅπαντα ἔπραξας, καὶ δόλου σοι καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν εἰωθότα πρὸς σέ.
 [00535]  Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσαύτην ἀνάγκη καθελκυσθῆναι δουλείαν ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις ἃ μηδὲ εἰπεῖν καλόν.
 [00548]  Οἱ δὲ οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ' ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς.
 [00566]  Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ' αὐτοῦ συγχωρεῖν ἵνα μετ' ἐλευθερίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ.
 [00567]  Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ' ἄν.
 [00606]  Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως καὶ ἔχθρας ἀκαίρους καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς καὶ εἰκῇ προσκρούειν παρασκευάζει συνεχῶς καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τῷ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης καὶ οὐκ ἐχούσης ὅποι τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν.
 [00906]  Τοῖς μὲν ἀσθενέσιν ἡμῖν, τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς, τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλ' ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ.
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0410732269
De sancta pentecoste Ante [Go Back]  
 [00452]  Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν;
000-00-00 Serial Number=0309288204
De virginitate Ante [Go Back]  
 [00163]  Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις εἶναι λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τούς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν.
 [01363]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν ἀλλ' ὅτι τἀνδρὸς οὕτω διακειμένου οὔτε οἰκέταις οὔτε θεραπαινίσι μετ' ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ' ὥσπερ ἐν ἀλλοτρίοις ζῶσα καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται.
000-00-00 Serial Number=0390170693
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01635]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος.
 [01770]  οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, ἐπειδὴ ἀργεῖν οὐ δύναται, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν ἐκδίδωσι πράγμασιν.
 [03537]  ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκής.
 [05652]  Ἐν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα·
 [05693]  ∆εινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν·
 [06105]  οὐ γὰρ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν, οὐδὲ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ ὀδυρμῶν παραίτια πράττειν.
 [06363]  πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον;
 [09839]  οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν.
 [09999]  οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν.
000-00-00 Serial Number=0005372345
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01282]  ἡ δὲ ὅταν νικήσῃ, τότε μάλιστα καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας καὶ πρὸ τῆς ἀποκειμένης αὐτῇ κολάσεως, ἐν αὐτῷ τῷ πράττειν τιμωρουμένη, οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον.
000-00-00 Serial Number=0023720026
Expositiones in Psalmos Ante [Go Back]  
 [00484]  τοῦτο μέγιστον τῷ Θεῷ δῶρον, αὕτη θυσία δεκτὴ, αὕτη προσφορὰ πολλὴν ἔχουσα τὴν ἀρέσκειαν, οὐ τὸ πρόβατα θύειν καὶ μόσχους, ἀλλὰ τὸ δίκαια πράττειν.
000-00-00 Serial Number=0064319074
Fragmenta in Job Ante [Go Back]  
 [00197]  οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ Θεοῦ.
 [00826]  τὸ διαπαντὸς εὖ πράττειν, μόνου Θεοῦ·
 [00993]  Οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνευματικὰ τῆς πονηρίας, κρείττονες γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς, τουτέστι τοῦ διαβόλου, ὃς τοὺς ὑπ' αὐτοῦ προαιρετικῶς γεγονότας, ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ, τὸ [64.581] πράττειν τὰ αὐτῷ καταθύμια.
 [00994]  Ἀλλ' οἱ δίκαιοι ἐπειδήπερ αὐτοῦ οὐκ ἤκουσαν, ὥστε τὰ φαῦλα πράττειν, ταύτητοι ὁμοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εὐθηνοῦνται.
000-00-00 Serial Number=0593095660
Fragmenta in Proverbia Ante [Go Back]  
 [01186]  πολλὰ γὰρ ἀναγκάζεται πονηρὰ πράττειν.
000-00-00 Serial Number=0242544711
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00022]  Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα.
000-00-00 Serial Number=0024361134
In Acta apostolorum Ante [Go Back]  
 [09452]  Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι·
 [09999]  Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν.
000-00-00 Serial Number=0175921142
In Isaiam Ante [Go Back]  
 [00623]  Τὸ αὐτὸ τοῦτο πάλιν ἡρμήνευσεν, ὅπερ ἐπὶ τοῦ ναοῦ οὐδέποτε συνέβη, οὐδὲ ἡνίκα ἄριστα πράττειν ἐδόκει.
000-00-00 Serial Number=0167713284
In Joannem Ante [Go Back]  
 [01326]  Γένοιτο δὲ πάντας ἐπιτυχόντας τῶν εἰρημένων, εἰς δόξαν Θεοῦ πάντα πράττειν, ᾧ ἡ δόξα ἅμα τῷ μονογενεῖ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01825]  Πῶς οὖν οὐκ ἄτοπον, ἐκεῖ μὲν μὴ αἰτιᾶσθαι πενίαν, ἀλλὰ πάντα πράττειν πρὸς τὸ μηδὲν γενέσθαι ἐμπόδιον μηδαμόθεν·
 [03608]  Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν;
 [04290]  Ἐκεῖνος μέντοι ἔτι κατὰ τοὺς αἱρετικοὺς φθέγγεται, ἐνεργούμενον αὐτὸν καὶ τῆς ἑτέρων βοηθείας δεόμενον ταῦτα πράττειν, ἅπερ ἔπραττε, λέγων.
000-00-00 Serial Number=0040420353
In Psalmos 101-107 Ante [Go Back]  
 [00423]  δυνάμεις δὲ, ὡς ἱκανοὺς τὸ κελευόμενον πράττειν καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας.
 [01604]  Καὶ τὰ νέα μυστήρια τῆς καινῆς ∆ιαθήκης πράττειν παρα κελεύεται λέγων·
000-00-00 Serial Number=0315548658
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00468]  Καὶ ὅταν ἀναλογίσῃ, κρέμασόν σου τὸν λογισμὸν, ξέσον αὐτὸν, ἄνοιγε αὐτὸν τῷ φόβῳ τῆς γεέννης, ἐπάγαγε αὐτῷ τομὴν οὐκ ἔχουσαν ὀδύνην, δικαστήριον ποίησον σεαυτῷ φοβε ρὸν, κουφότερον ποίησον τὸν λογισμὸν, ἵνα καὶ τῇ ἑξῆς ἡμέρᾳ ὀκνηρότερος γένῃ περὶ τὸ πράττειν τὰ ἁμαρτή ματα.
000-00-00 Serial Number=0497915208
In Psalmum 100 Ante [Go Back]  
 [00114]  Οὐ μόνον αὐτὸς ἐγὼ οὐδὲ παρὰ τὸν τοῦ Θεοῦ νόμον πράττειν ἠβουλόμην, ἀλλὰ καὶ τοὺς παραβαίνοντάς τι τῶν ἐντολῶν ἐμίσουν·
 [00208]  Ἀσκῶμεν οὖν τὸ πράττειν καὶ λέγειν·
000-00-00 Serial Number=0865061164
In Psalmum 118 Ante [Go Back]  
 [01296]  ἀλλ' ὥσπερ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾷν προσετάχθημεν, οὕτως αὐ τοῦ καὶ τὰς ἐντολὰς ποθεῖν καὶ πράττειν ἐδιδάχθημεν.
 [01531]  Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας ἑαυτοὺς ἐστέρησαν οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας.
000-00-00 Serial Number=0208386481
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02502]  οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι.
 [05209]  ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην.
000-00-00 Serial Number=0281620979
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00158]  Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυμίᾳ, ὅταν βούληται μέν τι πράττειν, μὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν, ἢ διὰ πολεμίους, ἢ διὰ φίλους;
 [01141]  Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν.
 [01144]  Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν·
 [01203]  Ὥστε καὶ τοῦτο σφραγῖδος, τὸ μὴ πράττειν ἄδικα.
000-00-00 Serial Number=0439786136
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03405]  ὃ δὴ καὶ ἡμᾶς πράττειν πανταχοῦ ἀναγκαῖον.
000-00-00 Serial Number=0769184709
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00643]  Οὐδὲν, φησὶν, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν.
000-00-00 Serial Number=0556806862
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03550]  Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται.
000-00-00 Serial Number=0303986788
In epistulam ad Colossenses Ante [Go Back]  
 [03131]  Ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ἡμᾶς ἅπαντα πράττειν, ἵνα καὶ μισθὸν ἔχωμεν.
000-00-00 Serial Number=0419807851
In epistulam ad Ephesios Ante [Go Back]  
 [06044]  Πῶς γὰρ οὐκ ἄτοπον εἰς τέχνας μὲν ἐκπέμπειν καὶ εἰς διδασκαλεῖον, καὶ πάντα πράττειν ὑπὲρ
 [06909]  αἰνιττόμενος διὰ τούτου, ὥστε μηδὲν ἀνάξιον πράττειν [τῆς εἰρήνης].
000-00-00 Serial Number=0937762141
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00212]  Οὕτω καὶ τὸ φαῦλα πράττειν, εἰ τῇ φύσει τῆς ζωῆς ἦν συγκεκληρωμένον, οὐδεὶς ἂν αὐτὰ διέφυγεν, ὥσπερ οὐδὲ ἐκεῖνα.
 [00653]  Ἐπειδὴ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τοῦτον μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο, καὶ εἰς κενὸν τρέχειν·
 [01952]  Ἀπήλλαξεν ἡμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόμεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ' ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες.
000-00-00 Serial Number=0975146830
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02426]  ἐνταῦθα ἔχει τὴν συγγνώμην, ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, ἀλλὰ πάντα ἐξ ἴσης τῷ μονάζοντι πράττειν αὐτὸν προσῆκε.
 [06881]  οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν.
 [08201]  γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς.
 [08425]  τί δὲ οὐ πράττειν;
000-00-00 Serial Number=0526750088
In epistulam ad Philippenses Ante [Go Back]  
 [00080]  δεικνὺς ὅτι ἡμεῖς αὐτῶν δεόμεθα, οὐχ αὗται ἡμῶν, καὶ διδάσκων [62.181] ὅτι πάντα πράττειν ὀφείλομεν, ὥστε αὐτὰς κατέχειν παρ' ἑαυτοῖς.
 [02539]  μηδὲ ποιῶν τι, ἄνευ τοῦ νομίζειν ἐν πᾶσι παρεῖναι τὸν Θεὸν πράττειν ἀνέχου·
 [04146]  ∆εινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν·
000-00-00 Serial Number=0568168342
In epistulam ad Romanos Ante [Go Back]  
 [03921]  ὅτε ἐν πονηρίᾳ ἐζῆτε καὶ ἀσεβείᾳ καὶ ἐσχάτοις κακοῖς, μετὰ τοσαύτης ἐζῆτε τῆς ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν.
 [04502]  ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ' ἂν ἔγκλημα, εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα.
 [05544]  Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡμετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν;
000-00-00 Serial Number=0292729497
In epistulam ad Titum Ante [Go Back]  
 [01210]  Τῇ μὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν μόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δημόσια πράττειν·
000-00-00 Serial Number=0760098279
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00102]  Εἶτα οἱ μὲν ἄνθρωποι ἀφ' ἑαυτῶν δύνανται τοιαῦτα πράττειν, καὶ ποιεῖν, καὶ φιλοσοφεῖν, καὶ φθέγγεσθαι, καὶ μυρία ἕτερα ἐργάζεσθαι·
000-00-00 Serial Number=0872335196
In illud Messis quidem multa Ante [Go Back]  
 [00010]  Πάλιν ὁ γηπόνος ἐν τούτῳ τῆς ἡλικίας ὢν, οὐ ζεῦξαι βοῦς, οὐκ ἄροτρον ἑλκύσαι, οὐκ ἀναῤῥῆξαι καὶ ἀνατεμεῖν αὔλακας, οὐ θεραπεῦσαι δέν δρον, οὐ χορῷ θεριζόντων ἑαυτὸν ἐγκαθίσαι, οὐκ ἄλλο τι τῶν τοιούτων πράττειν ἰσχύσει·
000-00-00 Serial Number=0680094659
In illud Pater si possibile est Ante [Go Back]  
 [00123]  σπεύδει γὰρ τὰ ἐναντία μου πράττειν.
000-00-00 Serial Number=0760905623
In proditionem Judae [1] Ante [Go Back]  
 [00062]  τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν;
000-00-00 Serial Number=0193704665
In proditionem Judae [2] Ante [Go Back]  
 [00049]  ∆έχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράττειν φιλαργυρίᾳ.
000-00-00 Serial Number=0307111740
In ramos palmarum [2] Ante [Go Back]  
 [00186]  Ἐὰν δὲ κατέλθῃ, τί μέλλεις πράττειν;
000-00-00 Serial Number=0418977916
Oratio de hypapante Ante [Go Back]  
 [00040]  Εἰ δὲ τὰ τοῦ νόμου μὴ ἐποίει, τίς ἄρα ἐπέκλειεν αὐτῶν τὰ ἀναίσχυντα στόματα τοιαῦτα μελλόντων λέγειν, ὅτι ἐξ ἀτονίας τινὸς μὴ ἰσχύων τὰ τοῦ νόμου ποιεῖν κελεύσματα, ἄλλον τινὰ ἐφευρίσκει ἐλαφρὸν νόμον κηρύττειν, μὴ ἰσχύων αὐτὸς τὰ τοῦ νόμου ποιεῖν ἢ πράττειν;
 [00043]  Τὸ γὰρ πράττειν αὐτὸν τὰ τοῦ νόμου οὐδὲν ἑτερόν ἐστιν ἢ ἵνα πλήρωμα δῷ τῷ νόμῳ, τῆς δὲ χάριτος ἄρξηται διδόναι τὰς δωρεάς.
000-00-00 Serial Number=0664617181
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00087]  ἔνθα μετ' ἀκριβείας οὐ περὶ τῆς παρουσίας μόνον, ἀλλὰ καὶ περὶ ὧν ἔμελλε παραγενόμενος πράττειν, καὶ περὶ τοῦ τόκου, καὶ περὶ τῆς γεννήσεως, καὶ περὶ τοῦ σταυροῦ, καὶ περὶ τῶν θαυμάτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐκλογῆς, περὶ τῆς Καινῆς ∆ιαθήκης, περὶ τῆς παύσεως τῶν Ἰουδαϊκῶν, καὶ περὶ τοῦ ἀφανισμοῦ τῶν Ἑλληνικῶν, καὶ περὶ τῆς εὐγενείας τῆς κατὰ τὴν Ἐκκλησίαν, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν καθεξῆς ὄντων πραγμάτων.
 [01155]  Καὶ προκειμένης βουλῆς τίνα δέοι πράττειν, συγγενέσθαι ταῖς παλλακαῖς τοῦ πατρὸς παραινεῖ τὸν Ἀβεσσαλὼμ Ἀχιτόφελ.
 [02249]  Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»