000-00-00 Serial Number=0482602119
[00236]
|
Ὅτε γὰρ πρώην ἐγὼ ἐγνώκειν, τὴν πόλιν ἀφεὶς, ἐπὶ τὰς σκηνὰς τῶν μοναχῶν ἐλθεῖν, πολὺς ἤμην τοῦτο ἐρευνῶν καὶ πολυπραγμονῶν, πόθεν ἡ τῶν ἀναγκαίων ἔσται χορηγία, καὶ εἰ δυνατὸν ἄρτον ἐσθίειν ἐφήμερόν τε καὶ νεαρὸν, καὶ εἰ μή τις ὁ καταναγκάζων ἐλαίῳ χρῆσθαι τῷ αὐτῷ πρὸς λύχνον τε καὶ τροφὴν, εἰ μή τις ὁ πρὸς τὴν τῶν ὀσπρίων ταλαιπωρίαν ὠθῶν καὶ εἰς ἔργον ἐμβάλλων χαλεπὸν, οἷον σκάπτειν ἢ ξυλοφορεῖν κελεύων ἢ ὑδροφορεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὑπηρετεῖν·
|
000-00-00 Serial Number=0016530216
[01430]
|
Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν.
|
000-00-00 Serial Number=0499889970
[00399]
|
[7.36] Ὅταν γὰρ ἴδῃ τὸν χθὲς καὶ πρώην μετ' αὐτοῦ βαδίζοντα, τοῦτον εἰς σκώληκας διαλυόμενον καὶ εἰς ἰχῶρα καὶ τέφραν καὶ κόνιν, κἂν αὐτοῦ τοῦ διαβόλου τὴν ἀπόνοιαν ἔχῃ, καταπτήσσει, συστέλλεται, μετριάζει, φιλοσοφεῖν παιδεύεται καὶ τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην εἰς τὴν διάνοιαν εἰσοικίζει.
|
000-00-00 Serial Number=0981878579
[00262]
|
Τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην πρότερον τοὺς καρποὺς παρεγενόμην ἀπαιτήσων ὑμᾶς·
|
[00356]
|
∆ιὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν εὔκολον, μὴ βαπτιζέσθω.
|
000-00-00 Serial Number=0177209139
[02368]
|
ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν.
|
[02529]
|
Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ·
|
[02693]
|
Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω·
|
[02710]
|
Ἐπεὶ οὖν πολλὴν τὴν εὐγνωμοσύνην ὑμεῖς ἐπεδείξασθε, φέρε δὴ καὶ ἡμεῖς τὸ χρέος καταβάλωμεν τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην·
|
[02752]
|
Ἐζητοῦμεν τοίνυν πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί·
|
[02947]
|
πολλὰ γὰρ καὶ τὰ πρώην εἰρημένα, καὶ ταῦτα δὲ ὑπομνήσεως χάριν μόνης εἴρηται.
|
[02957]
|
Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε.
|
[02960]
|
Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες ἕλκειν πρὸς τὴν μητέρα αὐτοὺς, καὶ πείθειν, ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς.
|
[02987]
|
Τίνα οὖν ἦν τὰ πρώην εἰρημένα;
|
[03780]
|
Ἱκανῶς μὲν οὖν καὶ πρώην ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται νόμος τῶν καλῶν καὶ τῶν οὐ τοιούτων·
|
[03882]
|
Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον·
|
[03937]
|
Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν·
|
[04204]
|
Ἀλλ' ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν·
|
[04543]
|
Πολλὰ πρώην διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόντων πετομένης·
|
[05297]
|
[49.191] Βούλομαι δὲ πρότερον μικρὰ τῶν πρώην ἡμῖν εἰρημένων ἀναμνῆσαι τήμερον.
|
[05463]
|
Ὅπερ οὖν καὶ πρώην εἶπον, τοῦτο καὶ νῦν λέγω.
|
[06043]
|
Μέμνησαι πρώην, ὅτε τῆς ἑορτῆς ταύτης καταλαβούσης ἐπιστολὴν ἔπεμψας πανταχοῦ τῆς οἰκουμένης κελεύουσαν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφεῖναι, καὶ συγχωρεῖν αὐτοῖς τὰ ἐγκλήματα, καὶ ὡς οὐκ ἀρκούντων ἐκείνων δεῖξαί σου τὴν φιλανθρωπίαν, ἔλεγες διὰ τῶν γραμμάτων, ὅτι Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς ἀπελθόντας καλέσαι καὶ ἀναστῆσαι καὶ πρὸς τὴν προτέραν ἀναγαγεῖν ζωήν! Τούτων ἀναμνήσθητι τῶν ῥημάτων νῦν·
|
000-00-00 Serial Number=0354828298
[00004]
|
Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός.
|
000-00-00 Serial Number=0468638301
[00427]
|
οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτιῶν, νῦν ἐν παρρησίᾳ καὶ δικαιοσύνῃ.
|
[00589]
|
[4.3] Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις.
|
[00632]
|
[4.13] Πῶς γὰρ οὐ καινὰ καὶ παράδοξα ὅταν ὁ χθὲς καὶ πρώην περὶ τὴν τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐσχολακὼς ἀθρόον ἐγκράτειαν καὶ λιτότητα διαίτης ἀσπάζηται;
|
000-00-00 Serial Number=0374705851
[00171]
|
τοῦτο καὶ πρώην ἡμῶν ἐδεήθην, ὅτε καὶ τοῦ Ἰωσὴφ ἀνέμνησα, ὃς πρὸς τὸν ἀρχιοινοχόον ἔλεγε·
|
000-00-00 Serial Number=0351510525
[00037]
|
Οἱ χθὲς θεραπεύοντες, οἱ κολακεύοντες, οἱ χεῖρας καταφιλοῦντες, ἀθρόον νῦν πολέμιοι ἀνεφάνησαν, καὶ τὰ προσωπεῖα ῥίψαντες, κατηγόρων ἁπάντων πικρότεροι γεγόνασιν, ὑπὲρ ὧν πρώην χάριτας ὡμολόγουν, ὑπὲρ τούτων ἐγκαλοῦντες καὶ διαβάλλοντες.
|
[00041]
|
∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίτοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον·
|
000-00-00 Serial Number=0023574531
[00282]
|
Ἀμφότερα ἔδειξεν ἡμῖν ἡ Ἄννα πρώην·
|
[00330]
|
Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινέσητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὴν πίστιν, τὴν ἀνεξικακίαν τῆς γυναικὸς, ἣν ἠκούσατε μὲν ἐκ μέρους καὶ πρώην·
|
[00569]
|
Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικὸς, βούλομαι τῆς αὐτῆς ὑποθέσεως ἅψασθαι πάλιν, ὑπὲρ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ πρὸς τὴν Ἄνναν ὑμᾶς χειραγωγῆσαι, καὶ εἰς τὸν λειμῶνα τῶν κατορθωμάτων τῆς γυναικὸς εἰσαγαγεῖν τὸν λόγον·
|
[00691]
|
Ἐπειδὴ γὰρ χρόνος παρῆλθε πολὺς, ἀναμνῆσαι βούλεται πά [54.657] λιν τῶν πρώην εἰρημένων·
|
[00879]
|
Ὅτι μὲν οὖν, τί ἐστιν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, πρώην εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, δῆλον ὑμῖν·
|
000-00-00 Serial Number=0137448430
[00039]
|
Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως·
|
000-00-00 Serial Number=0593128979
[00285]
|
Ὑμεῖς μὲν πρώην ἐπῃνέσατε τὸν ∆αυῒδ τῆς ἀνεξικακίας·
|
[00504]
|
Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον.
|
[00663]
|
καὶ τοῦτο δῆλον καὶ ἐξ ἄλλων μὲν πολλῶν, καὶ ἀπ' αὐτῆς δὲ τῆς προκειμένης ἡμῖν ἱστορίας τῆς περὶ τοῦ ∆αυῒδ, ἣν ἄξιον καὶ σήμερον παραγαγεῖν εἰς μέσον, πρότερον ἀναμνήσαντες ὑμῶν τὴν ἀγάπην, ποῦ τὸν λόγον κατελύσαμεν πρώην.
|
000-00-00 Serial Number=0271680593
[00523]
|
Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε·
|
[00824]
|
∆ιὸ δὴ πάντα τὰ εἰρημένα μετὰ ἀκριβείας φυλάξαντες, τά τε νῦν, τά τε πρώην λεχθέντα, μετὰ ἀσφαλείας ἁπάσης ἀποθώμεθα, καὶ πρὸς τὴν τῶν μελλόντων ῥηθήσεσθαι ἀκρόασιν ἐκ τῶν εἰρημένων ἐπιτηδειοτέρους ἑαυτοὺς κατασκευάσατε·
|
[00836]
|
Ἐπανίωμεν τοίνυν, ἔνθα πρώην κατελίπομεν τὸν λόγον ἵνα ἐκεῖθεν αὐτὸν ἀνελώμεθα.
|
[01288]
|
Ἀλλὰ μὴ ἀποκάμητε, ἕως ἂν πρὸς τὸ τέλος ἀφικώμεθα, ἐκεῖθεν ἀναλαβόντες τὸν λόγον, ἔνθα αὐτὸν κατελίπομεν πρώην.
|
[01569]
|
καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα.
|
000-00-00 Serial Number=0786745965
[00078]
|
Ταῦτα οὖν ἐννοήσας ἐκπλάγηθι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν ἀθάνατον, ὁ φθαρτὸς τὸν ἄφθαρτον, ὁ πρόσκαιρος τὸν αἰώνιον, ὁ χθὲς καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων Θεόν.
|
000-00-00 Serial Number=0526889205
[00024]
|
Οἶδα καὶ πρώην εἰρηκὼς περὶ τοῦ λῃστοῦ, ἀλλ' ἔχει διαφόρους ἱστορίας ὁ τοῦ σταυροῦ λόγος.
|
000-00-00 Serial Number=0637941420
[00396]
|
Τὰ λείψανα τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην·
|
[00402]
|
Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι, οὐδὲ ἀναγκάζων, οὐδὲ βιαζόμενος·
|
000-00-00 Serial Number=0747838974
000-00-00 Serial Number=0776483715
000-00-00 Serial Number=0553037286
[00378]
|
τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπάσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε.
|
[00845]
|
Ἤρκει μὲν οὖν πρώην δείξαντα ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβὶμ καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων καὶ μηδὲν περαιτέρω κινεῖν·
|
[01011]
|
Καὶ γὰρ καὶ πρώην περὶ τούτων διαλεχθείς, εἶδον ἑτοίμως ἅπαντας ὑπακούσαντας.
|
[01095]
|
Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν;
|
000-00-00 Serial Number=0823413193
[00005]
|
Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνομοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων, Κορινθίοις οὕτω γράφων καὶ λέγων·
|
000-00-00 Serial Number=0649675608
[00705]
|
Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη.
|
000-00-00 Serial Number=0946217954
[00064]
|
Καὶ ἦν ὁ πρώην μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον.
|
000-00-00 Serial Number=0668102145
[00291]
|
Εἴσῃ, ἀγαπητὲ, ἀφ' ὧν ἡ πεῖρα πρώην ἔδειξε.
|
[00592]
|
Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως εἰς ποίαν ἔληξε τὰ τῆς προτέρας ὁμιλίας ῥήματα;
|
[00610]
|
Φέρε οὖν καὶ ἡμεῖς τῆς ὑποθέσεως ἁψώμεθα, καὶ τῶν πρώην [49.292] ῥηθέντων τὰ ἀκόλουθα εἴπωμεν·
|
[00623]
|
Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν, ὅτι πολλαὶ καὶ ποικίλαι ὁδοὶ τῆς μετανοίας, ἵνα εὔκολος ἡμῖν γένηται ἡ σωτηρία.
|
000-00-00 Serial Number=0855415881
[00015]
|
Ἐπειδὴ πρώην περὶ τῆς τοῦ Μονογενοῦς ἐξουσίας διελεγόμεθα, δεικνύντες ἴσην οὖσαν τὴν ἐξουσίαν τοῦ γεγεννηκότος αὐτὸν Πατρὸς, καὶ πολὺν ὑπὲρ τούτων ἀναλώσαμεν λόγον, πληγέντες τοῖς εἰρημένοις ἐκεῖνοι, φωνήν τινα εὐαγγελικὴν, ἑτέρως μὲν εἰρημένην, ἑτέρως δὲ παρ' αὐτῶν ὑποπτευθεῖσαν εἰρῆσθαι, ταύτην ἀντεπήγαγον λέγοντες·
|
000-00-00 Serial Number=0672075748
[00003]
|
Τοῦ Φαρισαίου καὶ τοῦ τελώνου μνημονεύσαντες πρώην, καὶ ἅρματα δύο τῷ λόγῳ ζεύξαντες ἐξ ἀρετῆς καὶ κακίας, ἑκάτερον ἐδείξαμεν, ὅσον μὲν τῆς ταπεινοφροσύνης τὸ κέρδος, ὅσον δὲ τῆς ἀπονοίας τὸ βλάβος.
|
000-00-00 Serial Number=0773792922
[00399]
|
Ἱκανῶς μὲν οὖν ἡμᾶς καὶ πρώην εἱστίασεν ἡ χρυσὸν δόκιμον καὶ καθαρὸν ῥέουσα γλῶττα, καὶ πηγὰς ἔχουσα μέλιτος ἐν τῷ στόματι, ἡ τοῦ μακαρίου, λέγω, Παύλου·
|
[00401]
|
Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμάζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπεροχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους.
|
000-00-00 Serial Number=0751051068
[00082]
|
ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν.
|
000-00-00 Serial Number=0159547627
[00024]
|
Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης;
|
000-00-00 Serial Number=0350744963
[00098]
|
∆ιὰ παρθένου γοῦν ἀπέκτεινε πρώην τὸν Ἀδὰμ ὁ διάβολος, διὰ παρθένου μετὰ ταῦτα κατηγωνίσατο τὸν διάβολον ὁ Χριστὸς, καὶ τὸ ξίφος ὅπερ ἦν ἠκονημένον αὐτῷ καθ' ἡμῶν, τοῦτο τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλὴν, ὅπερ καὶ ἐπὶ τοῦ ∆αυῒδ γέγονε.
|
000-00-00 Serial Number=0214591920
[00488]
|
Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφαῖς πιστεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱὸν, τὸν πρώην μὲν ἄσαρκον, ἐπὶ τέλει δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώτως·
|
000-00-00 Serial Number=0248234153
[00006]
|
Καὶ γὰρ πέμπτον ἔτος ἤδη παρέδραμεν, ἐξ οὗ πρὸς τὸν ποθούμενον ἀπεδήμησεν Ἰησοῦν ἐκεῖνος, καὶ καθάπερ χθὲς καὶ πρώην αὐτὸν ἑωρακότες, οὕτω μετὰ ζέοντος τοῦ φίλτρου πρὸς αὐτὸν ἀπηντήκατε τήμερον.
|
000-00-00 Serial Number=0459258139
[00003]
|
Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον, ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν·
|
000-00-00 Serial Number=0327834129
[00812]
|
Κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος νυμφίος ἐξαίφνης·
|
[00813]
|
ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθὼν καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρηνοῦ δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὡραΐζεται καὶ καλλωπίζεται πάλιν καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοὺς αὐτοὺς ἐνορᾷ καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας δι' οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο.
|
000-00-00 Serial Number=0904662311
[01954]
|
Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων, παρεῖναι σήμερον·
|
000-00-00 Serial Number=0564009309
[00198]
|
διὸ οὐδὲ μαθεῖν τι δεδυνήμεθα ὧν ἔφης ἐκεῖνον ἐρεῖν πρώην ἡμῖν ἐπιστέλλων, διὰ τὸ μηδαμοῦ τὸν ἄνθρωπον φαίνεσθαι.
|
[00199]
|
Ταῦτ' οὖν εἰδὼς, ἐκεῖνά τε ἅπερ δι' ἐκείνου πρώην ἐδήλωσας, καὶ εἴ τι πλέον ἡμᾶς γνῶναι ἀναγκαῖον, νῦν γοῦν γνωρίσαι ἡμῖν παρακλήθητι, καὶ τὰ περὶ τῆς ὑγείας σήμαινε τῆς σῆς, τῆς σφόδρα ἡμῖν περισπουδάστου, καὶ ὑπὲρ ἧς ἀεὶ μεριμνῶντες, ἀεὶ μανθάνειν ἐπιθυμοῦμεν.
|
[00265]
|
ἐπειδὴ δὲ καὶ τῇ κυρίᾳ μου Καρτερίᾳ πρώην ἦμεν ἐπεσταλκότες, ἔγνωμεν δὲ αὐτὴν μὴ διατρίβειν ἐκεῖσε, ἀλλὰ μακρὰν ὁδὸν ἀποδεδημηκέναι·
|
[01039]
|
Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν.
|
[01997]
|
Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν.
|
[03263]
|
Ἡμεῖς μὲν σοὶ καὶ πρώην ἐπεστάλκαμεν καὶ τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ τριβούνῳ Μαρκιανῷ·
|
[03387]
|
καὶ ἡμεῖς δὲ ὅπουπερ ἂν ὦμεν, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, περιφέροντες ὑμᾶς ἄπιμεν, ἐγκολάψαντες ὑμᾶς τῇ διανοίᾳ, καὶ τῷ συνειδότι ἐναποθέμενοι, καὶ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν περιστάσεων ὄχλος ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἐμμέλειαν τὴν ὑμετέραν πεποίηκεν, ἀλλ' ὡς χθὲς καὶ πρώην ὑμῖν συγγενόμενοι, μᾶλλον δὲ ὡς ἀεὶ μεθ' ὑμῶν ὄντες, ὥσπερ οὖν καὶ ἐσμὲν, οὕτως ὑμᾶς ὁρῶμεν, καὶ φανταζόμεθα τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς.
|
000-00-00 Serial Number=0603973687
[00202]
|
Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαίροντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλίζεσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον, εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως;
|
[00257]
|
Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν, οὐ δι' ἀνέσεων, καὶ οἱ πρώην σκανδαλισθέντες μετὰ ταῦτα διωρθοῦντο καὶ οἱ πλανηθέντες ἐπανήγοντο καὶ τὰ κατεσκαμμένα ᾠκοδομεῖτο μειζόνως.
|
[00270]
|
[8.1] Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σὴν καταστεῖλαί σου τῆς ὀδύνης τὴν φλεγμονήν·
|
[00536]
|
«Ἀπορφανισθέντες γάρ, φησίν, οὐ χρόνον ἀλλὰ πρὸς καιρὸν ὥρας, καὶ χωρισθέντες οὐ διανοίᾳ ἀλλὰ προσώπῳ μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην, καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς ἑωρακέναι, ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας.».
|
[00723]
|
Ἐδήλωσάν μοι οἱ μονάζοντες οἱ Μαρσεῖς, οἱ Γότθοι, ἔνθα ἀεὶ ἐκρύπτετο Σαραπίων ὁ ἐπίσκοπος ὅτι Μοδουάριος ἦλθεν ὁ διάκονος ἀπαγγέλλων ὅτι Οὐνίλας ὁ ἐπίσκοπος ὁ θαυμάσιος ἐκεῖνος ὃν πρώην ἐχειροτόνησα καὶ ἔπεμψα εἰς Γοτθίαν πολλὰ καὶ μεγάλα κατορθώσας ἐκοιμήθη·
|
[00752]
|
Καὶ οἶσθα, εἴ γε μέμνησαι καὶ πρώην οὐ γὰρ πολὺς ὁ μεταξὺ χρόνος , πολλούς μοι καὶ μακροὺς ὑπὲρ τούτων ἀναλωθέντας λόγους, ὅτε δὴ συνεχῶς ἐπέλεγον τὰς ἱστορίας ἃς εἰς μέσον ἦγον.
|
[01405]
|
Ἐπειδὴ δὲ καὶ περὶ τῆς τοῦ σώματος ἡμῶν ὑγιείας βούλει μανθάνειν, ἀπηλλάγημεν τέως τῆς πρώην ἐνοχλούσης ἡμῖν ἀρρωστίας καὶ ῥᾷον διακείμεθα νῦν·
|
[01507]
|
Ἔπεμψά σοι ἅπερ ἔγραψα πρώην ὅτι «Τὸν ἑαυτὸν οὐκ ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται», καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα ὁ λόγος ὃν ἀπέσταλκά σου τῇ τιμιότητι νῦν.
|
000-00-00 Serial Number=0867564440
[02681]
|
Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
|
[04444]
|
Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
|
[06210]
|
Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων·
|
[07578]
|
διὰ βρώσεως ἐξεβλήθημεν πρώην, διὰ βρώσεως εἰσήχθημεν πάλιν.
|
000-00-00 Serial Number=0613840520
[01547]
|
Φευκτὸς, φησὶν, ὑπὸ τῶν πρώην συνομιλούντων γέγονα, καὶ πολεμίους ἔσχον τοὺς πρώην ἀγαπῶντας·
|
000-00-00 Serial Number=0701367259
[00188]
|
Οὐκ ἐβόας πρώην λέγων, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν;
|
000-00-00 Serial Number=0647222102
[00433]
|
Ἤδεισαν γὰρ, ὅτι τὸ πρώην παρ' αὐτοῦ εἰρημένον, ὅτι Οὐδεὶς οἶδε τὴν ἡμέραν, διακρουομένου ἦν, οὐκ ἀγνοοῦντος, ἀλλ' ἀναβαλλομένου τὴν ἀπόκρισιν·
|
000-00-00 Serial Number=0621852398
[00101]
|
Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.
|
000-00-00 Serial Number=0948877037
[00197]
|
Ἆρα μέμνησθε τῶν ζητημάτων τῶν πρώην προτεθέντων ὑμῖν;
|
[01355]
|
Εἰ μὲν ἦν δυνατὸν ὑμῖν εἰδέναι, τί μὲν ἡμῖν εἴρηται, τί δὲ ὑπολέλειπται, καὶ ποῦ μὲν τὸν λόγον κατε λύσαμεν πρώην, πόθεν δὲ αὐτὸν σήμερον ἀνελέσθαι χρὴ, εὐθέως τὰ προοίμια ἀπὸ τῆς ἀκολουθίας τῶν πρώην εἰρημένων ἐποιησάμην ἄν.
|
[01466]
|
∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν πρώην λεχθέντων.
|
[01482]
|
∆ιὰ τοῦτο μακρότερον ἐποιήσαμεν τὸν λόγον, καὶ περὶ τῶν ἐξαρχῆς ὀνομασθέντων πρώην εἰπόντες, σήμερον διανοούμεθα περὶ τῶν διωνύμων εἰπεῖν, ὡς εἷς ἐστιν ὁ Ἀβραάμ.
|
000-00-00 Serial Number=0152556539
[01429]
|
Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν.
|
[01909]
|
Τάχα πέρα τοῦ δέοντος ἐφάνημεν ὑμῖν ἐπαχθεῖς καὶ φορτικοὶ πρώην, πληκτικωτέρῳ χρησάμενοι τῷ λόγῳ, καὶ μακρὰν κατὰ τῆς τῶν πολλῶν ῥᾳθυμίας ἀποτείναντες τὴν κατηγορίαν.
|
[01915]
|
Ἐπεὶ οὖν ἱκανῶς ὑμῶν καθηψάμεθα πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν.
|
[03339]
|
Ἀπεδείχθη μὲν ἡμῖν τοῦτο καὶ πρώην·
|
[04055]
|
Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι.
|
000-00-00 Serial Number=0174757779
[00004]
|
Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε·
|
[00025]
|
[50.573] Ἐγένετό τις βασιλεὺς ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἀσεβείᾳ νικήσας τοὺς ἔμπροσθεν ἅπαντας, περὶ οὗ καὶ πρώην διελέχθην ὑμῖν·
|
000-00-00 Serial Number=0645934820
[00105]
|
βλέπει δὲ τὴν ὑπ' αὐτοῦ πρώην πατουμένην τὸ ξύλον τῆς ζωῆς τρυφῶσαν, αὐτὸς δὲ ἐναπομείνας τῇ προτέρᾳ κατάρᾳ·
|
[00107]
|
θεωρεῖ παρεστῶσαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ.
|
000-00-00 Serial Number=0306561410
[00102]
|
οὐ πρώην ἀπεστάλης ἀπ' ἐμοῦ πρὸς Ζαχαρίαν τὸν ἱερέα;
|
[00112]
|
οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα;
|
000-00-00 Serial Number=0039708495
[00071]
|
Ὅπερ καὶ πρώην πρὸς αὐτοὺς ἔλεγεν·
|
000-00-00 Serial Number=0882686675
[00004]
|
Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν
|
[00107]
|
τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ' ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων χρημάτων, καὶ εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀνα [51.256] μίξαντες, οὐδὲ δῆλοι λοιπὸν ἦσαν οἱ πρώην ὄντες εὔποροι·
|
000-00-00 Serial Number=0663993835
[00267]
|
Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι.
|
000-00-00 Serial Number=0076847255
[07338]
|
Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης·
|
000-00-00 Serial Number=0505462289
[03779]
|
Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων·
|
[03827]
|
Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖ [61.112] ρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων.
|
[04408]
|
Ἀλλὰ τοῦτο παρ' αὐτοῖς πρώην μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι·
|
000-00-00 Serial Number=0405591309
[02834]
|
Ἣν πρώην ἡμεῖς διελέχθημεν πρὸς ὑμᾶς.
|
000-00-00 Serial Number=0584781885
[02955]
|
Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐσημότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης.
|
000-00-00 Serial Number=0095977247
[01459]
|
Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ' αὐτοῦ τοῦ πάντων ∆εσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν αὐτῷ δεικνὺς τὸν Χριστόν.
|
000-00-00 Serial Number=0353589892
[00419]
|
Ὥσπερ γὰρ πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει·
|
[03681]
|
Οὐχὶ τοῦτο ἔλεγον πρώην, ὅτι ἂν μὲν πᾶσιν ἀδιαφόρως διδῶμεν, ἀεὶ ἐλεήσομεν·
|
[03969]
|
Εἰ μὲν οὖν πρώην ὁ Χριστὸς τὸ κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ τὸν Ἀαρών·
|
000-00-00 Serial Number=0394655764
[00597]
|
∆ιελέχθην περὶ γεέννης πρὸς ὑμᾶς πρώην, καὶ ἀνεβαλόμην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον·
|
000-00-00 Serial Number=0267246723
[04489]
|
Ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν, ὅτι, ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναί φησιν, οὕτω καὶ ἐνταῦθα.
|
000-00-00 Serial Number=0349608123
[00016]
|
∆ιὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν ἐχειραγωγοῦμεν ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια διηγούμενοι, καὶ μετ' ἐκεῖνον τοῦ γενναίου μάρτυρος Ῥωμανοῦ τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος.
|
000-00-00 Serial Number=0939621091
[00433]
|
Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας.
|
[00562]
|
Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν;
|
000-00-00 Serial Number=0845790684
[00654]
|
Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην [55.513] γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρμίσωμεν.
|
000-00-00 Serial Number=0536156416
[00006]
|
Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην ἐδώκαμεν·
|
000-00-00 Serial Number=0925935686
[00003]
|
Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς·
|
000-00-00 Serial Number=0311468482
[00266]
|
Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχθῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγινωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρεκελεύετο τὸν τῶν ὅλων Θεόν.
|
000-00-00 Serial Number=0677758276
[00005]
|
ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς νοήμασι.
|
[00006]
|
Τὸ μὲν γὰρ πρώην ἀναγνωσθὲν τοῦτο ἦν·
|
[00011]
|
Ἐπεὶ οὖν ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην ἐπιτεῖνον, καὶ διεγεῖρον τὸ πένθος, μεμνημένοι τῶν πρώην εἰρημένων, ἃ τοὺς πενθοῦντας παρακαλοῦντες εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ' ἐκείνων εἰς τὰ ταμιεῖα τῆς διανοίας ἀπόθεσθε.
|
000-00-00 Serial Number=0447724342
[00078]
|
Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ῥημάτων;
|
000-00-00 Serial Number=0218819797
[00040]
|
Σπεύδει γὰρ ὁ λόγος ἀποδοῦναι τὸ δάνειον ὃ πρώην καλάμῳ γλώσσης ἐχειρογράφησεν, εἰπόντος τοῦ σωτῆρος τοῖς μαθηταῖς·
|
000-00-00 Serial Number=0600052476
[00020]
|
Ἠκούσαμεν πρώην, ὅπως ὁ μὲν προφήτης ἐκήρυσσεν, ἡ δὲ πόλις ἐθορυβεῖτο, καὶ ὅτι καθάπερ εἰς πέλαγος πνεῦμα χαλεπὸν ταράττει, οὕτως εἰς τὸν δῆμον τῶν Νινευϊτῶν ἡ φωνὴ πεσοῦσα τοῦ Ἰωνᾶ πάντα ζάλης καὶ χειμῶνος ἔπλησεν.
|
000-00-00 Serial Number=0560297310
[01181]
|
Τί οὖν τὸ ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην;
|
000-00-00 Serial Number=0805234194
[00080]
|
Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου τοὺς πόδας;
|
000-00-00 Serial Number=0380909383
[00018]
|
Ταύτης πρώην ἐπήκουες τῆς φωνῆς·
|
000-00-00 Serial Number=0659926295
[00125]
|
ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σή μερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μη τρῴοις ἐμβρύοις.
|
[00137]
|
ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν·
|
000-00-00 Serial Number=0992248118
[00009]
|
ἀλλ' ὅμως οὐκ ἐνέπλησεν αὐτοῖς τὴν ὠμότητα τὸ σωτήριον πάθος, ἀλλ' ἔτι διψῶσιν αἵματος οἱ πρώην ∆εσποτικὸν αἷμα ἐκχέαντες, καὶ φρονοῦσιν ὁμοίως κατὰ τῶν δούλων οἱ τὸν ∆εσποτικὸν ἐργασάμενοι φόνον.
|
000-00-00 Serial Number=0924664974
[01590]
|
Ὅτι δὲ ἦν καὶ πρώην, δῆλον ἐκ τῶν νεφελῶν·
|
000-00-00 Serial Number=0026767433
[00003]
|
Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοι μίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φω νὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών.
|
000-00-00 Serial Number=0959900975
[00003]
|
Ἱκανῶς ὑμῶν, οἶμαι, καθηψάμεθα πρώην, καὶ βαθυτέραν ἐδώκαμεν τὴν πληγήν·
|
[00014]
|
Ἀνέγνωμεν ὑμῖν πρώην τὸν Παύλου νόμον περὶ τῆς τῶν μυστηρίων κοινωνίας κείμενον τοῖς μεμυημένοις ἅπασιν.
|
000-00-00 Serial Number=0629677594
[00005]
|
Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατέβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς.
|
[00008]
|
Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις κομίζων ψυχαῖς.
|
[00017]
|
Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως γενομένης τοῦτο ἐδείξατε μάλιστα.
|
000-00-00 Serial Number=0650316000
[00020]
|
Οὐκ ἔγνωτε οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο;
|
[00025]
|
οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνήματα διασπαρῆναι παρεσκεύασαν.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»