Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στοιχεῖα [91]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στοιχεῖα


000-00-00 Serial Number=0889970541
Ad populum Antiochenum Ante [Go Back]  
 [02910]  καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις μαχόμενα ὑπ' ἀλλήλων οὐκ ἀνηλώθη, οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην.
 [03028]  πῶς ἂν τὰ μήτε λογισμοῦ μήτε αἰσθήσεώς τινος μετέχοντα στοιχεῖα, καὶ φύσει πολέμια ἀλλήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ' ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν διαπαντὸς μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα;
 [03123]  Καὶ πάλιν, ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις, ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτά τε τὰ στοιχεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ τῶν Ἰουδαίων, οὐδενὸς δεηθεὶς, τὸ μάννα κατήγαγεν·
 [03127]  Ὅταν οὖν καὶ περιγίνηται αὐτοῦ στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται περιγίνεται μὲν ὡς νεφέλαι καὶ τοῖχοι, καὶ ἄλλα τινὰ σώματα ἀποκρύπτοντα αὐτοῦ τὸ φῶς·
 [03140]  Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται.
 [03142]  καὶ τὰ λοιπὰ δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος ἀέρος·
 [03146]  Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα.
000-00-00 Serial Number=0373282373
Commentarius in Job Ante [Go Back]  
 [04176]  καὶ τί λέγω τὰ στοιχεῖα;
000-00-00 Serial Number=0443061233
De Davide et Saule Ante [Go Back]  
 [00705]  Ἡ φωνὴ τῶν ἁγίων καὶ τὰ στοιχεῖα πολλάκις ἔστησε, καὶ τὰς ἐνεργείας αὐτῶν μετέβαλεν.
000-00-00 Serial Number=0862081587
De beato Abraham Ante [Go Back]  
 [00125]  καὶ ἐπὰν εἷς ἐξ αὐτῶν ἀῤῥωστήσῃ, περιέρχεται ὅλην τὴν κλίνην ὁ πατὴρ, φιλῶν τοῦ παιδὸς τοὺς ὀφθαλμοὺς, τὰς χεῖρας περιπτυσσόμενος, τὴν ἡμέραν νύκτα λογιζόμενος, καὶ τὸ φῶς σκότος, οὐ τὰ στοιχεῖα μεταβάλλων, ἀλλὰ τῇ ἀηδίᾳ τῆς λύπης οὐκ εὐφραινόμενος ἐπ' αὐτοῖς·
000-00-00 Serial Number=0157449722
De mutatione nominum Ante [Go Back]  
 [00025]  διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ.
000-00-00 Serial Number=0301557720
De paenitentia [1] Ante [Go Back]  
 [02462]  οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα, [49.341] ἅπερ διεμαρτύρετο Μωϋσῆς.
 [02470]  Κάλεσον τὰ στοιχεῖα.
 [02471]  ∆ιὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν.
 [02475]  Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ' ἐπειδὴ διελέχθη τοῖς Ἰουδαίοις.
000-00-00 Serial Number=0716096520
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00013]  βλέπε αὐτὸν καὶ διὰ τοῦ πελάγους πλέοντα, ἵνα ἑκάτερα τὰ στοιχεῖα τῆς παρ' αὐτοῦ εὐλογίας ἐμπλησθῇ.
000-00-00 Serial Number=0119391739
De siccitate Ante [Go Back]  
 [00067]  ἡμάρτομεν ἡμεῖς, καὶ τὰ στοιχεῖα κολάζεται·
000-00-00 Serial Number=0406271219
De virginitate Ante [Go Back]  
 [00376]  Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς.
000-00-00 Serial Number=0742837369
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01451]  ἐκάλεσε καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν·
 [03845]  οἶδε καὶ τὰ στοιχεῖα τοὺς οὕτως ἀνδρείους αἰδεῖσθαι·
 [09809]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
 [09999]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
000-00-00 Serial Number=0079025149
Expositiones in Psalmos Ante [Go Back]  
 [03916]  Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος.
 [03937]  Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται·
 [04248]  Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα·
 [05679]  Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος.
 [05700]  Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται·
 [06011]  Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα·
000-00-00 Serial Number=0220303118
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01704]  Ὁρᾷς ὅταν αὐτοὶ μὴ ἀκούσωσι, πῶς πρὸς τὰ στοιχεῖα διαλέγεται;
 [02319]  Οὐ τοῦτο οὖν φησιν, ὅτι τὴν φύσιν τοῦ ὕδατος μεταβάλλει, ἀλλὰ, Τοσαύτην, φησὶ, κατασκεδάσω τὴν ἀθυμίαν, ὡς καὶ τὰ στοιχεῖα μένοντα ἐπὶ τῆς οἰκείας φύσεως, ἕτερα αὐτοῖς εἶναι δόξειν.
 [04285]  Βέλτιον οὖν τὰς αἰσθήσεις ὑγιαίνειν, ἢ τὰ στοιχεῖα πικρὰ ὅταν ὄντα μεθ' ἑαυτοῦ περιφέρῃ περιφέρειν.
000-00-00 Serial Number=0784445286
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00207]  Εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο.
000-00-00 Serial Number=0815590560
In Acta apostolorum Ante [Go Back]  
 [03868]  Καθάπερ γὰρ οἱ τὰ στοιχεῖα μανθάνοντες τῶν παίδων, οὐκ ἐκεῖνα μόνα μανθάνουσιν, ἀλλ' ἐν ἐκείνοις παιδεύονται κατὰ μικρὸν ἀναγινώσκειν·
000-00-00 Serial Number=0488939404
In Genesim sermones Ante [Go Back]  
 [00082]  Καθάπερ γὰρ ἐπὶ τῶν διδασκάλων, ὁ μὲν παρὰ τῆς μητρὸς διδάσκαλος τὸ παιδίον λαβὼν, τὰ πρῶτα αὐτὸν παιδεύει στοιχεῖα, ὁ δὲ παρ' ἑτέρου λαβὼν διδασκάλου, μαθητὴν πρὸς τὰ ὑψηλότερα τῶν διδαγμάτων ἄγει·
 [00084]  Μωϋσῆς μὲν γὰρ μηδὲν εἰδυῖαν τὴν φύσιν ἡμῶν παραλαβὼν ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσαν, τὰ πρῶτα τῆς θεογνωσίας ἐπαίδευσε στοιχεῖα·
000-00-00 Serial Number=0356038868
In Isaiam Ante [Go Back]  
 [00106]  Εἰ γὰρ μὴ σφοδρά τις ἦν καὶ ἄφατος ἡ ὀργή, οὐκ ἂν τοὺς ἀνθρώπους ἀφείς, πρὸς τὰ στοιχεῖα τὸν λόγον ἔτρεψεν.
 [00141]  Ὥσπερ γὰρ εἰς ἐντροπὴν αὐτῶν τὰ στοιχεῖα καλεῖ, οὕτω πάλιν οὐκ ἀνθρώποις, ἀλλὰ ἀλόγοις αὐτοῖς συγκρίνει, καὶ τούτων τοῖς ἀνοητοτάτοις, καὶ δείκνυσι χείρους κἀκείνων.
000-00-00 Serial Number=0530802488
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00199]  Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε·
000-00-00 Serial Number=0365825593
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00771]  οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον·
 [00835]  Ὅτε δὲ καὶ στοιχεῖα πάντα ἔδειξάν μου τὴν θεότητα, ὅτε ὁ Πατὴρ, ὅτε ἡ πρὸς αὐτὸν ὁμόνοια, ὅτε ἡ ἐμὴ διδασκαλία πάντας ἐκεῖ ἐχειραγώγησεν, ὅτε οὐδὲ σκιὰν ἔχετε ἀντιλογίας, Τί νῦν ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ;
000-00-00 Serial Number=0720314384
In adorationem venerandae crucis Ante [Go Back]  
 [00135]  Ὥσπερ γὰρ τοῦ Χριστοῦ τότε κρεμαμένου, ἐῤῥάγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεῴχθη, καὶ αἱ πέτραι διεῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, καὶ ἀνίσταντο οἱ νεκροὶ, καὶ ἐξήλλοντο αἱ ψυχαί·
 [00187]  Τοῦ γὰρ σταυροῦ παγέντος, καὶ Χριστοῦ ἐν αὐτῷ τανυσθέντος, καὶ τὴν ἄχραντον κορυφὴν ἐπ' αὐτὸν κλίναντος, καὶ τῇ λόγχῃ πλευρὰν νυγέντος, καὶ πᾶσαν μὲν τὴν ὑπ' οὐρανὸν ὑπὸ τοῦ φόβου πτερυσσομένην, καὶ εἰς ἐκδίκησιν τοῦ ἐν σταυρῷ σαρκὶ κρεμαμένου ἑτοιμαζομένην, ὑπ' αὐτοῦ δὲ τοῦ σαρκὶ σταυρωθέντος κωλυομένην, ἰδὼν ὁ διάβολος τὰ στοιχεῖα ταρασσόμενα, τὴν ὁπλὴν τῶν ἀνόμων, καὶ τὸν σταθμὸν αὐτῶν, ἦχον βροντῶν καὶ βόμβους αὐτῶν, αἴγλην ἀστραπῶν καὶ δρόμον αὐτῶν, στάσιν βελῶν καὶ τὸ κοῦφον αὐτῶν, θράσος σεισμοῦ καὶ τὸ κράτος αὐτοῦ, πλῆθος ἀγγέλων καὶ τὰς τάξεις αὐτῶν, στιλβότητα πυρὸς καὶ τὴν φλόγα αὐτοῦ, καταιγίδα ὀργῆς καὶ τὸν θυμὸν αὐτῆς, στρατιῶν ὑψιστόλων καὶ τὰς παρεμβολὰς αὐτῶν, ζώων ἁγίων δυνάμεις καὶ τὸ σθένος αὐτῶν, ὑποταγὴν νεφελῶν καὶ τὴν ἀποστολὴν αὐτῶν·
 [00189]  Ἀτενίσας δὲ εἶδεν ἀστραπῶν λαμποδοφόρων οὐσίας πρὸς αὐτὸν κατιούσας, καὶ βροντῶν ὁ βαρύκτυπος ἦχος πρὸς αὐτὸν ἐθρόησε, γνόφος αὐτὸν περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο·
000-00-00 Serial Number=0265673697
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00017]  σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη·
000-00-00 Serial Number=0240618706
In catenas sancti Petri Ante [Go Back]  
 [00187]  ἐμφόβους τε καὶ περιδεεῖς ἐργάζεται τῷ τοῦ κατακλυσμοῦ παραδείγματι καὶ τῇ τῶν ἁμαρτησάντων ἀγγέλων κατακρίσει καὶ ταρταρώσει, πρὸς οἷς καὶ τῆς δευτέρας παρουσίας ὑπομιμνήσκει, ἐν ἧ τοὺς οὐρανοὺς μὲν παρελεύσεσθαί φησι, στοιχεῖα δὲ καυσούμενα διαλυθήσεσθαι.
000-00-00 Serial Number=0170214832
In decem virgines Ante [Go Back]  
 [00007]  εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος·
 [00045]  Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον.
000-00-00 Serial Number=0755632997
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01014]  οὐ πάντες τὰ στοιχεῖα ἐθεοποίουν;
 [09222]  Καὶ καθάπερ παιδία ἀμαθῆ συνεχῶς τὰ στοιχεῖα μανθάνοντα, ἐπειδὰν διεσπαρμένως ἐξετάζηται περὶ τῆς ἐκείνων τάξεως, ἕτερα ἀνθ' ἑτέρου λέγοντα πολὺν κινεῖ τὸν γέλωτα·
 [09999]  Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβά-διζε.
000-00-00 Serial Number=0064258873
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02027]  ἀλλὰ τὰ στοιχεῖα;
000-00-00 Serial Number=0381240129
In epistulam ad Colossenses Ante [Go Back]  
 [00753]  πρὶν ἢ τὰ πρῶτα στοιχεῖα μαθεῖν, περιττὸν [62.317] καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι.
 [01288]  [62.329] καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκιαγραφῶν, καθάπερ ἡμεῖς τὰ στοιχεῖα.
 [01317]  καὶ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις λέγοι μὲν εἰδέναι τὰ στοιχεῖα, σποράδην δὲ ἐρωτώμενος μὴ εὑρίσκοι, καὶ τύπτοιτο.
 [01332]  Ἀλλ' οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα·
 [01383]  Καὶ ὥσπερ ὁ πρὸ τῶν στοιχείων ἀναγινώσκειν διδάσκων, οὐδέποτε οὐδὲ τὰ στοιχεῖα διδάξει, οὕτω δὴ καὶ τότε.
 [01444]  ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίμονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὐχ ἑτέρα τις τῶν ἄνω δυνάμεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει.
 [01789]  ∆ιὰ τῆς φιλοσοφίας, φησὶ, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.
 [01790]  Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡμερῶν παρατηρήσεως, στοιχεῖα κόσμου ἥλιον καὶ σελήνην λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε·
 [01791]  Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα;
 [01793]  εἰ γὰρ ὁ κόσμος οὐδὲν, πολλῷ μᾶλλον [καὶ] τὰ στοιχεῖα.
 [02910]  Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι;
000-00-00 Serial Number=0389219701
In epistulam ad Ephesios Ante [Go Back]  
 [04131]  ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας.
000-00-00 Serial Number=0426010966
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01466]  Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
 [01469]  ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα·
 [01491]  νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
 [01493]  ∆ιὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος, καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν.
 [01497]  Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά.
000-00-00 Serial Number=0320947230
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02619]  Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.
 [02620]  Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν ἀνθρωπότητά φησιν.
 [02621]  Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτον τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐπὶ τῶν θείων λογίων πρῶτον περὶ τῆς ἀνθρωπότητος ἔδει διδάσκεσθαι.
 [02804]  Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.
 [02809]  Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ·
 [02834]  Καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι·
 [02853]  Ἀλλ' ὥσπερ ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα καταγίνηται, ἢ εἴ τις περὶ τὸν θεμέλιον στρέφηται, καὶ οὐκ ἀνέρχηται ἐπὶ τὴν οἰκοδομὴν, οὐδέποτε ἔσται αὐτῷ τι πλέον·
 [06854]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
 [07868]  Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν·
000-00-00 Serial Number=0057708263
In epistulam ad Romanos Ante [Go Back]  
 [09134]  Βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν·
000-00-00 Serial Number=0270215690
In epistulam ad Titum Ante [Go Back]  
 [01105]  Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
000-00-00 Serial Number=0301821828
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00064]  διὰ τὰ χρήματα ἐλεύθερα στοιχεῖα πεπράκαμεν·
000-00-00 Serial Number=0387118161
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00142]  συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα.
000-00-00 Serial Number=0028384924
In magnam feriam Ante [Go Back]  
 [00025]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
000-00-00 Serial Number=0100617349
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00035]  Συνστενάζει τούτοις καὶ αὐτὰ τὰ στοιχεῖα·
000-00-00 Serial Number=0833321929
In omnes sanctos Ante [Go Back]  
 [00079]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
000-00-00 Serial Number=0974502623
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00013]  Τὸ ἔδαφος ἔτρεμε καὶ σὺ ῥαπίζων ἐγέλας, ἐξίστατο τὰ στοιχεῖα καὶ σὺ τὴν ὕβριν ἐπόμπευες·
000-00-00 Serial Number=0970577240
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00089]  Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω;
000-00-00 Serial Number=0411003292
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00143]  εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο.
000-00-00 Serial Number=0741275430
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00716]  Τί θαυμάζεις, εἰ βασιλέως καταγελῶσιν, ὅταν αὐτοὺς τὰ στοιχεῖα αἰδῆται καὶ θαυμάζῃ;
000-00-00 Serial Number=0983308136
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00109]  πάντα γὰρ ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα, καὶ ἐν ταῖς ἐκείνου χερσὶ μετεσχηματίζετο πάλιν ἡ κτίσις καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ δεσπότῃ.
000-00-00 Serial Number=0996162653
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02113]  Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»