Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πράως [93]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πράως


000-00-00 Serial Number=0613656640
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00740]  Οὐδὲ γὰρ, εἴ τίς σε μόνον ἀπολαβὼν ἔτυπτεν ἁπλῶς καὶ μηδὲν ἔχων ἐγκαλεῖν, ἢ πάλιν κατέῤῥιπτεν εἰς τὴν γῆν, σὺ δὲ πάντα πράως ἐνεγκὼν ἀπηλλάγης, οὐκ αἰσχύνης τὸ πρᾶγμα ἦν, ἀλλὰ φιλοσοφίας καὶ τῶν μεγίστων [47.451] ἐπαίνων.
 [00761]  κἂν γὰρ τὰ ἐμαυτοῦ πράως ἐνεγκεῖν δυνηθῶ, τὰς ἐκείνου συμφορὰς καὶ τὴν μανίαν πῶς οἴσομεν ῥᾳδίως, εἴ ποτε αἴσθοιτό τι τούτων;
 [01146]  Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν;
 [01557]  Μετὰ δὲ ταῦτα τελευτήσαντος τοῦ Ἀμμανιτῶν βασιλέως, πρᾶγμα ἀνδρὸς χρηστοῦ καὶ φιλανθρώπου ποιῶν, ἔπεμψε παραμυθησόμενος τὸν υἱὸν τὸν ἐκείνου, καὶ πείθων πράως ἐνεγκεῖν τὴν τοῦ πατρὸς τελευτήν·
000-00-00 Serial Number=0653273880
Ad populum Antiochenum Ante [Go Back]  
 [01894]  Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην.
 [03775]  Οὗτοι γὰρ οἱ πρὸ τούτου χρημάτων ὀλίγων ζημίαν οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν οὐκ ἀπέβαλον.
 [04483]  οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως.
000-00-00 Serial Number=0124937296
Ad viduam juniorem Ante [Go Back]  
 [00102]  Εἰπὲ γάρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποιῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἀλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης;
 [00112]  οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ' ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν.
000-00-00 Serial Number=0625901639
Adversus Judaeos Ante [Go Back]  
 [02800]  ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατήρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν.
000-00-00 Serial Number=0312644839
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00235]  κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, ἃς ἐπέζεσε ἡ ἐκείνου σὰρξ, καὶ οἴσεις ἅπαντα πράως·
000-00-00 Serial Number=0871006548
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00950]  Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ.
 [01082]  ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλῆξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ' ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας.
000-00-00 Serial Number=0777647495
Contra theatra Ante [Go Back]  
 [00027]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0000046432
De Anna i Ante [Go Back]  
 [00144]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν.
 [00295]  Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν;
000-00-00 Serial Number=0443384290
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00543]  [105] Ὀλύμπια μὲν οὐ μάλα πόρρω πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι τί οὖν φησιν;
 [00628]  Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος.
000-00-00 Serial Number=0969266713
De Davide et Saule Ante [Go Back]  
 [00502]  καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.
 [00531]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0261431456
De futurae vitae deliciis Ante [Go Back]  
 [00069]  Οὐκ εἶπε, φέρε γενναίως μόνον καὶ πράως τὴν παροινίαν, ἀλλὰ καὶ πρόϊθι περαιτέρω τὴν φιλοσοφίαν, καὶ μείζονα παρασκευάζου πάσχειν, ἢ ἐκεῖνος ποιῆσαι ἐπιθυμεῖ·
000-00-00 Serial Number=0463001192
De mansuetudine sermo Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες.
 [00066]  ἀλλ' ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς.
 [00082]  Καὶ γὰρ αὐτὸς ὁ ∆εσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι·
 [00084]  νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν.
 [00086]  Ὅταν γὰρ ἴδῃ σὲ τὸν τὰ ἔσχατα πάσχοντα πράως, τῆς ὀργῆς ἀνεχόμενον, ταχέως καὶ αὐτὸς ἐπιεικὴς ἔσται καὶ χρηστὸς, καὶ τὸν θυμὸν ἀποῤῥίψας, ζηλωτὴς ἐπιθυμήσει γενέσθαι τῆς σῆς ἡμερότητος.
 [00101]  Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη·
000-00-00 Serial Number=0561600089
De paenitentia [1] Ante [Go Back]  
 [00242]  ὁ δὲ καὶ τοῦτον πράως ἔπεισε λέγων, Ὅτι σὺ μὲν ἀεὶ μετ' ἐμοῦ διέτριβες, οὗτος δὲ ἀπολωλὼς ἦν, καὶ εὑρέθη·
000-00-00 Serial Number=0343379080
De precatione [1] Ante [Go Back]  
 [00171]  εἶτα βλασφημούμενος μὲν οὕτω πράως ἀνέχεται, ἐὰν δὲ ἴδῃ μετὰ τοῦ προσήκοντος φόβου προσπίπτοντας ἡμᾶς, οὐκ ἐλεήσει ταχέως;
000-00-00 Serial Number=0202815056
De sacerdotio Ante [Go Back]  
 [00097]  Ἀλλὰ πάντα ταῦτα ἀφίημι καὶ φέρω σιγῇ καὶ πράως·
 [00098]  οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ' ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν νόμον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σὴν ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾶν.
000-00-00 Serial Number=0697688282
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00162]  Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως ἀγαπωμένου χωρισμόν;
 [01641]  Ἐπιείκεια γὰρ λέγεται, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ' ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ.
 [02015]  Ὅταν γὰρ ὁ ἡμαρτηκὼς πάντας ἀποστρεφομένους αὐτὸν ἴδῃ, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι ἂν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας μηδὲ δυσχεραίνοντας θεάσηται, ἀλλὰ καὶ πράως φέροντας καὶ συνεφαπτομένους, καὶ τὸ ἐκ τοῦ συνειδότος διαφθείρει δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ.
 [03641]  οὐκ ἀνέχεται πράως ὁρᾷν τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς·
 [03958]  ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα.
 [04404]  Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεθορυβήθη οὐδὲ ἐταράχθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν;
 [04414]  τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς ἔμελλεν ἡσυχάζειν, καὶ πράως φέρειν τὰ τραύματα.
 [05640]  Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
 [07334]  Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως [63.793] ἀγαπωμένου χωρισμόν;
000-00-00 Serial Number=0931025147
Epistula ad Cyriacum Ante [Go Back]  
 [00536]  Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι ἢ ὅτε ἀκούσας πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν;
 [00553]  Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς ὅσον τῶν παθημάτων τὸ κέρδος, κἂν μὴ διὰ Θεόν τις πάθῃ καὶ μηδεὶς ὑπερβολὴν τοῦτο νομιζέτω πάθῃ δὲ ὅμως καὶ γενναίως ἐνέγκῃ καὶ πράως τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων.
 [00615]  Οὐδὲν γὰρ οὐδὲν οὕτω λαμπροὺς ποιεῖ καὶ ζηλωτοὺς καὶ μυρίων ἐμπίπλησιν ἀγαθῶν, ὡς πειρασμῶν πλῆθος καὶ κίνδυνοι καὶ πόνοι καὶ ἀθυμίαι καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι καὶ παρ' ὧν οὐδαμῶς ἐχρῆν καὶ πράως ἅπαντα φέρειν.
000-00-00 Serial Number=0264644921
Epistulae Ante [Go Back]  
 [00117]  τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων.
 [00341]  Οὐ μὴν, ἐπειδὴ ἀρκεῖ, πράως φέρομεν τὴν μακράν σου ταύτην σιγήν.
 [00448]  Οὕτω γὰρ καὶ ὑμεῖς κοινωνοὶ γενήσεσθε τῶν ἀποκειμένων αὐτῷ μισθῶν καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα.
 [00571]  ἵνα μὴ μόνον [52.648] τῆς καλλίστης ἀνατροφῆς, ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.
 [01406]  Οὕτω γὰρ καὶ ὑμεῖς κοινωνοὶ γενήσεσθε τῶν ἀποκειμένων αὐτῷ μισθῶν καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα.
 [01529]  ἵνα μὴ μόνον [52.648] τῆς καλλίστης ἀνατροφῆς, ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.
 [03099]  Οἶδα μὲν, ὅτι συνετὸς ὢν, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ πρὸ τῶν γραμμάτων τῶν ἡμετέρων πράως οἴσεις τοῦ μακαρίου ἀδελφοῦ τῆς μεγαλοπρεπείας τῆς σῆς τὴν ἀποδημίαν·
 [03555]  Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας.
000-00-00 Serial Number=0600394487
Expositiones in Psalmos Ante [Go Back]  
 [07523]  Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελφοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι;
000-00-00 Serial Number=0270819128
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03146]  ∆ιὰ τοῦτο ταῦτα ποιήσω, καθάπερ τις ζηλότυπος, μήτε κολάσαι βουλόμενος τὴν εἰς αὐτὸν ὑβρίζουσαν, μήτε πράως δυνάμενος ἐνεγκεῖν τὰ συμβάντα, οὐδενὸς φείδεται ῥήματος ἐν τοῖς πρὸς αὐτὴν, ταύτῃ ἴσ.
000-00-00 Serial Number=0164025187
Fragmenta in Job Ante [Go Back]  
 [00031]  κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, καὶ οἴσεις ἅπαντα πράως·
 [00661]  ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, Πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν;
 [00842]  Ἔδειξε διὰ τοῦ βλέμματος, τὸν κατὰ τῆς ἁμαρτίας μέγιστον ζῆλον (ὀφθαλμὸν γὰρ κατήγορον τῶν κρυπτομένων ἡ φύσις ἐγνώριζε), καὶ ὁ τὴν τοιαύτην ἔφοδον τοῦ πονηροῦ πράως καὶ φιλοσόφως διενεγκὼν, τὴν πρὸς κακίαν παράκλησιν οὐχ ὑπέμεινε, μείζονα τῶν τοῦ σώματος βελῶν τὴν πονηρὰν ἀκοὴν ἡγησάμενος, καὶ τῇ γυναικὶ ἐπετίμησεν.
000-00-00 Serial Number=0958467066
In Acta apostolorum Ante [Go Back]  
 [02140]  ἀνέμνησεν αὐτοὺς τῶν οἰκείων τολμημάτων πράως, καὶ οὐδὲν προσέθηκεν·
 [05078]  Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡμέρως.
 [07675]  ἀλλ' ὅρα, πῶς πράως καὶ ταπεινῶς·
 [09999]  Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ' ἑαυτὸν οὕτω πως πράως ἀπολογεῖται.
000-00-00 Serial Number=0590461254
In Genesim sermo 3 Ante [Go Back]  
 [00092]  Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου.
000-00-00 Serial Number=0336019218
In Isaiam Ante [Go Back]  
 [01216]  [3.7] Καὶ ἡνίκα μὲν αὐτὸς ἐρραπίζετο ὁ Χριστός, οὐδὲν τὸν δοῦλον εἰργάσατο τὸν τὴν πληγὴν ἐπαγαγόντα, ἀλλὰ καὶ πράως ἀπεκρίνατο λέγων.
 [01219]  Ὅτε δὲ ὁ Ἱεροβοὰμ τὴν χεῖρα ἐκτείνας ἐπιλαβέσθαι τοῦ προφήτου τοῦ τότε ἐλέγξαντος αὐτὸν ἐπεχείρησε, ξηρὰν τὴν χεῖρα εἰργάσατο, παιδεύων καὶ σὲ τὰ μὲν ἑαυτοῦ πράως φέρειν, τὰ δὲ εἰς τὸν ∆εσπότην μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος.
000-00-00 Serial Number=0112223744
In Joannem Ante [Go Back]  
 [00918]  Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα.
 [00962]  Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως.
 [04757]  ἀλλὰ καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων πᾶσαν ἐπιείκειαν ἐνδεικνύμενος, τούτων μὲν οὐδὲν ἐφθέγξατο, πράως δὲ καὶ ἡμέρως τὸ συμβησόμενον προανεφώνησεν, ἐντεῦθεν εἰς πᾶσαν καὶ ἡμᾶς ἐνάγων πραότητα, καὶ παιδεύων ἡμᾶς, ὅταν πρός τινας διαλεγώμεθα, καὶ μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ ἐκθηριοῦσθαι.
 [04778]  Εἰ δὲ ὁ ἐν τοῖς μείζοσι καὶ πνευματικωτέροις ὁμότιμος ἡμῖν ὢν, δι' ἀνθρωπίνην τινὰ εὐτελῆ καὶ μικρὰν ὑπεροχὴν οὕτω πράως φέρει τὰ παρ' ἡμῶν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας ἡμεῖς, οἱ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυνάμενοι φιλοσοφεῖν, μᾶλλον δὲ οὐ βουλόμενοι, ὥσπερ ἐκεῖνος διὰ τὸν ἡμέτερον;
 [05919]  Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία! πῶς πράως τὸν ἔλεγχον δέχεται! Πῶς γὰρ οὐκ ἔμελλε, φησί;
 [05925]  Ἀλλ' ὅμως ἐλεγχθέντες οὐ φέρουσι πράως·
000-00-00 Serial Number=0932474911
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00244]  Ὅθεν ἀδαμαντίνης δεῖ ψυχῆς τῷ μονογενῆ παῖδα, καὶ ἐν πλούτῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείμενον ὁρῶντι καὶ τεταμένον, ὥστε πράως ἐνεγκεῖν τὸ συμβάν.
 [05300]  Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών·
000-00-00 Serial Number=0462627172
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00168]  Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶ πρὸς τὸν Θεὸν δέ.
 [03707]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν.
 [04894]  ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς;
000-00-00 Serial Number=0586953104
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01699]  Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι·
 [02962]  Καὶ εὐκολώτερον ἄν τις μυρία πρόοιτο τάλαντα ἑκὼν, καὶ οὐδὲν ἡγήσεται πεπονθέναι δεινὸν, ἢ τρεῖς ὀβολοὺς ἁρπαγεὶς καὶ παρὰ γνώμην, οἴσει πράως.
000-00-00 Serial Number=0007127166
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03035]  τὸ προΐστασθαι τῶν ἀδικουμένων, τὸ μὴ ἔχειν ὀργὴν, τὸ πάντα πράως φέρειν.
 [08863]  καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι.
000-00-00 Serial Number=0554649413
In epistulam ad Philippenses Ante [Go Back]  
 [00741]  ἀλλὰ πράως τὴν πενίαν οἴσομεν, οὐδὲ εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ἀπόλαυσιν παραβλαπτόμενοι, οὐδὲ ἐνταῦθα·
000-00-00 Serial Number=0925449371
In epistulam ad Romanos Ante [Go Back]  
 [03509]  Ἄν τε ἀληθῆ ταῦτα ᾖ, ἄν τε ψευδῆ, στέφανόν σοι μέγιστον ἔπλεξεν, ἂν πράως τὴν λοιδορίαν ἐνέγκῃς.
 [03510]  Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡμῖν προξενεῖ τὸν μισθὸν (Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ μέγιστα ὠφελεῖ, μόνον ἂν πράως ἐνέγκωμεν τὰ λεγόμενα.
 [03886]  Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠμελημένην εἶναι, τὰς θεραπαινίδας λαμπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγμα ἔφησας εἶναι τὴν ἐσχάτην.
 [04408]  εἶτα δὲ, μᾶλλον τοῦτο κείσθω πρῶτον, κἂν ἁμαρτήματα ἔχῃς, καὶ ταῦτα ἀποδύσῃ, καθάπερ ὁ τελώνης τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών.
 [06788]  Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν μαθητήν τινα εἶχες, εἶτα ἐκεῖνος ἀφεὶς ἐπιδείξασθαί σοι τὰ τῆς τέχνης, τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας.
000-00-00 Serial Number=0460449398
In illud Vidi dominum Ante [Go Back]  
 [01249]  Καίτοι ποῖος ἂν τοῦτο βασιλεὺς πράως ἤνεγκεν, ἀλλ' οὐκ ἂν ἐκ βάθρων τὴν πόλιν ἀνέτρεψεν, τὸν εἰς τὴν ὑπερορίαν μετοικισθῆναι κελευσθέντα, ἐνδιατρίβοντα τῇ πόλει ὁρῶν;
000-00-00 Serial Number=0850749612
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00342]  Ἀλλ' ἴδωμεν πῶς αὐτοῖς ὁ Χριστὸς συλλογίζεται, πῶς πράως, καὶ ἐπιεικῶς, καὶ μετὰ κηδεμονίας ἁπάσης.
000-00-00 Serial Number=0881448090
In pharisaeum et meretricem Ante [Go Back]  
 [00099]  ἐλεήσει σωθῆναι βουλομένην, ἣν ἀπολλυμένην εὑρὼν ἔφερε πράως.
000-00-00 Serial Number=0622055292
In proditionem Judae [1] Ante [Go Back]  
 [00064]  Οὕτως ἀποκριθῆναι δυνάμενος ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ' ἁπλῶς καὶ ἀνεξικάκως καὶ πράως·
000-00-00 Serial Number=0589625776
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00105]  Ἐπειδὴ γὰρ προσφάτως ἦν ὁ Ἑλληνικὸς πόλεμος καταλυθεὶς, καὶ ἄρτι τῶν χαλεπῶν καὶ ἐπαλλήλων διωγμῶν ἀνεπεπνεύκεισαν αἱ Ἐκκλησίαι πᾶσαι, καὶ οὐκ ἦν πολὺς ὁ χρόνος, ἐξ οὗ λαοὶ μὲν ἀπεκλείσθησαν ἅπαντες, βωμοὶ δὲ ἐσβέσθησαν, πᾶσα δὲ τῶν δαι [50.602] μόνων ἡ μανία καταλέλυτο, καὶ ταῦτα ἐλύπει τὸν πονηρὸν δαίμονα, καὶ οὐκ ἠδύνατο πράως φέρειν τὴν τῆς Ἐκκλησίας εἰρήνην, τί οὖν ποιεῖ;
000-00-00 Serial Number=0056238055
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00132]  Κἂν ἐπιχειρῶσι τὰ μὲν αὑτῶν σεμνύνειν, τὰ δὲ ἡμέτερα καθαιρεῖν, μὴ σιγῶμεν, μηδὲ πράως φέρωμεν, ἀλλ' ἐκκαλύπτοντες αὐτῶν τὴν ἀσχημοσύνην, ἅπαντα μετὰ πολλῆς τῆς σοφίας καὶ τῆς παῤῥησίας τὰ τῶν Χριστιανῶν ἀνυμνῶμεν·
000-00-00 Serial Number=0735930026
Quales ducendae sint uxores Ante [Go Back]  
 [00100]  Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ [51.229] Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐτῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατήσαμεν.
 [00399]  Ἀνεξικάκως καὶ πράως καὶ τὸν πατέρα εἶπε, καὶ οὐκ ἠγανάκτησε, λέγουσα·
000-00-00 Serial Number=0895767689
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01040]  Ἐὰν μὲν οὖν πράως ἐνέγκῃ, οὐδὲν ὑποπτεύω δεινόν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»