Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προτέρου [79]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προτέρου


000-00-00 Serial Number=0676609814
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00859]  Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ, καὶ τῆς κιβωτοῦ προκύψαντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων.
 [01354]  Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤῥήσας μετὰ τῶν Ἰουδαίων λοιπὸν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ.
 [01606]  ὡς δὲ μόλις καὶ μετὰ πολλῆς τῆς κολακείας εἶξαν τῷ βασιλεῖ, πάλιν ἀποπηδήσαντες προσετέθησαν τῷ Σαβεὲ, καὶ πάλιν ἐξ ἀρχῆς ἕτερος ἐτίκτετο πόλεμος τῶν τοῦ προτέρου λειψάνων μενόντων ἔτι.
000-00-00 Serial Number=0255613089
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00467]  Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ τοσοῦτον ἀξιοῦμεν μόνον, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν.
 [00503]  ὁ δὲ τάξιν φυλάττων καὶ τὸ κυριώτερον θερα πεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ προτέρου σωτηρίας, καὶ τοῦτο διέσωσεν.
000-00-00 Serial Number=0131823480
Ad illuminandos catecheses Ante [Go Back]  
 [00122]  Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ' αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.
000-00-00 Serial Number=0601031661
Ad populum Antiochenum Ante [Go Back]  
 [03803]  ∆ιὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν.
000-00-00 Serial Number=0087389052
Adversus Judaeos Ante [Go Back]  
 [02611]  Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῇν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτὸν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν εἰργάζετο.
000-00-00 Serial Number=0383871078
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01108]  καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν.
 [01495]  τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος.
000-00-00 Serial Number=0915262401
Catecheses ad illuminandos Ante [Go Back]  
 [00844]  καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξάμενοι, ἀξίαν τοῦ ἐνοικοῦντος τὴν πολιτείαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γενέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα ἀποστόλου γενομένου.
000-00-00 Serial Number=0996076226
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00443]  [91] Ὅτι γὰρ μείζονα τοῦ προτέρου φόβον τούτοις τοῖς δευτέροις εἰργάσατο δῆλον ἐκεῖθεν.
 [00491]  Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται, νεφέλην καὶ κατακλυσμὸν τὸν τοῦ προτέρου βασιλέως καιρὸν καλῶν.
000-00-00 Serial Number=0916171372
De Davide et Saule Ante [Go Back]  
 [00621]  Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν·
000-00-00 Serial Number=0105776072
De fato et providentia Ante [Go Back]  
 [00484]  γενόμενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα.
000-00-00 Serial Number=0374791563
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00370]  Ἔχει δέ τινα τοῦτο καὶ πλείονα τοῦ προτέρου ἡδονήν, ὅσῳ καὶ πολλὴν τὴν περιπέτειαν καὶ μείζους ἦσαν τὴν ἡλικίαν.
000-00-00 Serial Number=0991756320
De jejunio [1] Ante [Go Back]  
 [00041]  ὅτι ἡ μὲν πρώτη νομοθεσία ἀργήσει, συντριβομένη διὰ τὴν τοῦ προτέρου λαοῦ ἀπιστίαν·
000-00-00 Serial Number=0056328356
De libello repudii Ante [Go Back]  
 [00095]  Μετὰ τὸ μιανθῆναι αὐτὴν, ἐμφαίνων διὰ τοῦ τρόπου τῆς λέξεως, ὅτι ὁ δεύτερος γάμος, ζῶντος τοῦ προτέρου ἀνδρὸς γενόμενος, μίασμα μᾶλλόν ἐστιν, ἢ γάμος.
 [00167]  Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου.
000-00-00 Serial Number=0553713322
De meretrice Ante [Go Back]  
 [00066]  τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ' οἷς προςῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρόςωπον στῆναι, ἀλλ' ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην;
000-00-00 Serial Number=0675755203
De mutatione nominum Ante [Go Back]  
 [00124]  Πρῶτον, τίνος ἕνεκεν ἀναμιμνήσκει αὐτὸν τοῦ προτέρου βιβλίου.
000-00-00 Serial Number=0404539227
De non iterando conjugio Ante [Go Back]  
 [00030]  ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν.
 [00051]  οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς.
 [00053]  Ποίαν δὲ ὅλως ἔχειν οἴεται ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τούτοις ὁρῶντα τὴν ἐκείνου γυναῖκα;
 [00188]  Τί οὖν, ἂν ᾖ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα, δευτέρῳ γαμεῖται πάλιν;
000-00-00 Serial Number=0120958149
De paenitentia [2] Ante [Go Back]  
 [00385]  ἣν οὐκ ἐπαινῶ τοῦ προτέρου βίου, μακαρίζω δὲ τοῦ δευτέρου τέλους.
000-00-00 Serial Number=0700888395
De proditione Judae Ante [Go Back]  
 [00072]  μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου, ἐγένετο βελτίων καὶ σωφρονεστέρα.
 [00476]  μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα.
000-00-00 Serial Number=0461036623
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02919]  ἡ δὲ δεύτερον ἐπεισαγαγοῦσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας, καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν.
 [02922]  Ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ' ἐκείνου, καὶ οὔτε τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχηματιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς.
 [03715]  Εἰ δὲ ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρῶς καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν.
 [08422]  κατὰ τίνων δὲ τὸ κράτος ἀναλαβεῖν οὐκ ἐπήρθη, καὶ τὸ φρύαγμα τοῦ προτέρου μεῖζον οὐκ ἂν ἐπεδείκνυ, καὶ τὸν οὐρανὸν αὐτὸν πολυπραγμονεῖν οὐχ ἡγεῖτο τόλμαν;
000-00-00 Serial Number=0618275046
Expositiones in Psalmos Ante [Go Back]  
 [01471]  διὰ μὲν τοῦ προτέρου τὴν ἀῤῥενομιξίαν, διὰ δὲ τοῦ δευτέρου τοὺς φόνους, διὰ δὲ τοῦ τρίτου τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν.
 [03497]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
 [05260]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
000-00-00 Serial Number=0021010458
In Acta apostolorum Ante [Go Back]  
 [03398]  Ἰδοὺ καὶ ἄλλο σημεῖον οὐκ ἔλαττον τοῦ προτέρου.
 [03888]  Ὅρα καὶ νῦν μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου.
 [09999]  καὶ δέον ὑπὲρ τοῦ προτέρου καταπλαγῆναι καὶ καταισχυνθῆναι, πάλιν ἐπιχειροῦσιν ἀνελεῖν, ὥστε πάλιν λαμπρότερον γενέσθαι τὸν ὑπὲρ αὐτοῦ λόγον.
000-00-00 Serial Number=0626952171
In Genesim sermones Ante [Go Back]  
 [00480]  ἥ ἐστι καὶ δεύτερον δουλείας εἶδος τοῦ προτέρου φορτικώτερον, καὶ αὐτὸ δὲ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἐκ τῆς ἁμαρτίας ἔχει.
000-00-00 Serial Number=0054183185
In Heliam et viduam Ante [Go Back]  
 [00064]  Ὅτε γοῦν τοὺς χαλεποὺς κεραυνοὺς κατὰ τῶν Σοδομιτῶν ἀφεῖναι ἤμελλε, καὶ δήμους καὶ πόλεις ἀναρπάζειν ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς ἐκείνης, ὅτε τὸν καινὸν καὶ παράδοξον ὑετὸν ἐπὶ τὴν γῆν ἠφίει, τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶτον καὶ μόνον ἥλιος ἐπεῖδεν·
000-00-00 Serial Number=0974821687
In Isaiam Ante [Go Back]  
 [00195]  Τοῦτο τοῦ προτέρου βαρύτερον.
 [00357]  Τοῦτο πλέον τοῦ προτέρου·
 [01665]  Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων·
000-00-00 Serial Number=0793411553
In Joannem Ante [Go Back]  
 [01775]  Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου τόκου καταμαθόντες, τοῦ δι' αἱμάτων καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην τινὰ κἀντεῦθεν περὶ αὐτοῦ λάβωμεν ἔννοιαν, καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν.
 [02235]  ἀσθενὲς μὲν γὰρ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν.
 [03876]  Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον.
 [04000]  Καθάπερ γὰρ ἐκεῖ τοῦ προτέρου ῥεύματος προχωροῦντος, ἕτερα ἐπέρχεται πάλιν·
000-00-00 Serial Number=0033625841
In Psalmos 101-107 Ante [Go Back]  
 [00191]  ∆ύναται τὸ, Κατ' ἀρχὰς, κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων, πάντων τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγενῆσθαι, οὐδενὸς προτέρου αὐτῆς ὄντος.
 [01169]  Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ αὐτῶν.
 [01688]  Ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ ἐκ τοῦ προτέρου λαοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτῆς.
000-00-00 Serial Number=0912531316
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01561]  Καὶ περὶ μὲν τοῦ προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ·
000-00-00 Serial Number=0414669871
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01776]  ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου μόνον, ἀλλὰ καὶ τούτου γέγονε κώλυμα.
 [05269]  Τοῦτο τοῦ προτέρου ἔλαττον·
 [06709]  ∆ιόπερ τοσαῦτα εἰπὼν ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόμον χωρεῖ, οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγμα.
 [06843]  Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον·
 [09009]  ∆ήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι.
 [09999]  Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε-δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος·
000-00-00 Serial Number=0679189265
In epistulam ad Ephesios Ante [Go Back]  
 [02294]  Καὶ γὰρ ἑτέρου δεσμωτηρίου μέμνημαι, ἐκείνου μὲν τοῦ προτέρου τοῦ ἐν Ῥώμῃ, τούτου δὲ τοῦ ἐν Καισαρείᾳ, νῦν δὲ τοῦ ἐν Ἱεροσολύμοις.
 [04432]  Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται.
 [07105]  Καὶ πανταχοῦ ἡ φθορὰ μεταβολή τίς ἐστιν ἐπὶ τὸ χεῖρον, ἐφ' ἑτέραν ἕξιν καὶ ἀφανισμὸν τοῦ προτέρου γινομένη.
000-00-00 Serial Number=0010325909
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00638]  Τοῦτο γὰρ ἀπορώτερον μὲν, ὥσπερ ἔφθην εἰπὼν, τοῦ προτέρου, ἱκανὸν δὲ κἀκείνου τὴν λύσιν ἡμῖν παρασχεῖν.
 [01196]  Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον.
000-00-00 Serial Number=0330331504
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02869]  εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, [63.78] πῶς τοῦ δευτέρου ἅψεται;
 [04624]  Τὰ μὲν οὖνἅγια τοῦ προτέρου καιροῦ σύμβολά ἐστιν·
000-00-00 Serial Number=0367568135
In epistulam ad Romanos Ante [Go Back]  
 [02111]  ὃ πολλῷ τοῦ προτέρου μᾶλλον αὐτοὺς ἐξετάραττε.
 [03292]  Χρεία δὲ κατασκευάσαι λοιπὸν, ἐπειδὴ μεῖζον εἶπε τοῦ προτέρου τὸ δεύτερον, καὶ αὐτὸ τοῦτο πάλιν.
 [03933]  ὥσπερ οὖν τότε διπλῇ παρεβλάπτεσθε, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐδὲ εἰδότες αἰσχύνεσθαι, ὅπερ τοῦ προτέρου μεῖζον ἦν·
 [04024]  Οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι ἀνδρὶ, τελευτήσαντος τοῦ προτέρου.
 [04054]  Εἶδες τοῦ προτέρου ἀνδρὸς τὸ κέρδος;
 [04388]  Οὕτω γοῦν καὶ τὴν ἐκείνου καταλύσεις μανίαν, καὶ τοῦ προτέρου λήψῃ μισθὸν ἐκ τοῦ δευτέρου, καὶ τὴν ἐπ' ἐκείνῳ καταλύσεις ὀργήν.
 [04744]  τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου·
 [05103]  Οὗτος γὰρ πάλιν πολλῷ τοῦ προτέρου μείζων ὁ στέφανος.
000-00-00 Serial Number=0451597989
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00324]  Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον·
000-00-00 Serial Number=0049789190
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00319]  διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ' ἐπιτρέπω καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι'
000-00-00 Serial Number=0391873300
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00232]  Αὐτὸς δὲ οὐχὶ καταλλαγῆναι μόνον ἐκέλευσεν, ἀλλὰ καὶ θρέψαι, ὃ πολὺ τοῦ προτέρου βαρύτερον ἦν.
000-00-00 Serial Number=0893147826
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00121]  Ἐπεὶ οὖν τοσαῦτα ἐκαρπωσάμεθα ἐκ τοῦ προτέρου παραλύτου, φέρε ἔλθωμεν καὶ ἐφ' ἕτερον κἂν παρὰ τῷ Ματθαίῳ κείμενον.
000-00-00 Serial Number=0994243681
In principium Actorum Ante [Go Back]  
 [01047]  Εἰ τοῦ τρόπου τῆς γεννήσεως αὐτοὺς ἀναμνήσαιμεν, καὶ τοῦ προτέρου, καὶ τοῦ δευτέρου, τοῦ φυσικοῦ, καὶ τοῦ πνευματικοῦ, καὶ τί τὸ μέσον ἑκατέρας τῆς γεννήσεως δείξαιμεν.
000-00-00 Serial Number=0313697815
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00159]  καὶ ἦν τοῦ προτέρου πολλῷ χαλεπώτερον.
000-00-00 Serial Number=0174610317
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00375]  Καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐτίθετο καὶ κάμινος ἀνήπτετο καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο καὶ βίαν καὶ μουσικῆς εἴδη διάφορα καὶ κολάσεων ποικίλοι τρόποι καὶ ἀπειλαὶ καὶ ὄψις πάντοθεν ἦν φοβερὰ καὶ ῥήματα ὄψεως φοβερώτερα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»