Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προθύμως [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προθύμως


000-00-00 Serial Number=0099660456
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00805]  ὁ δὲ ἐνταῦθα τὰς θλίψεις προθύμως ἐνεγκὼν, καὶ ἐνταῦθα καὶ ἐκεῖ λαμπρὸς ἔσται καὶ ἐπίδοξος δόξαν τὴν ἀθάνατον καὶ ἀληθῆ.
000-00-00 Serial Number=0311412334
Ad populum Antiochenum Ante [Go Back]  
 [02643]  Ποῖος πόνος εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ παρὰ τοῦ προθύμως διδόντος Θεοῦ;
000-00-00 Serial Number=0739572227
Contra theatra Ante [Go Back]  
 [00112]  Ἐκοινώνει δέ σοι προθύμως τῶν ἔργων ἡ σύζυγος, καὶ πλήθει ἀζύμων ἄρτων ἐστεφάνου τὴν τράπεζαν·
 [00167]  Τοιγαροῦν προθύμως ὑπομένει τὸ πρόσταγμα, καὶ μεθ' ἡδονῆς ἀφράστου τὴν θυσίαν ἐργάζεται, ταῦτα λογισάμενος, ὡς εἰκός·
000-00-00 Serial Number=0202345967
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00302]  Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.
000-00-00 Serial Number=0759764493
De Lazaro et divite Ante [Go Back]  
 [00012]  ἵν' οἱ μὲν πλούσιοι ἐκ τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρονίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλίψεως διεκδράμωσιν.
000-00-00 Serial Number=0687789679
De jejunio et eleemosyna Ante [Go Back]  
 [00044]  κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω.
000-00-00 Serial Number=0790371835
De jejunio sermones 1 Ante [Go Back]  
 [00578]  ἵν' ἡμᾶς παιδεύσῃ προθύμως καταδέχεσθαι τὴν αἰτίαν ταύτην, δι' ἧς νεάζεται ἡ λογικὴ χώρα, δι' ἧς ἐκτίλλονται ἄκανθαι, δι' ἧς σβέννυνται ἐπιθυμίαι, δι' ἧς καταλύεται τὰ ἔργα τοῦ διαβόλου, δι' ἧς ἡγίασται τὰ ὕδατα τοῦ Ἰορδάνου, δι' ἧς ἀναγεννᾶται ἄνθρωπος, δι' ἧς κατέρχεται τὸ Πνεῦμα τὸ ἅγιον, δι' ἧς ζωὴ καὶ ἀνάστασις.
000-00-00 Serial Number=0760152221
De mansuetudine sermo Ante [Go Back]  
 [00007]  Οὐ γὰρ οὕτως [63.550] ἀγαπᾶται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας·
 [00008]  καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι.
000-00-00 Serial Number=0205730498
De meretrice Ante [Go Back]  
 [00051]  ὀρθῶς ἔκρινας» Καὶ σὺ χρεστεῖς μοι τῆς ἑαυτοῦ ζωῆς εὐθύνας πολλὰς, κἀγὼ συνεχώρησά σοι καθάπερ καὶ ταύτῃ τῆς πολιτείας τὰ ἐγκλήματα, καὶ σοῦ καλέσαντός με προθύμως ὑπήκουσα καὶ ὁμορόφιος ἐγενόμην καὶ ὁμοδίαιτος·
000-00-00 Serial Number=0241737366
De mutatione nominum Ante [Go Back]  
 [00685]  ἀλλ' οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλεγόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνοντας καὶ διορθῶμεν.
000-00-00 Serial Number=0702991664
De paenitentia [1] Ante [Go Back]  
 [02747]  ∆ιεγέρθητε, παρακαλῶ, διεγέρθητε, καὶ τῶν λεγομένων προθύμως ἀκούσωμεν.
000-00-00 Serial Number=0548904061
De patientia sermo 2 Ante [Go Back]  
 [00201]  Πάππος μου τυγχάνει Ἰσαὰκ, ἐκεῖνος ὁ ἐπὶ θυσίαν ἑαυτὸν ἀνενεγκὼν προθύμως·
000-00-00 Serial Number=0509640992
De pseudoprophetis Ante [Go Back]  
 [00384]  Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου.
000-00-00 Serial Number=0569507837
De sacerdotio Ante [Go Back]  
 [00548]  Οἱ δὲ οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ' ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς.
 [00569]  ∆εῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς ὡς
000-00-00 Serial Number=0251174390
De spe Ante [Go Back]  
 [00006]  Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.
 [00011]  πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ, οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω [60.773] προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα.
 [00026]  ἀλλὰ πάντα ὑπόμενε προθύμως διὰ τὴν ἐλπιζομένην ἐν τρυφῇ τοῦ παραδείσου ἀνάκτησιν.
000-00-00 Serial Number=0559873462
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09999]  ∆ιεγέρθητε, παρακαλῶ, καὶ τῶν λεγομένων προθύμως ἀκούσατε.
000-00-00 Serial Number=0760180056
Epistula ad abbatem Ante [Go Back]  
 [00103]  Καθὼς αὐτοὶ παρῆλθον ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι καὶ διὰ πυρὸς καὶ ξίφους, οἳ καὶ διὰ πάσης θλίψεως προθύμως παρῆλθον καὶ ἡμεῖς οὖν ἕως θανάτου μιμησώμεθα.
000-00-00 Serial Number=0217548847
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04488]  Ὥσπερ τοίνυν, φησὶ, τὸ ἐπίῤῥημα τοῦτο λέγοντες προθύμως πατοῦσι τὴν σταφυλὴν, οὕτως ὑμᾶς καταπατήσει, ὡς ληνοβάτης ὁ Βαβυλώνιος ἅπαντα τὰ ἔθνη.
 [04819]  Τουτέστιν, ὡς ἐν τῇ ἑορτῇ τοῦ Φασὲκ, οὕτως ἅπαντας ἐπανελθεῖν προθύμως ποιήσω.
000-00-00 Serial Number=0358076751
In Acta apostolorum Ante [Go Back]  
 [02628]  Εἰπὲ δή μοι, εἰ χρήματα ἐκέλευσα εἰσενεγκεῖν, οὐκ ἂν προθύμως ἕκαστος τὰ κατὰ δύναμιν συνεβάλεσθε;
 [03142]  Εἰ γὰρ πάντα ῥῖψαι ἐχρῆν, οὐκ ἔδει προθύμως ἐᾷν;
 [06186]  Ναὶ παρακαλῶ, μὴ παρέργως, ἀλλὰ προθύμως τοῦ πράγματος ἀντιλάβεσθε.
 [07990]  Εἰ γὰρ πεσεῖν πολεμοῦντα ἔδει, οὐκ ἐχρῆν προθύμως τοῦτο ἑλέσθαι;
 [09999]  Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύμως ἀπεδέχοντο αὐτὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχομένων, μετενόουν.
000-00-00 Serial Number=0336090207
In Isaiam Ante [Go Back]  
 [02092]  Ἐπειδὴ γὰρ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ ἐξωμολογήσατο καὶ τὰ Σεραφὶμ εἶδεν ἀποσταλέντα καὶ ἐκκαθάραντα αὐτοῦ τὰ χείλη, προσδοκήσας ὅτι καὶ τῷ λαῷ ταῦτα συμβήσεται καὶ ταῦτα ἀπελεύσεται ἀπαγγέλλων, προθύμως ἥρπασε τὸ λεχθέν.
000-00-00 Serial Number=0390758336
In Joannem Ante [Go Back]  
 [03267]  ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ' ἑτέρων θήραν ἐλθεῖν.
000-00-00 Serial Number=0698128462
In Psalmos 101-107 Ante [Go Back]  
 [00703]  οἱ δὲ ἄνθρωποι τὸν πρὸ τῆς χθὲς ἡμέρας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐπὶ τοῖς ἔργοις διημερεύουσιν.
 [01093]  τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν ἐκ Θεοῦ, οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ, ἀλλ' ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλω θὲν τῆς Αἰγύπτου.
000-00-00 Serial Number=0049394548
In Psalmum 118 Ante [Go Back]  
 [01463]  οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοή θειαν.
000-00-00 Serial Number=0112966895
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00249]  Εἰπὲ γάρ μοι, εἴ σε προσελθὼν ὁ βασιλεὺς ᾔτησε μετὰ τῆς ἁλουργίδος, οὐκ ἂν προθύμως ἅπαντα τὰ ὄντα δέδωκας;
 [01736]  Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι;
000-00-00 Serial Number=0757638037
In epistulam ad Ephesios Ante [Go Back]  
 [00983]  Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τούτων οὐκ ἐχρῆν προθύμως καταδέχεσθαι;
000-00-00 Serial Number=0754960060
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07503]  Εἰ τοίνυν ἐκεῖνος τὸ μὴ προθύμως συγκακουχηθῆναι τοῖς ἄλλοις, ἁμαρτίαν ἐνόμισε·
 [09361]  διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας·
000-00-00 Serial Number=0656487644
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00025]  οὕτω γὰρ προθύμως ἐπὶ τὰ καλλίκαρπα δένδρα τῶν ἁγίων πατέρων ζέοντες τῷ πνεύματι ἐπειχθήσεσθε.
000-00-00 Serial Number=0208923936
In illud In faciem ei restiti Ante [Go Back]  
 [00022]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς πρὸς τὴν ὑμετέραν ἀγάπην προθύμως διαλεγόμεθα.
 [00308]  Ὅταν γὰρ πρός τινα ἀηδῶς ἔχωμεν, κἂν ὑγιές τι λέγῃ, οὐ προθύμως, οὐδὲ μεθ' ἡδονῆς δεχόμεθα τὰ λεγόμενα·
000-00-00 Serial Number=0968057930
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00003]  Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον.
 [00024]  ∆ιὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι.
000-00-00 Serial Number=0878827333
In magnam feriam Ante [Go Back]  
 [00028]  ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο.
000-00-00 Serial Number=0269504964
In omnes sanctos Ante [Go Back]  
 [00082]  ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο.
000-00-00 Serial Number=0666014552
In parabolam de filio prodigo Ante [Go Back]  
 [00109]  Οὐκ ἀνέμεινε τὸν προσκρούσαντα πλησίον ἐλθεῖν, ἀλλ' αὐτὸς αὐτῷ προαπήντησε προθύμως.
000-00-00 Serial Number=0958358347
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00076]  Νινευῗται δὲ προθύμως ἐξετέλουν τὰ κελευόμενα·
000-00-00 Serial Number=0073209286
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00142]  μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι;
000-00-00 Serial Number=0440509498
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00046]  Οὕτω καὶ οἱ πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ πρὸς τὸν στέφανον βλέποντες·
 [00074]  καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον, ἀλλ' ἢ τρόπαιον καθ' ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης.
000-00-00 Serial Number=0140549779
Quales ducendae sint uxores Ante [Go Back]  
 [00367]  οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»