Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συνεχεῖς [115]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συνεχεῖς


000-00-00 Serial Number=0306090891
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00121]  Τοὺς γὰρ περὶ τοῦ μὴ δεῖν ὀμνύναι κειμένους καὶ αἰσχύνομαι λέγειν, οὐ διὰ τὰς ὁρκωμοσίας μόνον, ἀλλὰ καὶ διὰ τὰς ἐπιορκίας τὰς συνεχεῖς.
000-00-00 Serial Number=0358136654
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00246]  ∆εδοικότες αὐτοῦ τὴν ὠμότητα καὶ τὰς συνεχεῖς ἐπιβουλὰς, καὶ τὰς ἐπαλλήλους μηχανὰς, τὸν πολὺν ὕπνον ἀποκρουόμεθα, νήφομεν, μεμνήμεθα τοῦ Κυρίου διαπαντός.
 [00427]  θάνατος γάρ ἐστι καὶ φθορὰ καὶ τιμωρία καὶ κόλασις καὶ θλίψεις διάφοροι καὶ συνεχεῖς.
 [00479]  ∆ιὰ τοῦτο ποικίλοι καὶ διάφοροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζεται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδικεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν·
 [00933]  Τότε δὲ οὐδὲν τούτων ἦν, οὐκ ἀγροὶ συνεχεῖς, οὐ πόλεις, οὐ σταθμοὶ, οὐ καταγώγιον, οὐ τὸ συνοδοιπόρον ταχέως ἰδεῖν, οὐκ ἄλλο τι τούτων οὐδέν·
 [01137]  Ἐννόησον γὰρ ὅσην ὀδύνην ὑπέμεινεν, ὅτε τῆς οὕτως ἀγαπωμένης ἀπεστερεῖτο, καὶ προσδοκῶν αὐτὴν ἔνδον ἔχειν, εἰς ἑπτὰ ἐτῶν πάλιν ἀναβολὴν ἐξεκρούετο, καὶ τοὺς κρυμοὺς καὶ τὰ θάλπη καὶ τὰς ἀγρυπνίας καὶ τὰς ζημίας τὰς συνεχεῖς.
 [01490]  Ἐπειδὴ δὲ καὶ κατέστησε βασιλέα τὸν Σαοὺλ, ἐπάλληλοι πάλιν αὐτῷ ὀδύναι καὶ συνεχεῖς προσετίθεντο.
 [01499]  πότερον τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς καὶ συνεχεῖς τοὺς ἐν τοῖς ψαλμοῖς ἀναγεγραμμένους εἰς μέσον ἀγάγω νῦν, ἢ τούτους ἀφεὶς ἀναλέξασθαί σοι κατὰ σχολὴν, αὐτὸς τὰς ἐκείνου διέλθω συμφοράς.
 [01680]  εἰ δέ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν καταμάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ τὰς ἱκετηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύναις ὄντα καὶ ἀθυμίαις.
000-00-00 Serial Number=0601352394
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00466]  Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ' ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ.
000-00-00 Serial Number=0611146092
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00029]  Εἰ μὲν γὰρ μετὰ χρόνον πολύν, μετὰ νηστείας τε συνεχεῖς καὶ τὴν χαμευνίαν καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν ἄν τις πολλὴν ἔφη τὴν ζημίαν γεγενῆσθαι, μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας καὶ νίκας τῆς ἥττης γενομένης·
 [00037]  νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν·
000-00-00 Serial Number=0550942242
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00224]  Ἀλλὰ θλίψεις ἐπάλληλοι καὶ συνεχεῖς;
 [00607]  [10.37] Εἶτα μετὰ τὴν σφαγὴν ἐπράθην, δοῦλος ἐγενόμην βαρβάρων καὶ συνεχεῖς ἤμειψα δεσπότας·
000-00-00 Serial Number=0261522055
Ad populum Antiochenum Ante [Go Back]  
 [01379]  ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν·
 [03446]  οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν·
 [04084]  διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον.
 [04770]  Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσα.
 [04936]  Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε·
 [05569]  οὕτω τῶν ἐχθρῶν καὶ μισουμένων κἂν οἰκέτην, κἂν φίλον, κἂν οἰκίαν, κἂν στενωπὸν ἴδωμεν, κἂν ὁτιοῦν ἕτερον, ὑπὸ πάντων δακνόμεθα, καὶ πυκναὶ καὶ συνεχεῖς ἡμῖν ἀφ' ἑκάστου τῶν ὁρωμένων πληγαὶ γίνονται.
000-00-00 Serial Number=0227377832
Adversus Judaeos Ante [Go Back]  
 [00031]  Ἑορταὶ τῶν ἀθλίων καὶ ταλαιπώρων Ἰουδαίων μέλλουσι προσελαύνειν συνεχεῖς καὶ ἐπάλληλοι, αἱ σάλπιγγες, αἱ σκηνοπηγίαι, αἱ νηστεῖαι·
 [00715]  Οἱ μὲν γὰρ εἶχον εἰπεῖν μέταλλα καὶ τὴν ἐν αὐτοῖς ταλαιπωρίαν, οἱ δὲ δημεύσεις τῶν ὄντων ἁπάντων, οἱ δὲ λιμοὺς, οἱ δὲ πληγὰς συνεχεῖς·
 [01598]  ἐνδελεχισμὸν λέγων τὰς συνεχεῖς θυσίας τὰς καθημερινάς·
000-00-00 Serial Number=0974524856
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00896]  πόθεν νόσοι χαλεπαὶ καὶ συνεχεῖς, καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς;
 [01491]  Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνεχεῖς πίπτουσιν οἱ νεκροὶ, ἀλλ' ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή.
000-00-00 Serial Number=0986440718
Commentarius in Job Ante [Go Back]  
 [00518]  ὁρᾷς συνεχεῖς τὰς πληγὰς καὶ οὐ συγχωρούμενον αὐτὸν οὐδὲ ἀναπνεῦσαι μικρόν;
000-00-00 Serial Number=0628122330
Comparatio regis et monachi Ante [Go Back]  
 [00051]  ὑπὲρ ἑαυτοῦ μὲν οὐδεμίαν, οὔτε μικρὰν, οὔτε μείζω χάριν παρὰ τῶν πλουσίων αἰτῶν, ὑπὲρ δὲ τῶν ἐν ἐνδείᾳ πολλάς τε καὶ συνεχεῖς, ἀμφοτέροις λυσιτελούσας, τοῖς τε παρέχουσι, καὶ τοῖς κομίζεσθαι μέλλουσιν.
000-00-00 Serial Number=0358289897
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00299]  ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς, καὶ δεῖ τινα ἐφεστάναι διὰ παντὸς, ὅπως τὰ μὲν φυλάττοιτο μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέοι τῆς οἰκίας;
000-00-00 Serial Number=0139649987
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00133]  Ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες λοιπὸν ἐσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες.
000-00-00 Serial Number=0067481339
De Anna i Ante [Go Back]  
 [00358]  ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχὰς, τὸν καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, αὐτάς τε τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως.
000-00-00 Serial Number=0905752420
De Lazaro Ante [Go Back]  
 [00217]  οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ' ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ' ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο·
 [00854]  σὺ δὲ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας, καὶ συνεχεῖς δέχῃ τὰς πληγάς·
000-00-00 Serial Number=0213143766
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00057]  πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον.
000-00-00 Serial Number=0761855960
De incomprehensibili dei natura Ante [Go Back]  
 [00294]  καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας.
000-00-00 Serial Number=0890560687
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00289]  Καὶ ἐπειδὴ λόγῳ πείθειν οὐκ εἶχε διὰ τὸ ἀνένδοτον αὐτῶν καὶ σκληρόν, ἐπὶ συνεχεῖς εὐχὰς ἐτρέπετο λέγων·
 [00548]  [4.13] Ὅταν οὖν καὶ ὁ κηρύττων ἰδιώτης ᾖ καὶ πένης καὶ ἄσημος, καὶ τὸ κηρυττόμενον οὐκ ἐπαγωγόν, ἀλλὰ καὶ σκάνδαλον ἔχον, καὶ οἱ ἀκούοντες αὐτὸ πένητες καὶ ἀσθενεῖς καὶ οὐδένες, καὶ κίνδυνοι ἐπάλληλοι καὶ συνεχεῖς καὶ τοῖς διδασκάλοις καὶ τοῖς μαθηταῖς, καὶ ὁ καταγγελλόμενος ἐσταυρωμένος, τί τὸ ποιῆσαν κρατήσειν;
 [00730]  [5.10] Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα;
000-00-00 Serial Number=0617422581
De mutatione nominum Ante [Go Back]  
 [01028]  Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία·
000-00-00 Serial Number=0785408676
De non iterando conjugio Ante [Go Back]  
 [00080]  Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς·
000-00-00 Serial Number=0173235059
De paenitentia [1] Ante [Go Back]  
 [00021]  Καὶ γὰρ ἐκεῖ διατρίβων ἤκουον ὑμῶν τὰ ἐγκλήματα, καὶ συνεχεῖς ἐπιστολαὶ ταῦτα ἡμῖν διεκόμιζον·
000-00-00 Serial Number=0521901906
De perfecta caritate Ante [Go Back]  
 [00128]  Εἰ δὲ μήπω τοῦ πράγματος παρόντος, ἀλλὰ καθ' ὑπόθεσιν δοθέντος, καὶ λόγῳ διαγραφέντος, ἀπολλύμεθα ὑπὸ τοῦ συνειδότος, τί ποιήσομεν ὅταν [56.284] παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἀρχαὶ καὶ ἐξουσίαι, ὅταν σάλπιγγες ἠχῶσιν αἱ συνεχεῖς καὶ ἐπάλληλοι, καὶ ἁρπαγὴ τῶν δικαίων ἐπὶ νεφελῶν, καὶ πολὺς τῶν ἡμαρτηκότων ὁ κλαυθμός;
000-00-00 Serial Number=0376963377
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00087]  Ἀλλ' ἐπὶ τὸ προκείμενον ἴωμεν, ἵνα μὴ συνεχεῖς τὰς παρεκτροπὰς ποιώμεθα.
000-00-00 Serial Number=0796092927
De sacerdotio Ante [Go Back]  
 [00021]  Ἀλλά με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ' ἐκείνου τὴν δωρεάν.
 [00879]  ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην;
 [00987]  Πλὴν οὐ παραπλησίως αὐτὸν ἐπιζητήσομεν, τὴν ἀπὸ τῶν σημείων ἔχοντες ἰσχύν, εἰ δὲ τῆς μὲν δυνάμεως ἐκείνης οὐδὲ ἴχνος ὑπολέλειπται, πολλοὶ δὲ πανταχόθεν ἐφεστήκασιν οἱ πολέμιοι καὶ συνεχεῖς, τούτῳ λοιπὸν ἡμᾶς ἀνάγκη φράττεσθαι καὶ ἵνα μὴ βαλλώμεθα τοῖς τῶν ἐχθρῶν βέλεσι καὶ ἵνα βάλλωμεν ἐκείνους.
 [01054]  Τί γὰρ ἄν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν Ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους;
 [01194]  Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν ἡ γὰρ ἀθυμία καὶ αἱ συνεχεῖς φροντίδες δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην , οὕτως οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους ὥσπερ ἂν εἰ πατὴρ πρὸς παῖδας ἄγαν νηπίους διακέοιτο·
 [01298]  Ἤδη δὲ καὶ θλίψεως ὑπερβολὴ καὶ πενίας ἀνάγκη καὶ ἐπήρειαι συνεχεῖς καὶ ἄλλα τοιαῦτα τοῖς προτέροις ἐναντία ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς, τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές·
 [01324]  καὶ γὰρ καὶ ταύτην τὴν ναῦν συνεχεῖς περιστοιχίζονται χειμῶνες, οἱ δὲ χειμῶνες οὗτοι οὐκ ἔξωθεν προσβάλλουσι μόνον, ἀλλὰ καὶ ἔνδοθεν τίκτονται, καὶ πολλῆς χρεία καὶ συγκαταβάσεως καὶ ἀκριβείας.
 [01394]  Ἤδη δὲ καὶ φροντίδες συνεχεῖς ἤμβλυναν τὸ τῆς διανοίας ὀξὺ καὶ μολύβδου βαρύτερον τὸ πτηνὸν ἀπειργάσαντο·
 [01466]  Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας, αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας, τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερον ἑτέρου.
000-00-00 Serial Number=0523262382
De studio praesentium Ante [Go Back]  
 [00082]  ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι.
000-00-00 Serial Number=0575579703
De virginitate Ante [Go Back]  
 [00764]  Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς;
000-00-00 Serial Number=0154650688
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00481]  ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇ τὰς εὐχὰς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, καὶ αὐτὰς τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως.
 [01945]  Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, καὶ συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, μόλις καταπαύομεν ἐπιθυμίαν, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία·
 [05613]  διὰ τοῦτο οἱ συνεχεῖς καὶ ἄωροι θάνατοι, ἐπειδὴ ὡς πρὸς αὐτὸν φθάνοντες τὸν οὐρανὸν, οὕτω διακείμεθα τῷ φρονήματι·
 [09999]  Εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος ᾖ, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται.
000-00-00 Serial Number=0896868885
Epistula ad Cyriacum Ante [Go Back]  
 [00101]  Τί δὲ ἡνίκα αἱ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγίνοντο κατ' αὐτοῦ κωμῳδίαι;
 [00609]  Καὶ γὰρ ἡ τοῦ σώματος ἀρρωστία ἡ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων χαλεπωτέρα οὐκ ἐπαύσατο συνεχῶς πολιορκοῦσα καὶ λοιδοριῶν δὲ καὶ ὕβρεων νιφάδες καὶ συκοφαντίαι οὐ διέλειπον κατὰ σοῦ φερόμεναι, ἀθυμίαι τέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου.
000-00-00 Serial Number=0169420838
Epistula ad monachos Ante [Go Back]  
 [00036]  Ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχάς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνειν δυνήσῃ τὰς εὐχὰς μετὰ πολλῆς ποιεῖν τῆς νήψεως.
000-00-00 Serial Number=0041645348
Epistulae Ante [Go Back]  
 [00962]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01920]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [02357]  Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε, χάρισαι ταύτην ἡμῖν μεγίστην τὴν χάριν, καὶ πρὶν ἢ ἀπελθεῖν, καὶ ἐπειδὰν ἀπέλθῃς, συνεχεῖς πέμπων ἐπιστολὰς, καὶ πάντα ἡμῖν δηλῶν, ἵνα ἐὰν μὲν κατορθώματα ᾖ, χαίρωμεν, καὶ εὐφραινώμεθα·
 [02464]  Ἀλλὰ καὶ σαυτῇ μυρία τὰ κακὰ ἀπὸ τοῦ πηλοῦ τῶν πραγμάτων τούτων προξενεῖς, εἰς τέλματα συνεχῶς ἐμπίπτουσα, καὶ ἡμῖν ἐκ τοῦ ταῦτα ὑπομένειν λύπας ἐπάγουσα συνεχεῖς καὶ πυκνάς.
 [02622]  καὶ γὰρ ἰατρῶν σπάνις, καὶ ἀναγκαίων ἀπορία οὐδὲν γάρ ἐστιν ὤνιον ἐνταῦθα, οὐ φαρμάκων εὐπορία, [52.699] καὶ ἀέρος δυσκρασία τοῦ κρυμοῦ γὰρ οὐκ ἔλαττον ἡμᾶς τὸ θέρος λυπεῖ, ἀπεναντίας τοῦ κρυμοῦ μιμούμενον τὴν σφοδρότητα, καὶ πολιορκία χαλεπὴ καὶ διηνεκὴς, καὶ συνεχεῖς καὶ ἐπάλληλοι φόβοι τῶν Ἰσαυρικῶν ἐφόδων·
 [02877]  Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας.
 [03117]  Καὶ γὰρ ἅπαξ χειρωθέντες ἀπὸ φήμης ψιλῆς μόνης, καὶ συνδεθέντες σου τῇ εὐγενείᾳ, οὐδὲ ἂν αὐτοὶ σιγᾷν δυνηθείημεν λοιπὸν, οὔτε τοῦ σιγῶντος ἀνέχεσθαι, ἀλλὰ μυρία σοι παρέξομεν πράγματα, εἰ μὴ συνεχεῖς καὶ πυκνὰς ἡμῖν πέμπεις τὰς ἐπιστολὰς, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας σοφιζόμενος ἡδονήν.
 [03382]  τοῦτο τὰς ποικίλας καὶ συνεχεῖς ἡμῶν περιστάσεις παραμυθεῖται.
 [03443]  Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς ἡμᾶς;
 [03646]  Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, συνεχεῖς ἡμῖν πέμπε ἐπιστολάς.
000-00-00 Serial Number=0792830706
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00207]  Τί δὲ ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ' αὐτοῦ κωμῳδίαι, καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν, πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος;
 [00489]  Καὶ ἡμεῖς δὲ σπουδὴν ποιησόμεθα, ἂν ἐπιτυγχάνωμεν γραμματηφόρων, συνεχεῖς σοι καὶ πυκνὰς καὶ μακρὰς πέμπειν ἐπιστολάς.
 [00920]  «Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν», τὰς ἀπαγωγὰς λέγων τὰς συνεχεῖς, τοὺς θορύβους, τὰς περιστάσεις τοῦτο γάρ ἐστιν ἡ ἐπισύστασίς μου , ἐπήγαγεν «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.».
 [00966]  ἀθυμίαι δέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου.
 [01116]  ὡς τά γε ὑμέτερα ἐντεῦθεν λαμπρότερα καὶ μείζονα καὶ φαιδρότερα καθ' ἑκάστην γίνεται τὴν ἡμέραν, πλείων ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ δι' αὐτῶν τῶν δεινῶν τῆς ἀνδρείας ὑμῖν ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ τῶν ἐχθρῶν ἄλειμμα γίνονται τῆς καρτερίας τῆς ὑμετέρας.
 [01341]  Ἀφεῖσα τοίνυν τὰς ἐπιβουλάς, τὰς ἐπηρείας, τὰς τῶν χρημάτων ζημίας, τὰς μεταναστάσεις τὰς συνεχεῖς, τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν λογίζεσθαι καὶ πηλοῦ παντὸς εὐτελέστερον ταῦτα καταπατοῦσα, ἐννόει τοὺς ἐκ τούτων σοι τεχθέντας ἐν τοῖς οὐρανοῖς θησαυροὺς καὶ τὴν ἀνάλωτον πραγματείαν καὶ τὸν ἄσυλον πλοῦτον.
 [01452]  Ἀλλ' ὅμως τοσαύτην ζάλην ἐν βραχείᾳ καιροῦ ῥοπῇ διεγερθεῖσαν ὁρῶν ἐπὶ τῶν ἀγρῶν, ἑπὶ τῆς οἰκίας, ἐπὶ τῶν θρεμμάτων, ἐπὶ τῶν παίδων, ἐπάλληλα τὰ κύματα καὶ τὰς σπιλάδας συνεχεῖς καὶ τὸν ζόφον βαθὺν καὶ τὸ κλυδώνιον ἀφόρητον, οὔτε ἀθυμίᾳ κατετείνετο, οὔτε ᾐσθάνετο σχεδὸν τῶν γεγενημένων πλὴν τοσοῦτον ὅσον ἄνθρωπος ἦν καὶ πατήρ.
 [01481]  Ὅτι δὲ καὶ οἱ τὰ μεγάλα κατωρθωκότες ἐντεῦθεν πολλὰ κερδαίνουσιν, ἀπό τε τοῦ Ἰὼβ δῆλον μειζόνως ἐντεῦθεν λάμψαντος, ἀπό τε τοῦ Τιμοθέου ὃς οὕτω καλὸς ὢν καὶ τοιαύτην διακονίαν ἐγκεχειρισμένος καὶ συμπεριιπτάμενος Παύλῳ τὴν οἰκουμένην, οὐ δύο καὶ τρεῖς ἡμέρας, οὐδὲ δέκα καὶ εἴκοσι καὶ ἑκατόν, ἀλλὰ πολλὰς καὶ συνεχεῖς ἐν ἀρρωστίᾳ ἔζη, τοῦ σώματος αὐτῷ μετὰ πολλῆς τῆς σφοδρότητος ἐξησθενημένου.
000-00-00 Serial Number=0123197973
Fragmenta in Job Ante [Go Back]  
 [00010]  ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες κατ [64.508] εσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες·
 [00347]  ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ, καὶ συνεχεῖς, καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν·
000-00-00 Serial Number=0317826152
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00064]  οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι.
000-00-00 Serial Number=0364251673
In Acta apostolorum Ante [Go Back]  
 [07251]  Ἂν οὖν εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἂν ἐλεημοσύνην διδῶμεν·
 [09999]  Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδοθεν, ἔξωθεν;
000-00-00 Serial Number=0771544933
In Genesim sermones Ante [Go Back]  
 [00756]  Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκαλία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλλογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέλειαν ὄφελος;
000-00-00 Serial Number=0597455680
In Isaiam Ante [Go Back]  
 [00645]  Ἐπὶ μὲν γὰρ τῶν Ἰουδαίων καὶ ἡ κτίσις ἀνεστοιχειοῦτο καὶ ἀπειλαὶ συνεχεῖς καὶ κολάσεις διηνεκεῖς καὶ θαύματα ἐπάλληλα καὶ προφητῶν δρόμοι καὶ νομοθέτου φόβος καὶ πολέμων ἀπειλαὶ καὶ βαρβάρων ἔφοδοι καὶ ὀργαὶ θεήλατοι καὶ δείματα ἐκ τῶν οὐρανῶν πεμπόμενα·
000-00-00 Serial Number=0913851857
In Joannem Ante [Go Back]  
 [02195]  εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην;
000-00-00 Serial Number=0769778073
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00036]  μὴ τρόπαια, φησὶν, ἀλλεπάλληλα στῆσαι, καὶ νίκας ἐργάσασθαι συνεχεῖς, καὶ στεφάνους ἀναδήσασθαι παρασκευάσωμεν.
 [00081]  Ἀλλ' ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς [50.575] τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο.
 [00105]  Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.
000-00-00 Serial Number=0224155188
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00011]  Ὥσπερ οὖν ἐκεῖνοι τοῦτο μάλιστα τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς ταύτας καὶ συνεχεῖς ἀναπαύσεις·
000-00-00 Serial Number=0482056558
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00373]  τοῦτο μὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς μαθητὰς εἶχε, τοῦτο δὲ διὰ τοὺς συνεχεῖς πειρασμοὺς, ἐν οἷς μεγίστη ἦν παραμυθία τὸ τὰ ἀλλήλων εἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευάζεσθαι καὶ ἐναγωνίους εἶναι καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν ὄντων συνήδεσθαι.
 [03085]  Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται·
 [03174]  ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί;
 [03832]  Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, [61.490] καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη·
 [06765]  Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν.
000-00-00 Serial Number=0782754302
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07375]  καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους·
 [09999]  Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετά-σειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς.
000-00-00 Serial Number=0844955504
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03899]  διὰ τοῦτο θάνατοι συνεχεῖς καὶ ἄωροι, ἡμεῖς δὲ ὡς ἀθάνατοι φρονοῦμεν, ὡς οὐδέποτε τεθνηξόμενοι·
 [03902]  Οὐκ ἔστιν ἡμέραν, οὐκ ἔστιν ὥραν εἰπεῖν, ἐν ᾗ μὴ συνεχεῖς ἔστιν ἰδεῖν ἐκφοράς·
 [07114]  Τὰς ὀργὰς, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν τρυφὴν, τὴν πολυτέλειαν ἐκβάλωμεν, τὴν ἐπιθυμίαν τῶν χρημάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας, τὰς ἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς.
000-00-00 Serial Number=0202968597
In epistulam ad Philippenses Ante [Go Back]  
 [02650]  Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά·
000-00-00 Serial Number=0182579219
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  Ῥίψασα τοίνυν ταῦτα πάντα, ἃ καὶ ἀγοραίων γυναῖκες, ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες μετὰ πολλῆς ἔχουσι τῆς φιλοτιμίας, περίθου φιλοσοφίαν, φιλοξενίαν, προστασίαν τῶν ἁγίων, κατάνυξιν, εὐχὰς συνεχεῖς.
000-00-00 Serial Number=0020297647
In epistulam ad Titum Ante [Go Back]  
 [00146]  ὅθεν καὶ συνεχεῖς ἔχει τὰς μεταβάσεις.
 [01146]  καὶ εἰκότως, ὅπου γε καὶ θεὸν τοιοῦτον ἔσεβον), χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες.
 [01156]  Πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώμην, κατὰ οἰκίαν.
000-00-00 Serial Number=0364991486
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00035]  Ἐπειδὴ πολλοὶ πανταχόθεν οἱ πειρασμοὶ περιεστοιχίζοντο τοὺς τότε τῇ πίστει προσιόντας, καὶ ἐπάλληλα ἦν τὰ παρὰ τοῦ ἐχθροῦ μηχανήματα, καὶ συνεχεῖς αἱ ἐπιβουλαὶ, καὶ οὐκ ἠρέμουν οἱ τῷ κηρύγματι πολεμοῦντες, τοὺς μὲν εἰς δεσμωτήρια ἐμβάλλοντες, τοὺς δὲ εἰς ἀπαγωγὰς, τοὺς δὲ εἰς μυρία ἕτερα βάραθρα καθέλκοντες·
000-00-00 Serial Number=0194862604
In illud Messis quidem multa Ante [Go Back]  
 [00081]  καὶ αἵματα μὲν ἐν γῇ, αἵματα δὲ ἐν θαλάττῃ, τῶν καταποντιστῶν καὶ ἐκεῖ τοὺς φόνους εἰσαγόντων, καὶ πόλεμοι συνεχεῖς καὶ μάχαι καὶ ἐμφύλιοι σφαγαὶ καὶ φόνοι φόνων ἁπάντων ἐναγέστεροι·
000-00-00 Serial Number=0800891340
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00003]  Πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἐπὶ τὴν περικοπὴν τῆς ἀποστολικῆς ἀναγνώσεως ταύτης, μᾶλλον δὲ πάρεργον ἡγεῖσθαι καὶ περιττὸν τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος, διὰ τὸ προσρήσεις ἔχειν μόνον συνεχεῖς καὶ ἐπαλλήλους.
000-00-00 Serial Number=0633378863
In principium Actorum Ante [Go Back]  
 [00397]  Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας.
000-00-00 Serial Number=0371695101
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00024]  ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις·
000-00-00 Serial Number=0886909962
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00004]  Οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις τῆς οἰκείας δυνάμεως τὴν ἀπό δειξιν ἡμῖν παρεχομένη, καὶ πολλὴν τὴν φιλοφροσύνην περὶ τοὺς τοῦ Θεοῦ φίλους ἐπιδεικνυμένη, συνεχεῖς ἡμῖν καὶ ἐπαλλήλους τὰς τῶν μαρτύρων παρατίθεται τραπέζας.
000-00-00 Serial Number=0838274658
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00012]  Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει.
 [00101]  Ὡς δ' οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις·
000-00-00 Serial Number=0430652738
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01892]  Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς τὰ πάτρια ἀποδοθήσεσθαι, καὶ νῖκαι λαμπραὶ καὶ συνεχεῖς, ἃς καὶ οἱ προφῆται ἀναβοῶσιν·
000-00-00 Serial Number=0501601994
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00139]  ∆εσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»