Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σεμνὸν [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σεμνὸν


000-00-00 Serial Number=0348587275
Ad populum Antiochenum Ante [Go Back]  
 [05255]  Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων.
000-00-00 Serial Number=0878779829
Ad viduam juniorem Ante [Go Back]  
 [00052]  Οὐκ ἂν τοῦτο ποιήσας εἰ μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ.
000-00-00 Serial Number=0782525897
Adversus Judaeos Ante [Go Back]  
 [00238]  Ἐπειδὴ δέ εἰσί τινες οἳ καὶ τὴν συναγωγὴν σεμνὸν εἶναι τόπον νομίζουσιν, ἀναγκαῖον καὶ πρὸς τούτους ὀλίγα εἰπεῖν.
 [00328]  Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα;
 [02120]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα.
 [02187]  Κἀγὼ μὲν τὸν ναὸν καθεῖλον, καὶ ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε.
000-00-00 Serial Number=0775816500
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00021]  Πρὸς τί δὲ προσήκει τὸ πάνυ φαιδρὸν καὶ ἱλαρὸν εἰς τὸ σοφὸν ἡσύχιον καὶ σεμνὸν αἰσθήτι.
 [00133]  τοῦτο γὰρ τὸ πάνυ σεμνὸν καὶ καταπληκτικὸν τοῖς ὁρῶσι γίνεται.
000-00-00 Serial Number=0119858265
Catechesis de juramento Ante [Go Back]  
 [00191]  καὶ γὰρ δέον εὐχαριστῆσαι τῷ φιλανθρώπῳ θεῷ, ὅτι οὐκ ὄντα αὐτὸν ἐποίησεν, ὅτι ψυχὴν ἔδωκεν, ὅτι αὐτὸν εἰσήγαγεν εἰς τὸ σεμνὸν τοῦτο τῆς κτίσεως θέατρον, ὅτι [164] θεατὴν ἐποίησε τῆς δημιουργίας τῆς καλλίστης ταύτης καὶ θαυμαστῆς, δέον ὕμνοις καὶ εὐχαριστίαις ταῖς εἰς τὸν δεσπότην τιμῆσαι τὴν ἡμέραν, ὁ δὲ τῇ ἀτιμίᾳ ἐτίμησεν.
000-00-00 Serial Number=0803492248
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00188]  ἢ μένουσαν ἄγαμον πατῆσαι μὲν τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑβρίσαι δὲ εἰς πρᾶγμα οὕτω σεμνὸν καὶ φρικῶδες, καθελκύσαι δὲ καὶ ἑτέρους πρὸς τὰ ναυάγια τῶν οἰκείων κακῶν;
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0542812467
Contra ludos et theatra Ante [Go Back]  
 [00028]  τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;
000-00-00 Serial Number=0141685307
De Anna i Ante [Go Back]  
 [00560]  οὕτω τὸν σώφρονα καὶ σεμνὸν οὐδεὶς οὕτως ἀνόητος, ὡς ἀποκρούσασθαι καὶ ἀτιμάσαι.
000-00-00 Serial Number=0332066298
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00237]  Καὶ τὸν τῆς Ἀκαδημίας δὲ ἄρξαντα καὶ τὸν ἐκείνου διδάσκαλον καὶ τοὺς ἔτι τούτων μᾶλλον θαυμαζομένους τούτων αἰσχροτέρους ἀνέδειξα ἄν, καὶ τὴν παιδεραστίαν ἣν σεμνὸν εἶναι τίθενται καὶ φιλοσοφίας μέρος ἐξεκάλυψα πάσης ἀπαμφιάσας τῆς ἀλληγορίας εἰ μὴ μικρὸν ὁ λόγος ἡμῖν ἐξετείνετο μῆκος καὶ πρὸς ἕτερον ἠπείγετο μέρος καὶ ἱκανῶς καὶ διὰ τοῦ ἑνὸς τοῦ γέ λωτα πάντων διήλεγξεν.
000-00-00 Serial Number=0487424791
De Maccabeis Ante [Go Back]  
 [00175]  Τοῦτο δὲ τὸ θέατρον οὕτω σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον, μᾶλλον δὲ καὶ τοὺς ἀδελφοὺς εἶχεν αὐτὸν θεωμένους, οὐκ ἔτι ἀπὸ τῆς γῆς, ἀλλ' ἐκ τῶν οὐρανῶν.
000-00-00 Serial Number=0779344916
De beato Philogonio Ante [Go Back]  
 [00070]  οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος·
000-00-00 Serial Number=0817097723
De cruce et latrone i Ante [Go Back]  
 [00192]  Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν.
000-00-00 Serial Number=0400799751
De cruce et latrone ii Ante [Go Back]  
 [00249]  Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν;
000-00-00 Serial Number=0246312320
De fugienda simulata specie Ante [Go Back]  
 [00007]  τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει.
 [00064]  ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα·
 [00065]  μᾶλλον δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες.
 [00069]  Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας·
000-00-00 Serial Number=0857418656
De jejunio sermones 1 Ante [Go Back]  
 [00060]  Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ;
 [00071]  Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ.
000-00-00 Serial Number=0768667519
De sacerdotio Ante [Go Back]  
 [00702]  Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται καὶ τὸν ἐπιτήδειον μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾶν, τὴν ἐκκλησιαστικὴν οἰκοδομὴν καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν.
000-00-00 Serial Number=0238717318
De sacerdotio lib 7 Ante [Go Back]  
 [00050]  Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρα κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ' αὐτοῦ διαθήκην;
000-00-00 Serial Number=0904678762
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09999]  ἂν σπουδάσῃς μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον [63.892] σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας.
000-00-00 Serial Number=0615961909
Homilia de capto Eutropio Ante [Go Back]  
 [00882]  Ἐνταῦθα μὲν γὰρ οἱ μὲν μονάζοντές εἰσιν, οἱ δὲ γάμον σεμνὸν ἀσκοῦσιν, οὐ πολὺ ἐκείνων ἀπολιμπανόμενοι·
000-00-00 Serial Number=0542110026
In Acta apostolorum Ante [Go Back]  
 [03138]  Ἀλλ' ἐπὶ μὲν Ἰουδαίων οὕτως αὐτοῦ τὸ ὄνομα σεμνὸν ἦν, ὡς ἐν πετάλοις γράφεσθαι, καὶ μηδενὶ τὰ γράμματα ἐξεῖναι φορεῖν, ἀλλ' ἢ μόνῳ τῷ ἀρχιερεῖ·
 [07291]  Ὁμοίως ἂν σπουδάσῃς, μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ οὕτω ταύτης ἀπολαύσῃ τῆς παραμυθίας.
000-00-00 Serial Number=0021173000
In Joannem Ante [Go Back]  
 [00196]  Τάς τε γὰρ γυναῖκας κοινὰς ἅπασι ποιοῦντες, καὶ τὸν βίον αὐτὸν ἀνατρέποντες, καὶ τὸ σεμνὸν διαφθείροντες τοῦ γάμου, καὶ ἕτερα τοιαῦτα καταγέλαστα νομοθετοῦντες, οὕτω πάντα τὸν βίον αὐτῶν ἀνάλωσαν.
000-00-00 Serial Number=0498962104
In Psalmum 118 Ante [Go Back]  
 [01294]  Ὁδηγοῦσι γὰρ πρὸς βίον κατωρθωμένον καὶ σεμνὸν, καὶ πολιτείαν ἐνάρετον, πρὸς σωφροσύνην καὶ ἐγκράτειαν, πραότητα καὶ μακρο [55.700] θυμίαν, ἐλεημοσύνην, δικαιοσύνην καὶ ἀγαθωσύνην.
000-00-00 Serial Number=0258160710
In Psalmum 139 Ante [Go Back]  
 [00123]  γυναικείων πλοκάμων, ὧν ἔδει κρύπτεσθαι, τὸ σεμνὸν μυστήριον πομπεῦον.
000-00-00 Serial Number=0590367138
In Rachelem et infantes Ante [Go Back]  
 [00018]  τί τῶν αἰδεσίμων γυναικῶν τὸ σεμνὸν μυστή [61.698] ριον ἐκπομπεύεις νικωμένη ὑπὸ τῆς ἄγαν μανίας;
000-00-00 Serial Number=0201841116
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04543]  Καὶ γὰρ σεμνὸν τοῦτο τὸ δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώματος μόνον διορθωτικόν.
 [06340]  καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σεμνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε.
 [07331]  σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν;
000-00-00 Serial Number=0230639398
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03377]  Ἀφ' ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεμνὸν δείκνυσι καὶ μέγαν ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν.
 [03557]  καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα.
 [03568]  Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν.
 [04498]  ποῦ τὸ σεμνὸν ὄνομα;
000-00-00 Serial Number=0492083907
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01521]  ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον εἶναι σεμνὸν, οὐχ ἵνα αὐτῷ ὑπεκκαύματα παρέχῃ πορνείας.
000-00-00 Serial Number=0851732314
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01725]  Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν·
000-00-00 Serial Number=0778341293
In epistulam ad Colossenses Ante [Go Back]  
 [01783]  Εἶτα, ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ τῆς φιλοσοφίας, προσέθηκε, Καὶ κενῆς ἀπάτης.
000-00-00 Serial Number=0669351757
In epistulam ad Ephesios Ante [Go Back]  
 [03515]  Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον.
000-00-00 Serial Number=0921308160
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03805]  Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων.
 [05160]  Ὥστε οὐ τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν.
000-00-00 Serial Number=0577975571
In epistulam ad Philippenses Ante [Go Back]  
 [04196]  ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς.
 [04490]  Τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς.
000-00-00 Serial Number=0807863474
In epistulam ad Romanos Ante [Go Back]  
 [00978]  Ἀλλ' ἡ συνετὴ καὶ ἁγία ψυχὴ μετὰ ἀκριβείας ἀμφότερα ἴσχυσεν, ἐν τῷ τῆς φύσεως ὀνόματι καὶ τὴν κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσματί τινι ταύτῃ χρησάμενος εἰς τὸ σεμνὸν τῆς διηγήσεως.
 [01028]  Ἀλλ' ὅμως οὐκ ἐνόμισαν ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, ἀλλ' ὡς σεμνὸν καὶ μεῖζον ἢ κατ' οἰκετῶν ἀξίωμα, τοῖς ἐλευθέροις ἐπέτρεψαν·
 [01500]  Καὶ πρῶτον αὐτὸ τὸ ὄνομα ὃ σφόδρα σεμνὸν ἦν, ὥσπερ νῦν ὁ Χριστιανισμός·
 [02568]  Εἰ δὲ σεμνὸν ἡ περιτομὴ, ὅτι κηρύττει τὴν δικαιοσύνην, οὐ μικρὰν καὶ ἡ ἀκροβυστία προεδρίαν ἔχει πρὸ τῆς περιτομῆς αὐτὴν δεξαμένη·
000-00-00 Serial Number=0206029356
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00068]  Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον·
000-00-00 Serial Number=0685542941
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00517]  Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθενείας ἔχω εἰπεῖν;
000-00-00 Serial Number=0412468493
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00021]  Ἰωάννης, ἡ καλὴ τῆς πίστεως ἀρχὴ, ἡ εὐθαλὴς ῥίζα, ἡ ἀνέκλειπτος πηγὴ, ὁ ἐν [61.720] πᾶσιν ἔθνεσιν οὐ κατ' ἐκεῖνο μόνον καιροῦ νόμος, ἀλλ' εἰς ἀεὶ ὁ πιστευθεὶς τὸ σεμνὸν τῆς εὐσεβείας ἐπάγγελμα·
000-00-00 Serial Number=0172792912
In principium Actorum Ante [Go Back]  
 [00308]  Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα.
 [01052]  εἶτα ἀναμιμνήσκων αὐτοὺς τῆς προτέρας γεννήσεως, καὶ ἐκ συγκρίσεως τὸ σεμνὸν τῆς παρούσης χάριτος ἐνδεικνύμενος, οὕτω φησί·
000-00-00 Serial Number=0756016433
In venerandum crucem Ante [Go Back]  
 [00086]  Τοῦ νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ' ὠχρότητι σώφρονι κεκοσμημένον·
000-00-00 Serial Number=0351255536
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00116]  ὅτι πρᾶγμα οὕτω σεμνὸν καὶ μέγα διαβέβληται;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»