Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συμφορὰν [107]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συμφορὰν


000-00-00 Serial Number=0895569861
Ad Eudoxiam i Ante [Go Back]  
 [00070]  Ναί, παρακαλῶ λῦσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην ὀδύνην καὶ συμφορὰν μεμνημένη τοῦ Σωτῆρος ἐν εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν.
000-00-00 Serial Number=0958352089
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01674]  Καὶ ὁ μὲν λιμῷ καὶ δίψει ὑπὲρ τῶν ἀλλοτρίων ἐκολάζετο κακῶν, καὶ τῆς γυναικὸς ἀπελθούσης τοσαύτην συμφορὰν ἀδακρυτὶ προσετάττετο φέρειν, οὗ τί βαρύτερον γένοιτ' ἂν τοῦ μηδὲ θρηνεῖν συγχωρεῖσθαι τὰ οἰκεῖα κακά;
 [01759]  πενίᾳ δὲ ἐσχάτῃ συζῇ, καὶ τὸν διακονούμενον ἔχει νεανίσκον ἕνα, χρηστὸν μὲν καὶ φιλοδέσποτον, οὐ μὴν ἱκανὸν παραμυθήσασθαι τὴν συμφορὰν ἐκείνην·
000-00-00 Serial Number=0194749057
Ad illuminandos catecheses Ante [Go Back]  
 [00141]  Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ, [49.228] οὐ σκεύη κεραμέως φησὶν, ἀλλὰ σκεῦος ὀστράκινον.
000-00-00 Serial Number=0148827195
Ad populum Antiochenum Ante [Go Back]  
 [01210]  καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι·
 [03733]  Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις·
 [04020]  νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώλυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμφορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νόμος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα.
 [04158]  Ἐνῆν καὶ ἑτέραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα συμφορὰν ἐργασάμενον ὅρκον ἕνα.
 [04196]  [49.153] Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν·
 [04862]  οὕτω δὴ καὶ οὗτοι ἐν ἡμέρᾳ μιᾷ καὶ κατέβησαν, καὶ διελέχθησαν, καὶ τὴν συμφορὰν ἔλυσαν, καὶ πρὸς τὰ οἰκεῖα ἀνέβησαν καταγώγια.
000-00-00 Serial Number=0484285653
Ad viduam juniorem Ante [Go Back]  
 [00182]  Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκὼν καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται·
000-00-00 Serial Number=0322331667
Adversus Judaeos Ante [Go Back]  
 [00162]  κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει;
 [02251]  Ἐπειδὴ πένθος ἐστὶ καὶ κατάγνωσις καὶ ὑποψία πονηρὰ τὸ γινόμενον, ἐμιμεῖτο τὴν συμφορὰν τῆς οἰκείας θυσίας τὸ σχῆμα·
 [02680]  Κἂν πολλοὶ ὦσιν οἱ νηστεύσαντες, σὺ μὴ ἐκπομπεύσῃς, ἀγαπητὲ, μηδὲ παραδειγματίσῃς τῆς Ἐκκλησίας τὴν συμφορὰν, ἀλλὰ θεράπευσον.
000-00-00 Serial Number=0962429464
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00003]  Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ' ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι' ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς·
 [00169]  Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ' ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας·
 [00623]  Ἐκεῖνος μὲν γὰρ δεικνὺς ὅτι οὐδὲν τοῦτο δεινὸν, κατακεκλεισμένος τε ἐν οἰκίσκῳ μικρῷ, καὶ πρὸς ἕτερον ἐπειγόμενος φῶς, καὶ τὸ παρὸν οὐδὲν μέγα πρὸς ἐκεῖνο ἡγούμενος, παιδεύσει γενναίως τὴν συμφορὰν ἐνεγκεῖν.
 [00878]  καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ τότε ἐκείνῳ, ἀλλ' ἦν ἅπαντα τὰ ἄλλα θαυμαστὸς, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0516928554
Commentarius in Job Ante [Go Back]  
 [00682]  βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο.
 [00688]  οὐ μόνον οὐχὶ σιγῇ τὴν συμφορὰν ἤνεγκεν, ἀλλὰ καὶ ἐδόξασεν, οὐκ εἰς τὸν παρόντα καιρόν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα.
 [00935]  εἶδες συμφορὰν ἐσχάτην;
 [01015]  ἰδοὺ γάρ, φησίν, ἠφάνισταί σου τὸ μνημόσυνον, μονονουχὶ δεικνύουσα πάλιν τὴν συμφορὰν καὶ τὰ λήθῃ παραδοθέντα ἀνανεοῦσα τῇ μνήμῃ.
 [01855]  τοῦτο καὶ γνωμικῶς εἶπεν, οὐχὶ διὰ τὴν συμφορὰν μόνον.
 [01907]  εἶτα τὴν συμφορὰν λέγει·
 [01947]  εἶπε τὴν συμφορὰν καὶ ᾔτησε θάνατον καὶ λύσιν.
 [02334]  εἶτα πάλιν τὴν συμφορὰν διηγεῖται τὴν ἑαυτοῦ, ὡς μεγάλη καὶ παράδοξος, καὶ τὸ ὀλιγοχρόνιον τοῦ βίου καὶ τὸ μετὰ ταῦτα μὴ εἶναι ἐλπίδα·
 [02745]  εἶτα πάλιν τὴν συμφορὰν ἀναγγέλλει·
 [02913]  οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων.
 [02994]  ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον.
 [03499]  εἶτα λέγει τὴν συμφορὰν καὶ ἐπαίρει πάλιν καὶ ἐκτραγῳδεῖ, ὅτι ὁ θεὸς τοῦτο ἐποίησεν·
000-00-00 Serial Number=0616553843
De Anna i Ante [Go Back]  
 [00144]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν.
 [00186]  Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπροστάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰ [54.640] ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυφόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θεραπείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προστάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰκείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης·
 [00295]  Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν;
 [00455]  Ὡς γὰρ εἶδε κἀκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως, καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε.
 [00514]  Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον.
 [00518]  τουτέστιν, ὅλην ἐμαυτὴν μετέστησα πρὸς τὸν Θεὸν, τὴν διάνοιάν μου ἐξεκένωσα πρὸς αὐτὸν, ὅλῃ ψυχῇ καὶ δυνάμει τὴν εὐχήν μου ἐποιησάμην, εἶπον τῷ Θεῷ τὴν συμφορὰν τὴν ἐμὴν, ἔδειξα τὸ ἕλκος·
 [00535]  οὐ περιειργάσατο τὴν συμφορὰν, οὐκ ἠβουλήθη πολυπραγμονῆσαι τὴν αἰτίαν, ἀλλὰ τί φησι;
 [00653]  Οἱ γὰρ τὴν συμφορὰν αὐτῆς ἐπιστάμενοι, μάρτυρες ἐγίνοντο τῆς τοῦ Θεοῦ χάριτος·
 [00705]  Ὅτε ἔπασχε κακῶς, οὐδενὶ τὴν συμφορὰν ἐξεκάλυψεν, οὐδὲ εἶπε πρὸς τὸν ἱερέα·
000-00-00 Serial Number=0465810299
De Chananaea Ante [Go Back]  
 [00240]  Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος·
 [00306]  καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις·
000-00-00 Serial Number=0161143959
De Christi divinitate Ante [Go Back]  
 [00082]  οὕτω καὶ ἐπὶ τοῦ παραλελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρωτᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ' ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφορὰν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς.
000-00-00 Serial Number=0283333898
De Lazaro Ante [Go Back]  
 [00793]  οὐδὲ διὰ τὴν ἀρετὴν αὐτὸν, ἀλλὰ διὰ τὴν συμφορὰν ἐλεῶμεν, ἵνα καὶ αὐτοὶ παρὰ τοῦ ∆εσπότου τὸν πολὺν ἔλεον ἐπισπασώμεθα, ἵνα καὶ αὐτοὶ, ἀνάξιοι ὄντες, φιλανθρωπίας ἐπιτύχωμεν.
 [01795]  Τρανοτέραν αὐτῷ τὴν συμφορὰν ἐποίησε καὶ πικροτέραν τὴν ὀδύνην τὸ ἐν πλείοσι σώμασι τὸ τραῦμα δέξασθαι.
 [01842]  ∆ιὰ γὰρ τοῦτο καὶ ἐγὼ, καίτοι μηδενὸς ὄντος ἐν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν', ὅταν ἐμπέσωμεν εἴς τινα τοιαύτην συμφορὰν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας·
 [02312]  ∆έον περιστεῖλαι, δέον περικαλύψαι διὰ τὸ γῆρας, διὰ τὸ πένθος, διὰ τὴν συμφορὰν, διὰ τὸ πατέρα αὐτοῦ εἶναι·
000-00-00 Serial Number=0479691327
De cruce et latrone i Ante [Go Back]  
 [00150]  Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει.
000-00-00 Serial Number=0639337301
De cruce et latrone ii Ante [Go Back]  
 [00198]  οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν, καὶ ὀνειδίζων ἑτέρου συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει.
000-00-00 Serial Number=0601744592
De diabolo tentatore Ante [Go Back]  
 [00125]  Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν.
 [00946]  Τίς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν;
000-00-00 Serial Number=0327987075
De incomprehensibili dei natura Ante [Go Back]  
 [01027]  Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις;
000-00-00 Serial Number=0496366560
De jejunio de Davide Ante [Go Back]  
 [00068]  πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς κυλλοῦ ἀθρόον, πόδας αὐτῷ χαρισάμενος.
000-00-00 Serial Number=0387407303
De mansuetudine sermo Ante [Go Back]  
 [00010]  Πᾶς γὰρ ἐπιεικής τε καὶ πρᾶος ῥᾳδίως εἰς φιλανθρωπίαν καθέλκεται, καὶ [63.551] οὐκ ἀνάσχοιτο περιιδεῖν τοὺς ἐν ἐνδείᾳ καθεστηκότας, ἑαυτοῦ νομίζων συμφορὰν τὴν πενίαν τῶν ἄλλων.
000-00-00 Serial Number=0213247478
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00080]  Ἵν' οὖν μὴ τοῦτο γένηται, ᾠκονόμησεν ὁ Θεὸς ἐπ' ἀλλοτρίας αὐτὸν ἀφεῖναι τὴν ψυχὴν, ἵν' ἐν τῷ μεταξὺ χρόνῳ προμελετήσαντες τὴν συμφορὰν, ὅταν ἴδωμεν εἰσελθόντα τὸν νεκρὸν, μὴ καταπλαγῶμεν τὴν ψυχὴν, ἐνεθισθείσης τῷ θρήνῳ τῆς διανοίας·
000-00-00 Serial Number=0176339746
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01262]  Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ [63.606] τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι [63.606] τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν, οὐ δακρύεις;
 [02456]  σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων.
 [04458]  Τίς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν;
 [05313]  οὐκ ἐκελεύσθης ἀργίαν ἐγκαλεῖν, οὐδὲ κακίαν κατηγορεῖν, οὐδὲ νωθρείαν ὀνειδίζειν, ἀλλὰ πενίαν διορθοῦσθαι, καὶ συμφορὰν ἰᾶσθαι, καὶ χεῖρα τοῖς κειμένοις ὀρέγειν.
 [05437]  πρὸς τὴν συμφορὰν ἐπικάμφθητι.
 [09830]  Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά·
 [09999]  Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά·
000-00-00 Serial Number=0152724564
Expositiones in Psalmos Ante [Go Back]  
 [06898]  Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δεικνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην δεδώκασιν ἱκανήν.
000-00-00 Serial Number=0064085245
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02017]  ὃ χείρονα τὴν συμφορὰν ἐδείκνυεν.
 [03922]  εἶπες γὰρ κηρύξαι αἰχμαλωσίαν, καὶ ἠθέτησάς με οὐκ ἐπάγων τὴν τιμωρίαν, καὶ τὴν συμφορὰν, ἣν ἐκήρυξα τῇ πόλει.
000-00-00 Serial Number=0495957792
Fragmenta in Job Ante [Go Back]  
 [00322]  Ἡ γὰρ παρελθοῦσα εἰρήνη, καὶ γαλήνη, καὶ εὐημερία, τὴν συμφορὰν χαλεπωτέραν ἐργάζεται.
 [00682]  Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπάραι τῷ λόγῳ.
 [00919]  καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε.
 [01216]  Πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι, μὴ τὴν συμφορὰν, μὴ τὴν φιλίαν λογιζόμενοι, ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ Θεοῦ βοηθείας·
 [01543]  Οἱ περιλειφθέντες αὐτῷ οἰκείων, χαλεπωτέραν εἰργάσαντο τὴν συμφορὰν τῶν ἀπελθόντων·
 [01713]  ∆ιὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, οὐκ εἶπεν, Ἐπεκούφισα τὴν συμφορὰν, οὐδὲ Τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν·
000-00-00 Serial Number=0639976382
In Acta apostolorum Ante [Go Back]  
 [08503]  Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συμφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιμῷ.
000-00-00 Serial Number=0076511919
In Genesim sermo 3 Ante [Go Back]  
 [00145]  ἄλλο πετᾶσαν συμφορὰν ἡμῖν παρεισάγει.
000-00-00 Serial Number=0598631382
In Genesim sermones Ante [Go Back]  
 [01644]  καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς;
000-00-00 Serial Number=0224594772
In Heliam et viduam Ante [Go Back]  
 [00104]  Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας;
000-00-00 Serial Number=0707239270
In Isaiam Ante [Go Back]  
 [01384]  Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν, ὅταν καὶ υἱὸς καὶ κάλλιστος καὶ ποθούμενος καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον·
 [01415]  Ἐπειδὴ σφόδρα κατέσεισε τὴν διάνοιαν αὐτῶν τῇ τῶν λυπηρῶν ἀπειλῇ, καὶ τὴν συμφορὰν ἐναργῶς ἐτραγῴδησε καὶ μακρὸν ἀπέτεινε λόγον τὰ φοβερὰ διηγούμενος, μεταβάλλει λοιπὸν ἐπὶ τὰ χρηστότερα.
000-00-00 Serial Number=0365201771
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00100]  Ἤθελε γὰρ αὐτὸν τὸν δήσαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας.
000-00-00 Serial Number=0511126280
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02946]  καὶ ἄλλος, ὅτι Τὴν συμφορὰν ἔλυσε·
 [08810]  Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ·
 [09732]  ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώματι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς μέλεσι τὴν συμφορὰν ἐπήγαγες·
000-00-00 Serial Number=0401416719
In epistulam ad Colossenses Ante [Go Back]  
 [01116]  Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφορὰν, ἐν ᾗ ἦσαν.
 [02786]  ἀλλ' ὅμως ἔνεγκε τὴν συμφορὰν, καὶ τὴν μετ' ἐκείνην, καὶ τὴν μετὰ ταύτην.
000-00-00 Serial Number=0683853507
In epistulam ad Ephesios Ante [Go Back]  
 [02574]  πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ [62.71] διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον.
 [03318]  οἱ δὲ δῆθεν σπουδάζειν δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συμφορὰν ταύτην ἐργαζόμενοι.
 [03428]  Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι.
 [04616]  ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συμφορὰν καὶ τὸν καταλαβόντα σε χειμῶνα·
000-00-00 Serial Number=0164118826
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06873]  Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινὰ, ἀπολώλαμεν.
000-00-00 Serial Number=0178095818
In epistulam ad Romanos Ante [Go Back]  
 [03177]  ἀλλ' ἂν μὲν εὐχαρίστως, κερδανεῖς τὰ μέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφημῶν, οὔτε τὴν συμφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ μεῖζον ἐργάσῃ τὸ κλυδώνιον.
 [07551]  Εἶτα μέλλων ἐκτραγῳδεῖν αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν οὕτω λέγων·
 [08364]  Οὐ γὰρ εἶπε, Λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις ὅτι ἀδύνατον·
 [09999]  Ὅτε γοῦν εἶδε τοῦτο μὲν μὴ γινόμενον, ἐκείνους δὲ ἐπινεμομένην τὴν συμφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη μᾶλλον, ἢ ἐπὶ τοῦ Ἀμνὼν τοῦ πρωτοτόκου.
000-00-00 Serial Number=0459345996
In illud Domine non est in homine Ante [Go Back]  
 [00172]  Εἶτα ἐπειδὴ ἐτραγῴδησε τὴν οἰκείαν συμφορὰν ἐκείνη, φησί, Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ.
000-00-00 Serial Number=0583552003
In illud Ne timueritis Ante [Go Back]  
 [00134]  Ὅταν δὲ ἴδῃς ἕτερον πίπτοντα ἐν τῷ ἐκείνου πτώματι, τὴν οἰκείαν συμφορὰν καταμάνθανε.
000-00-00 Serial Number=0494564354
In illud Vidi dominum Ante [Go Back]  
 [01174]  Ταύτης οὖν αὐτὸν τῆς ἱστορίας ὑπομνῆσαι βουλόμενος, ἀνέμνησεν αὐτὸν τοῦ Ἀαρὼν τοῦ τότε ἀδικη θέντος, ὥστε πρὸς τὴν τῶν ἠδικηκότων συμφορὰν παραπέμψαι τὴν τούτου διάνοιαν.
000-00-00 Serial Number=0348136187
In illud Vidua eligatur Ante [Go Back]  
 [00482]  Πρὸς τὴν συμφορὰν ἐπι-κάμφθητι.
000-00-00 Serial Number=0715094030
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00020]  Τριάκοντα γοῦν καὶ ὀκτὼ ἔτη ἀῤῥωστίᾳ παλαίων ἀνιάτῳ καὶ μαστιζόμενος διηνεκῶς, οὐκ ἐδυσχέρανεν, οὐκ ἀφῆκε ῥῆμα βλάσφημον, οὐ κατηγόρησε τοῦ πεποιηκότος, ἀλλὰ γενναίως καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν συμφορὰν ἔφερεν ἐκείνην.
 [00035]  Ὁ δὲ μετὰ τοσαῦτα ἔτη οὕτω φιλοσοφῶν, οὕτως ἀνεξικάκως ἀποκρινόμενος, εὔδηλον ὅτι καὶ τὸν ἔμπροσθεν χρόνον μετὰ πολλῆς τῆς εὐχαριστίας τὴν συμφορὰν ἔφερεν ἐκείνην.
 [00103]  Μηκέτι ἁμάρτανε, καὶ τοσοῦτον εἰπὼν, ὅσον ἀναμνῆσαι μόνον, σπουδαιότερον αὐτὸν πρὸς τὸ μέλλον εἰργάσατο, καὶ τὴν μὲν ὑπομονὴν αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν φιλοσοφίαν πᾶσαν δήλην ἡμῖν ἐποίησεν εἰς ἀνάγκην αὐτὸν καταστήσας τοῦ πᾶσαν ἐκτραγῳδῆσαι τὴν συμφορὰν, καὶ τὴν σπουδὴν ἐπιδειξάμενος τὴν ἑαυτοῦ·
000-00-00 Serial Number=0768700480
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00075]  Ἐγὼ δὲ μεθύειν μὲν αὐτοὺς καὶ αὐτὸς ὁμολογῶ, ἀλλ' οὐ τὴν μέθην ἣν λέγεις αὐτὸς, ἀλλὰ τὴν θειοτέραν καὶ νοερὰν ἐκείνην, ἧς ὁ πεπωκὼς σοφίας ἐμπίπλαται, ἧς ὁ πεπωκὼς ἔῤῥωται τὴν διάνοιαν, ἧς ὁ πεπωκὼς ἐγρήγορε (σιξ) καὶ νήφει πρὸς ἀρετὴν, ἧς ὁ πεπωκὼς ἐρᾷν μανθάνει Θεοῦ, ἧς ὁ πεπωκὼς οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἧς ὁ πεπωκὼς μαίνεται μετὰ Παύλου, καὶ παντὸς πυρὸς καὶ σιδήρου κατατολμᾷ, καὶ τοῖς κινδύνοις ἐπιπηδᾷ, καὶ πᾶσαν συμφορὰν ὡς εὐφροσύνην ἀσπάζεται, καὶ ταῖς λοιδορίαις ὡς εὐφημίαις ἀγάλλεται, καὶ ταῖς ὕβρεσιν ὡς ἐπαίνοις ἐγκαλλωπίζεται, καὶ τοῖς ὑπὲρ τοῦ Σωτῆρος δεσμοῖς ὡς ἐπὶ τοῖς βασιλικοῖς στεφάνοις ἁβρύνεται.
000-00-00 Serial Number=0331941187
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00179]  Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν ∆εσπότην αὐτοῦ δοῦναι ὑετόν.
 [00180]  Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς.
 [00204]  ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν;
 [00325]  ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐ τὸς κτίστης, καὶ πάντων δημιουργός·
 [00328]  Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς·
000-00-00 Serial Number=0907538891
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00072]  καὶ ταύτην τὴν συμφορὰν τραγῳδῶν ὁ προφήτης ἔλεγε·
000-00-00 Serial Number=0072286308
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00087]  ἵνα μέλλουσαν ἐπιέναι τὴν συμφορὰν προμηνύσῃς, καθάπερ ἐκεῖνος τοὺς πολεμίους.
000-00-00 Serial Number=0840922475
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01327]  καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βασιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»