Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πυρὶ [190]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πυρὶ


000-00-00 Serial Number=0206808984
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00008]  σὲ [47.394] δὲ, ὦ θεία κεφαλὴ, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως.
000-00-00 Serial Number=0973731399
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00451]  Καὶ μετ' ὀλίγα φησὶν ὅτι, Ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
 [01220]  Καθάπερ γὰρ τὰ σφοδρῷ καταφλεχθέντα μέλη πυρὶ, κἂν μυριάκις καταψύχῃ τις, οὐδὲν ὀνίνησιν·
 [01430]  Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν.
000-00-00 Serial Number=0176321089
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00197]  ∆ιὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισεν καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ καὶ τῷ πυρὶ παραδῷ·
000-00-00 Serial Number=0495981216
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00105]  οὐκ ἔστιν ἐκείνῳ παραδοθέντα τῷ πυρὶ προσδοκῆσαι κολάσεως τέλος.
000-00-00 Serial Number=0442213237
Ad populum Antiochenum Ante [Go Back]  
 [00539]  Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο.
 [01207]  Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρὶ, οἱ δὲ θηρίοις παραδοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖδες.
 [01419]  οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς.
 [01699]  ἐπειδὴ οἱ μὲν ἐν πυρὶ, οἱ δὲ σιδήρῳ τὸν βίον κατέλυσαν·
 [01712]  ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ πυρὶ τὴν παροῦσαν ἀποθέσθαι ζωὴν, ὅταν πρὸς τὰ ἀθάνατα μέλλωσιν ἀποδημεῖν ἀγαθά.
 [02890]  Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει, καὶ πρὸς τὴν γῆν βλέπει ἀπεναντίας τῷ πυρὶ, διὰ τὴν τοῦ κελεύσαντος δύναμιν.
 [05098]  Καὶ καθάπερ τοὺς παῖδας τοὺς τρεῖς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὡμιληκότων ἐξέβησαν ἀλυπότεροι·
 [05121]  Ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
 [05156]  ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων αὐτῶν, κελεύει τινὶ λέγων οὕτως·
 [05366]  Ἐὰν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
000-00-00 Serial Number=0825379968
Ad viduam juniorem Ante [Go Back]  
 [00006]  Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγὰς καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν·
000-00-00 Serial Number=0197791398
Adversus Judaeos Ante [Go Back]  
 [02787]  Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσίον, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως.
000-00-00 Serial Number=0952322245
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00093]  ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυροῦνται, οὐ τοιοῦτον ὀδυρμὸν, οἷον τὰ παιδία τὰ μικρὰ, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ·
 [01077]  Πότε σωθῆναι δυνήσονται, τοσαύτην κομίζοντες τῷ πυρὶ τὴν τροφήν;
000-00-00 Serial Number=0760934293
Comparatio regis et monachi Ante [Go Back]  
 [00093]  Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιὸς, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλούμενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητά;
000-00-00 Serial Number=0055984378
Contra Anomoeos Ante [Go Back]  
 [00160]  εἰ δὲ ἐπὶ λίθου τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ ψυχῶν ἀλλήλαις συντριβομένων καὶ τῷ πυρὶ τοῦ πνεύματος διαθερμαινομένων.
000-00-00 Serial Number=0195675433
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00222]  Περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρὶ, καὶ εἴ τι ἀναβῇ, τοῦτο θεός.
000-00-00 Serial Number=0139578342
Contra ludos et theatra Ante [Go Back]  
 [00093]  οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα, ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται, καὶ πάντα ἄνω καὶ κάτω.
000-00-00 Serial Number=0906441391
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
 [00178]  Καθαίρεται τῷ πυρὶ τὸ σῶμα, λύεται τῶν τῆς σαρκὸς ἡδονῶν, ἐκδημήσει τοῦ
 [00242]  ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ θρηνῶ τοῦτον, ὑφ' οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευσον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα.
 [00262]  ἀλλ' ὅπως μακρὰν βαδίζων ὁδὸν, καὶ τὸν υἱὸν ἐπὶ πλεῖστον θεώμενος χρόνον συνήθως προσπαίζοντα, ταῖς ἀγκάλαις προστρέχοντα, τῇ ἐννοίᾳ τοῦ πρακτέου, καθάπερ χρυσὸς ἐν πυρὶ, τῷ πόθῳ πολλῷ χρόνῳ δοκιμασθεὶς, λαμπροτέραν τῆς ὑπακοῆς ἐπιδείξηται τὴν προαίρεσιν.
000-00-00 Serial Number=0747636914
De Anna i Ante [Go Back]  
 [00612]  Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν·
000-00-00 Serial Number=0986196339
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00559]  Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφεί λων τῷ θεῷ μηνύματος ἀρχαίου.
 [00588]  ὰΗφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ Θεῷ μηνύματος ἀρχαίου.
 [00651]  [118] Καὶ τοῦ μὲν μὴ πάντα ἁλῶναι τῷ πυρὶ τὸν νεὼν ταύτην ἂν εἴποι τις εἶναι πρόφασιν, τοῦ δὲ μὴ ἐλθεῖν ἐπὶ τὸν βασιλέα τὸν σκηπτὸν καὶ ἑτέραν εὕροι τις ἂν αἰτίαν ζητῶν ἀπὸ τῆς αὐτῆς ὁρμωμένην πηγῆς, τῆς χρηστότητος λέγω καὶ φιλανθρωπίας τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0421580076
De Lazaro Ante [Go Back]  
 [01376]  τὰ μέντοι δικαστήρια φαίνεται, καὶ καθ' ἑκάστην ἡμέραν ἀκούομεν, ὅτι ὁ δεῖνα ἐκολάσθη, τοῦ δεῖνος ἡ οὐσία ἐδημεύθη, ἕτερος τὰ μέταλλα ἐργάζεται, ἄλλος κατεκάη πυρὶ, ἄλλος ἑτέρῳ τρόπῳ κολάσεως καὶ τιμωρίας ἀπώλετο.
000-00-00 Serial Number=0349742830
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00064]  τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχόμενον.
000-00-00 Serial Number=0799812675
De eleemosyna [4] Ante [Go Back]  
 [00097]  Φοβηθῶμεν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἀποστελεῖ ὁ οἰκοδεσπότης εἰς τὴν **ρίαν τοῦ σίτου, καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
000-00-00 Serial Number=0933428824
De eleemosyna [5] Ante [Go Back]  
 [00083]  Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν Ἀβραὰμ λέγων·
 [00120]  Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν.
 [00175]  Φοβηθῶμεν τὴν ἡμέραν ἐκείνην, ἐν ἡμέρᾳ ᾖ ὁ οἰκοδεσπότης τοὺς ἐργάτας καλεῖ εἰς τὴν σπεῖραν τοῦ σίτου, καὶ συνάξει τὸν σῖτον εἰς τὰς ἀποθήκας, τὰ δὲ ἄχυρα κατακαύσει πυρὶ ἀσβέστῳ.
000-00-00 Serial Number=0518603325
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00034]  Οἱ δὲ τρεῖς ἁγιώτατοι παῖδες τὴν σωφροσύνην συνειλησάμενοι, τῷ πυρὶ παλαίσαντες, τὴν ταύτης παφλάζουσαν φλόγα κατὰ κράτος ἐνίκησαν.
000-00-00 Serial Number=0492510974
De jejunio sermones 1 Ante [Go Back]  
 [00078]  ∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν.
000-00-00 Serial Number=0319994569
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00357]  καὶ καθάπερ σίδηρος εἰς πῦρ ἐμπεσών, ὅλος γίνεται πῦρ, οὕτω καὶ αὐτὸς τῷ πυρὶ τῆς ἀγάπης ἀναφθείς, ὅλος γέγονεν ἀγάπη·
 [00674]  καὶ ἐν πυρὶ πάλαι ὅτε ὁ καιρὸς τοῦτο ἀπῄτει·
000-00-00 Serial Number=0777424157
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
 [00332]  οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπεροχήν.
 [00334]  οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ καταμανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργάνοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως.
000-00-00 Serial Number=0022994280
De paenitentia [1] Ante [Go Back]  
 [01287]  Μετὰ ταύτης καὶ οἱ παῖδες οἱ τρεῖς εἰς τὴν Βαβυλωνίαν κάμινον εἰσελθόντες, καὶ πολὺν χρόνον ὁμιλήσαντες τῷ πυρὶ, αὐτοῦ τοῦ πυρὸς λαμπρότερα ἔχοντες τὰ σώματα, ἀπὸ τῆς καμίνου τότε ἐξῄεσαν·
 [01464]  Πυρώσωμεν αὐτὴν ὧδε τῷ λόγῳ τῆς διδασκαλίας, ἵνα μὴ ἀναγκασθῶμεν αὐτὴν ἐκεῖ πυρῶσαι τῷ πυρὶ τῆς γεέννης.
 [02720]  ἀλλὰ ὥσπερ κηρὸς πυρὶ προσομιλήσας οὐδὲν ἀπουσιάζει, οὐδὲν περισσεύει·
000-00-00 Serial Number=0120207250
De patientia sermo 2 Ante [Go Back]  
 [00089]  Οὐκ ἐλογίσαντο, ὅτι πυρὶ ἤμελλον προσομιλεῖν τὰ τούτων σώματα, ἀλλὰ καὶ ἀδάμαντος στερεώτεροι ηὑρέθησαν, καὶ τοσοῦτον ἀνδρεῖοι, ὥστε μὴ ἐν ἑνὶ τόπῳ ἑστάναι αὐτοὺς ἐν τῇ καμίνῳ.
000-00-00 Serial Number=0264298320
De remissione peccatorum Ante [Go Back]  
 [00057]  ἠδάφισε τὰ ἀνελεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ' αὐτοῦ δεθέντας λύσας καὶ μεθ' ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας ἀνέδραμε, καθά φησιν ὁ προφήτης·
000-00-00 Serial Number=0712335169
De resurrectione mortuorum Ante [Go Back]  
 [00363]  ἵνα μὴ τῷ πυρὶ παραδοθῶμεν.
000-00-00 Serial Number=0164794445
De sacerdotio Ante [Go Back]  
 [00601]  Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.
000-00-00 Serial Number=0105207145
De sacerdotio lib 7 Ante [Go Back]  
 [00059]  καὶ Ἠλίας δὲ πάλιν ταύτῃ ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρὶ, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε.
000-00-00 Serial Number=0328097463
De salute animae Ante [Go Back]  
 [00064]  Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ' ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται.
 [00125]  ∆εῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου·
000-00-00 Serial Number=0714541256
De sancta Droside martyre Ante [Go Back]  
 [00114]  ἐπειδὴ τοίνυν τὴν πυρὰν ἀνῆψε, καὶ ἡ κάμινος ἀνεκαίετο, καὶ πρὸς ὕψος ᾔρετο μέγα, ταῦτα βλέπουσα ἡ μακαρία μάρτυς ἀνήπτετο καὶ αὐτὴ τῇ προθυμίᾳ, καὶ ἀνέζει τῷ πυρὶ τοῦ Χριστοῦ πόθου, τῶν τριῶν ἀναμνησθεῖσα παίδων, καὶ λογισαμένη πρὸς ἑαυτὴν, ὅτι κοινωνεῖ τοῖς ἄθλοις ἐκείνοις, καὶ τοὺς αὐτοὺς ἐπιφέρεται στεφάνους αὐτοῖς.
 [00124]  αἱ γὰρ σάρκες λυθεῖσαι τῷ πυρὶ, καὶ ψόφον ἀποτελοῦσαι, μετὰ πολλῆς αὐτὰς τῆς περιουσίας ἐτρέποντο.
000-00-00 Serial Number=0827365637
De studio praesentium Ante [Go Back]  
 [00089]  Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους·
000-00-00 Serial Number=0359925210
De virginitate Ante [Go Back]  
 [01851]  Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν.
000-00-00 Serial Number=0086648345
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03175]  Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ·
 [03442]  Οὐδὲν γὰρ οὕτω [63.675] τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς.
 [03873]  Τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὁμιλησάντων ἐξέβησαν ἀλυπότεροι.
 [04736]  Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ.
 [05176]  ἆρα οὐκ ἂν τῷ τῆς γεέννης ἑαυτοὺς κατ [63.725] εδικάσαμεν πυρὶ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες;
 [07250]  εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [07461]  Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ.
 [08072]  Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [08567]  Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἱερεμίου αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε, καὶ πυρὶ παρεδίδου.
 [09084]  Καὶ γὰρ καὶ ὁ Θεὸς ἄνθρωπος ἐφαίνετο, ὅτε ἔδει φανῆναι τοῦτο, καὶ ἐν πυρὶ πάλαι, ὅτε ὁ καιρὸς τοῦτο ἀπῄτει, καὶ νῦν μὲν ἐν ὁπλίτου σχήματι καὶ στρατιώτου, νῦν δὲ ἐν εἰκόνι πρεσβύτου, νῦν δὲ ἐν αὔρᾳ λεπτῇ, νῦν δὲ ὡς ὁδοιπόρος, νῦν δὲ αὐτοάνθρωπος, καὶ οὐδὲ ἀποθανεῖν οὕτω παρῃτήσατο.
000-00-00 Serial Number=0120773375
Epistula ad Cyriacum Ante [Go Back]  
 [00658]  Καὶ καθάπερ τὴν βαβυλωνίαν κάμινον αἱ περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφὴν καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί, οὕτω δὴ καὶ τότε ἡ ἀθλία καὶ ταλαίπωρος ἐκείνη γυνὴ τῆς καμίνου ταύτης χαλεπωτέραν ἀνῆπτε τὴν φλόγα μύρων ὄζουσα, ἐπιτρίμμασι παρειῶν, ὑπογραφαῖς ὀφθαλμῶν, κατακεκλασμένῃ φωνῇ, κινήμασι, βαδίσμασι διαθρυπτομένη, ἱματίοις μαλακοῖς, περιβολῇ χρυσίων, ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον.
 [00679]  ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα πυρὶ μὴ κατακαίεσθαι, οὐδὲ γυναιξὶ συνόντα διαφεύγειν τὸν ἐντεῦθεν ἐμπρησμόν.
 [00723]  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ὁ θερμὸς οὕτω καὶ ὀργίλος καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὑτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παραδέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὤν, ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο;
000-00-00 Serial Number=0813014984
Epistulae Ante [Go Back]  
 [00459]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [00547]  Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ.
 [00812]  Ψευδομαρτύρων ἠκόνησαν γλώσσας, συκοφαντίαν ἔῤῥαψαν ἀναίσχυντον, φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων ἀνάλωσαν, ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις.
 [01417]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [01505]  Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ.
 [01770]  Ψευδομαρτύρων ἠκόνησαν γλώσσας, συκοφαντίαν ἔῤῥαψαν ἀναίσχυντον, φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων ἀνάλωσαν, ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις.
000-00-00 Serial Number=0039940059
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00479]  Εἰ γὰρ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ, οἱ καὶ λιμῷ παραδόντες μοναχῶν καὶ παρθένων χοροὺς καὶ ἐνδεδυμένους γυμνώσαντες καὶ ξένους ὄντας οὐ μόνον οὐ συναγαγόντες, ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀρρωστοῦντας οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπιπλεῖον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένους οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένους εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, ἐννόησον ὅσην ὑποστήσονται τιμωρίαν.
 [01016]  Καὶ καθάπερ τὴν Βαβυλωνίαν κάμινον αἱ Περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς, δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφὴν καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί, οὕτω δὴ καὶ τότε ἡ ἀθλία καὶ ταλαίπωρος ἐκείνη γυνὴ τῆς καμίνου ταύτης χαλεπωτέραν ἀνῆψε φλόγα, μύρων ὄζουσα, ἐπιτρίμμασι παρειῶν, ὑπογραφαῖς ὀφθαλμῶν, κατακεκλασμένῃ φωνῇ, κινήμασι, βαδίσμασι διαθρυπτομένοις, ἱματίοις μαλακοῖς, περιβολῇ χρυσίων, ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον.
 [01036]  ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα πυρὶ μὴ κατακαίεσθαι, οὕτως οὐδὲ γυναιξὶ συνόντα διαφεύγειν τὸν ἐντεῦθεν ἐμπρησμόν.
 [01091]  καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὐτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παρέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὢν ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι, καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ, ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο, καίτοι γε ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βίαν ἀποδυρομένην, τὰ ἱμάτια διερρωγότα περιφέρουσαν καὶ μειζόνως καὶ ἐντεῦθεν ἐκκαιομένην καὶ θρηνοῦ σαν καὶ ὁλοφυρομένην;
 [01504]  Καὶ οὔτε ἀέρων δυσκολία, οὐ τόπων ἐρημία, οὐκ ὠνίων στενοχωρία, οὐ τῶν θεραπευσόντων ἐρημία, οὐκ ἰατρῶν ἀμαθία, οὐ βαλανείων ἀπορία, οὐ τὸ διόλου, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν ἑνὶ οἰκήματι καθεῖρχθαι, οὐ τὸ μὴ κινεῖσθαι οὗπερ ἀεὶ συνεχῶς ἐδεόμην, οὐ τὸ καπνῷ καὶ πυρὶ διηνεκῶς ὁμιλεῖν, οὐ λῃστῶν φόβος, οὐ πολιορκία διηνεκής, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἡμῶν περιγέγονεν·
000-00-00 Serial Number=0385715127
Expositiones in Psalmos Ante [Go Back]  
 [02218]  Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
 [03884]  Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα.
 [05647]  Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα.
000-00-00 Serial Number=0456239045
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01764]  τὴν ἐν τῇ ῥύσει τοῦ χαλκοῦ πονηρίαν, ὅτι διεστραμμένας ἔχει τὰς ὁδοὺς, τηκόμενος καθάπερ ἐκεῖνος, καὶ ἐν πυρὶ καὶ χωνευτηρίῳ σκολιῶς βαδίζει.
 [03837]  *Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ὁλοκαυτώματα τῷ Βάαλ.
 [04095]  Τροφὴ γὰρ ἔσται τῷ πυρὶ τούτῳ τὰ ἁμαρτήματα τὰ ὑμέτερα.
 [05991]  Σπονδεῖα λέγει φιάλας χρυσᾶς, δι' ὧν τὸν οἶνον ἔσπενδον, καὶ τὸ θυμίαμα ἐπέβαλλον τῷ πυρὶ, καὶ τὰς Ἀφὼθ, κρατῆρας λέγει, οἵ εἰσιν οἱ ποτηροπλύται, καὶ τὰς Μασμαρὼθ, τοὺς ῥαντιστῆρας λέγει τοῦ αἵματος, καὶ τοὺς κυάθους, τὰ μικρὰ ξέστια λέγει, ἐν οἷς ἐλάμβανον τῶν μεγάλων ἀγγείων τὸν οἶνον.
000-00-00 Serial Number=0358619928
Fragmenta in Proverbia Ante [Go Back]  
 [00521]  μήτε τοῖς κακοῖς νοήμασιν ἐγχρονίσαντα, ἀδύνατον μὴ πυρὶ τῷ αἰωνίῳ παραδοθῆναι·
000-00-00 Serial Number=0997119367
Homilia de capto Eutropio Ante [Go Back]  
 [00502]  διὰ τοῦτο ποτὲ μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲ ἐν πυρὶ, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων.
 [00635]  Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ τοῦ Πνεύματος·
 [00638]  ἐν πυρὶ, ἵνα στερεωθῇ.
 [00652]  Οὐ γὰρ πυρὶ ὤπτηται, [52.407] ἀλλὰ Πνεύματι.
000-00-00 Serial Number=0982194781
In Acta apostolorum Ante [Go Back]  
 [01453]  οὐχὶ πυρὶ καὶ σιδήρῳ, καὶ θηρίοις;
 [09999]  μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν.
 [09999]  Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν·
000-00-00 Serial Number=0512747347
In Genesim sermo 3 Ante [Go Back]  
 [00071]  ∆ῆλον ὅτι τὸν νέον, τὸν περιούσιον διὰ τοῦ βαπτίσματος λαὸν, τὸν ἐν ὕδατι καὶ πυρὶ ἀνακαθαιρόμενον.
000-00-00 Serial Number=0901253223
In Isaiam Ante [Go Back]  
 [01330]  Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενείμαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες.
 [01430]  Καθάπερ γὰρ τὸ χρυσίον τῷ πυρὶ παραδιδόμενον πᾶσαν ἀποτίθεται κηλῖδα, οὕτω καὶ οἱ σπουδαῖοι σπουδαιότεροι καθίστανται ἐν τοῖς πειρασμοῖς, πᾶσαν ἀπονιπτόμενοι ῥᾳθυμίαν.
 [02432]  Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἰερεμία αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε καὶ πυρὶ παρεδίδου.
000-00-00 Serial Number=0482744873
In Joannem Ante [Go Back]  
 [01667]  Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς.
 [03311]  Ἐπεὶ καὶ τὸν ὁμιλοῦντα πυρὶ, διαφθείρεσθαι δεῖ, καὶ τοῦτο ἡ τῆς φύσεως ἀσθένεια βούλεται·
 [04401]  καὶ ὥσπερ εὐάλωτοι τῷ πυρὶ, καὶ μισηταὶ τῷ γεωργοῦντι αἱ ἄκανθαι, οὕτω καὶ τὰ τοῦ κόσμου πράγματα·
000-00-00 Serial Number=0434742093
In Psalmos 101-107 Ante [Go Back]  
 [01280]  Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατ εφλέχθησαν.
000-00-00 Serial Number=0676833928
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00108]  Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν.
000-00-00 Serial Number=0093807936
In adorationem venerandae crucis Ante [Go Back]  
 [00230]  Ἠδάφισε τὰ ἀνηλεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέσβεσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνεμόχλευσεν αὐτοῦ τὰ σκοτεινὰ ταμεῖα, ἐξηδάφισεν αὐτοῦ τὰς πόλεις, καθεῖλε τὰ τείχη τῆς ἀνομίας, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, συνέτριψε τοὺς ἀδαμαντίνους μοχλοὺς, καὶ πάντας τοὺς εἰς αὐτὸν πιστεύσαντας λύσας, καὶ μεθ' ἑαυτοῦ λαβὼν εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας, ἀνέδραμε, καθά φησιν ὁ προφήτης·
000-00-00 Serial Number=0100637376
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00133]  τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης;
000-00-00 Serial Number=0244394660
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00059]  ἀλλ' ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν.
000-00-00 Serial Number=0507885993
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01767]  Ὁ γὰρ μετὰ θερμότητος εὐχόμενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ' ὥσπερ χρυσίον πυρὶ βασανιζόμενον, λαμπρότερος γίνεται.
 [06052]  Ὅταν γὰρ ἀπέλθωμεν ἐκεῖ τὸ βαρὺ τῶν ἁμαρτημάτων φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν τῷ σκώληκι τράπεζαν.
000-00-00 Serial Number=0070622444
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00286]  Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
000-00-00 Serial Number=0010281742
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02446]  Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκα λύπτεται·
 [02612]  Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρουμένων εὐθέως ὑλῶν.
 [02630]  Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται·
 [06567]  οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν;
 [09520]  Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων.
 [09532]  εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί-ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας.
000-00-00 Serial Number=0245197892
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00147]  ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν.
000-00-00 Serial Number=0566267312
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02203]  Ἔστω τις ἐν πυρὶ κείμενος, καὶ ἄλλος πάλιν·
000-00-00 Serial Number=0963105440
In epistulam ad Ephesios Ante [Go Back]  
 [02378]  Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ·
 [02424]  δεδεμένους ἐνέβαλες τῷ πυρὶ, τοσοῦτον ἐνεχρόνισαν τῷ πυρὶ χρόνον;
 [03529]  Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται·
 [03771]  αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας.
 [04370]  τὸ μέντοι τοὺς μὴ μεταδόντας τοῖς δεομένοις ἐξ ὧν εἶχον αὐτοὶ, μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή;
 [06126]  Πάντες γὰρ αὐτὸν αἰδεσθήσονται ἀπὸ τῶν ῥημάτων ἐκείνων, ὅταν ὁρῶσιν αὐτὸν ἐν πυρὶ μὴ καιόμενον, μηδὲ ἀρχῆς ἐπιθυμοῦντα·
 [06786]  Ἂν δὲ θησαυρίζωμεν, οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυμαίνεται, καθάπερ ἐπὶ τοῦ μάννα, ἀλλ' ὁ τῷ πυρὶ συνδιαιωνίζων.
 [06940]  Ἢ οὐ δοκεῖ σοι βέλος εἶναι πεπυρωμένον τὸ καίεσθαι τὸν πατριάρχην τῷ ἔνδον πυρὶ τὸν υἱὸν προσφέροντα;
000-00-00 Serial Number=0379951894
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02169]  Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου·
000-00-00 Serial Number=0244830012
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03529]  Τί γὰρ, ἐὰν μὴ τῷ πυρὶ καύσῃς τὸ σῶμα;
 [03530]  ἀλλ' ἑτέρῳ πυρὶ δύνασαι·
 [03535]  Μὴ καιέτω, μηδὲ κατεχέτω χρημάτων ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυμία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύματος, καὶ κατακοπτέσθω τῇ μαχαίρᾳ τοῦ Πνεύματος.
 [04683]  ∆είκνυσιν ὅτι ἔσται, οὐ πυρὶ ἀναλουμένη, ἀλλὰ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη.
 [05865]  Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται.
 [08215]  Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα ὑπομένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελμένων ἐκείνων ἀγαθῶν;
 [09102]  Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλ λῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημά των, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προσ τεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον·
 [09115]  Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
 [09190]  Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ σάλπιγγος ἤχῳ, φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον.
 [09756]  τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης.
 [09915]  Τείνωμεν τοίνυν τὴν διάνοιαν ἡμῶν πρὸς τὸν οὐρανὸν, τῷ πόθῳ κατασχεθῶμεν ἐκείνῳ, τῷ πυρὶ περιβάλωμεν ἑαυτοὺς τῷ πνευματικῷ, τῇ φλογὶ διαζώσωμεν ἑαυτούς.
000-00-00 Serial Number=0491443217
In epistulam ad Philemonem Ante [Go Back]  
 [00388]  Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον;
000-00-00 Serial Number=0665360928
In epistulam ad Philippenses Ante [Go Back]  
 [00670]  ὑπὸ τὰς μεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης.
 [00958]  Καὶ γὰρ τῶν δένδρων τὰ μὴ φέροντα καρπὸν, ὁμοίως τῶν ξηρῶν ἀποστρεφόμεθα, καὶ πυρὶ παραδίδομεν.
 [02036]  Ἡ γὰρ ἡμέρα Κυρίου ἐν πυρὶ ἀποκαλύπτεται.
000-00-00 Serial Number=0089835823
In epistulam ad Romanos Ante [Go Back]  
 [02394]  τελευτήσαντες δὲ ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους, πῦρ ἐπεμβάλλοντες πυρὶ, καὶ ἔλαιον ἐπιστάζοντες καμίνῳ χαλεπῇ.
 [05502]  καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν καμίνῳ ὄντες καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον.
000-00-00 Serial Number=0915227056
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00022]  καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
 [00028]  ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται.
000-00-00 Serial Number=0330105603
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00104]  ἆρα πυρὶ, ἢ ὕδατι;
000-00-00 Serial Number=0849813223
In illud Exiit edictum Ante [Go Back]  
 [00135]  ἐὰν δὲ γένηται σκεῦος, καὶ ἅπαξ πυρὶ προσομιλήσῃ, καὶ γένηται ξηρότατον ὄστρακον, ἐπειδὰν δὲ συντριβῇ, οὐκ ἔτι ἀνάληψιν ἐπιδέχεται.
000-00-00 Serial Number=0685160577
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00697]  Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
 [00699]  Ὥσπερ τὸ χρυσίον τῷ πυρὶ βασανιζόμενον καθαρώτερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις, φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται κηλῖδα.
000-00-00 Serial Number=0933207870
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00018]  Ἀλλ' οἱ μὲν νήπιοι ταῖς φρεσὶν οἴονται ἐληλυθέναι τὸν Κύριον ἐπὶ τὸ πυρὶ τὰ πάντα ἀναλῶσαι, καὶ μαχαίρα τοὺς πάντας κατα σφάξαι.
 [00065]  ∆εῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξανα λῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον σπόρον ἐνράνω.
000-00-00 Serial Number=0114297926
In illud Pater si possibile est Ante [Go Back]  
 [00006]  Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται·
000-00-00 Serial Number=0232831955
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00038]  Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βου λεύμασι τὰ ῥήματα.
000-00-00 Serial Number=0579317272
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00096]  Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές;
000-00-00 Serial Number=0371099114
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00080]  Λαμβάνει οὖν ἡ τοῦ Θεοῦ σοφία Σάῤῥα, ἡγεμόνισσα ἢ ἄρχουσα, λαμβάνει σῶμα, ψυχὴν καὶ πνεῦμα, καὶ ἐγκρύπτει τῷ πυρὶ, τουτέστι τῇ ἀσβέστῳ θεότητι λαμπαδουχοῦσα, καὶ ποιεῖ τρεῖς ἐγκρυφίας, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς σαρκὸς ἡμῶν, τὴν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν.
000-00-00 Serial Number=0689540207
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00155]  Τοῦτο γάρ ἐστι τοῦ σοφοῦ, εἰδέναι τὸ μέτρον, πόσον δοῦναι τῷ πυρὶ, καὶ πόσον λαμβάνειν.
000-00-00 Serial Number=0090357065
In illud Vidi dominum Ante [Go Back]  
 [00409]  Ἂν μὲν γὰρ ἐκεῖ κατὰ πικρὸν ἐπιστάξῃς τῇ θρυαλλίδι τὸ ἔλαιον, ἱκανὴν ἔδωκας τῷ πυρὶ τὴν τροφήν·
000-00-00 Serial Number=0506986082
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00011]  Ἀλλ' ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιοσύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρ
000-00-00 Serial Number=0337360263
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00021]  Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται·
000-00-00 Serial Number=0792954028
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00133]  οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη·
000-00-00 Serial Number=0023523808
In omnes sanctos Ante [Go Back]  
 [00039]  Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι ...
000-00-00 Serial Number=0227261245
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00044]  Καθάπερ γὰρ χρυσοχόος εἰς χωνευτήριον ἐμβαλὼν χρυσίον μέχρι τοσούτου ἐπιτρέπει βασανίζεσθαι τῷ πυρὶ, ἕως ἂν ἴδῃ γενόμενον καθαρώτερον·
000-00-00 Serial Number=0867208600
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00105]  ∆ιὰ τί ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον;
000-00-00 Serial Number=0381387532
In pharisaeum et meretricem Ante [Go Back]  
 [00143]  μὴ πέμψῃς με τῷ αἰωνίῳ πυρὶ, τῷ ὕλην κεκτημένῳ τὴν τῶν ῥᾳθύμων ζωήν.
000-00-00 Serial Number=0974287748
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00081]  Λόγισαι ἡμᾶς δραχμὴν μίαν, καὶ ἅψας τῷ πυρὶ τῆς σῆς θεότητος ἐρεύνησον, καὶ εὑρὼν συγχάρηθι τοῖς ἁγίοις καὶ τοῖς ἀγγέλοις συναυλιζομένοις τῇ ἀχράντῳ σου θεότητι·
000-00-00 Serial Number=0476776063
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00063]  Ὄφις δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περιστρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήματος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανάτου σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλλομένην ἔβλεπεν.
000-00-00 Serial Number=0063244224
In sancta et magna parasceve Ante [Go Back]  
 [00133]  Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται, τῷ οἰ κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο [50.815] πυρίκαυστοι), ἐπῆραν αὐτῶν τὴν Σοδομιτικὴν κραυ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν·
000-00-00 Serial Number=0209540427
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00024]  καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
 [00046]  Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγια στικῷ.
 [00047]  Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιο [50.806] κρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαν τας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει.
000-00-00 Serial Number=0491049767
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00271]  καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται, ὃς ἂν θεὸς ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεὸς ἀληθινός.
 [00292]  Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον·
000-00-00 Serial Number=0172827899
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00044]  ∆ιὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχω ροῦντας αὐτῷ περιτρέπειν τὸ στεῤῥὸν τῆς διανοίας τῆς ἡμετέρας.
 [00121]  ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔ θηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρη μνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει.
000-00-00 Serial Number=0486075044
In sanctum Stephanum Ante [Go Back]  
 [00055]  Καὶ τῶν πραγμάτων τὸ ξένον, ὅτι οὐ πυρὶ, οὐ σιδήρῳ, οὐ θηρίοις, οὐχ ἑτέροις δεινοῖς τὸ τοῦ δικαίου τούτου πληροῦται μαρτύριον, ἀλλὰ μόνῃ τῇ τῶν λίθων βολῇ.
000-00-00 Serial Number=0658088982
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00055]  [17] Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ' ὀπτὰ πυρὶ μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος.
 [00093]  [25] ∆ιὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν' εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε τῇ ἁμαρτίᾳ ἐφάπαξ, οὐκέτι δὲ θάνατος αὐτοῦ κυριεύει, ἀλλὰ ἀφῄρηται τῇ δυνάμει τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης.
000-00-00 Serial Number=0244281054
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00033]  Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις.
 [00036]  Τὸ δὲ περι λειπόμενον ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε.
 [00092]  [9.6] Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν τοῦ κόσμου τὸ φῶς.
000-00-00 Serial Number=0866503179
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00182]  εἰ δὲ συνορᾷς τὸ μέγα θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ' ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας·
000-00-00 Serial Number=0794941783
In venerandum crucem Ante [Go Back]  
 [00074]  ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή.
000-00-00 Serial Number=0811811030
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01548]  Πῶς δὲ τρίχες ἐν πυρὶ οὐκ ἀνηλίσκοντο;
000-00-00 Serial Number=0792148113
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00383]  [17] Πλὴν ἀλλ' ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν καὶ τῆς τοῦ πυρὸς ἐνεργείας κρείττους ἐγένοντο, ἀλλ' ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδέθησαν δογμάτων καὶ εἰς κάμινον ἐνεβλήθησαν καὶ τῷ πυρὶ παρεδόθησαν.
000-00-00 Serial Number=0445802391
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01528]  αὐτοῦγὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»