Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σφοδρῶς [166]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σφοδρῶς


000-00-00 Serial Number=0735485911
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00871]  Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης.
 [01371]  Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαριστοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βαρύτερον ἦν.
000-00-00 Serial Number=0482366145
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00085]  Ἀλλ' ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφοδρῶς, ὡς τῶν πολλῶν εἷς ὢν, καὶ μηδὲ ὄναρ ποτὲ βασιλείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασιλικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος.
 [00125]  τὰ δὲ στέρνα τύπτων σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν.
 [00249]  ἀλλ' ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν.
000-00-00 Serial Number=0303920269
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00058]  «Ἐν γὰρ τῷ ᾅδῃ, φησίν, τίς ἐξομολογήσεταί σοι;» Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶν τοὺς μὲν τὸν τοῦ σώματος πενθοῦντας θάνατον οὕτως σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς·
 [00494]  Καὶ ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾶν·
000-00-00 Serial Number=0340173423
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00073]  ἀλλ' ὡς προσκαίρου μὴ σφοδρῶς ἐξηρτῆσθαι μαρτύρομαι.
000-00-00 Serial Number=0666167378
Adversus Judaeos Ante [Go Back]  
 [00152]  Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά·
000-00-00 Serial Number=0571425259
Adversus catharos Ante [Go Back]  
 [00014]  Ἐπειδὴ γὰρ ἐξ ἑκατέρου μέρους τὰ στρατόπεδα παρετάττετο, καὶ νέφη βελῶν ἠφίετο, καὶ τροπὴ τῶν οἰκείων ἐγίνετο, τῶν ἐναντίων ἐπικειμένων σφοδρῶς, ἀποπηδήσας τοῦ ἵππου, καὶ τὴν ἀσπίδα χαμαὶ θεὶς, καὶ γόνατα κλίνας, ἐκ τῶν οὐρανῶν τὴν συμμαχίαν ἐκάλει, καὶ τὸν τόπον τῆς παρατάξεως τόπον ἐκκλησίας ἐποίει, οὐ τόξοις καὶ βέλεσιν, οὐδὲ δόρασι πολεμῶν, ἀλλὰ δάκρυσι καὶ εὐχαῖς·
000-00-00 Serial Number=0643432379
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00046]  Ἰδὼν δέ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ' οὐ τούτων, φησὶν, ὁ καιρὸς νῦν·
 [00239]  οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας.
 [00945]  Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν.
 [00952]  Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν.
 [01193]  Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς.
 [01321]  Ταῦτα καὶ τὰ τούτων πλείονα προσθεῖσα ῥήματα, καὶ δακρύσασα σφοδρῶς καὶ ἐλεεινῶς, ἔπεισεν ἀναδέξασθαί με ταύτην τὴν πραγματείαν, καὶ μετὰ τούτων ἐξέπεμψε τῶν ἐντολῶν.
000-00-00 Serial Number=0751568735
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00046]  Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ·
000-00-00 Serial Number=0392186522
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00389]  [80] Οὗτος δὴ οὖν ὁ βασιλεὺς εἰς τὴν ∆άφνην συνεχῶς ἀνιὼν μετὰ πολλῶν μὲν ἀναθημάτων μετὰ πολλῶν δὲ θυσιῶν καὶ χειμάρρους αἱμάτων ἐργαζόμενος ἀπὸ τῆς τῶν θρεμμάτων σφαγῆς ἐπέκειτο σφοδρῶς τὸν δαίμονα χρησμὸν ἀπαιτῶν καὶ ἀξιῶν ἀναιρεῖν ὑπὲρ τῶν κατὰ γνώμην αὐτῷ.
 [00650]  Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις καὶ σεισμῶν γενομένων καὶ τῆς γῆς τιναχθείσης οὐδ' ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς ἀλλ' ἕστηκε βεβαίως μονονουχὶ βοῶντα ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.
000-00-00 Serial Number=0762752593
De Lazaro Ante [Go Back]  
 [00497]  Μήτε οὖν αὐτοὶ ταῦτα λέγωμεν, ἀλλὰ κἂν ἑτέρους ἴδωμεν ταῦτα λέγοντας, ἐπιστομίσωμεν, κατεξαναστῶμεν σφοδρῶς, ἐπίσχωμεν τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν.
 [01111]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς.
 [01463]  Οὐδὲ γὰρ ἡνίκα ἂν ἁμαρτάνωμεν αὐτοὶ, ἀλλὰ καὶ ἡνίκα ἂν ἕτεροι τὰ αὐτὰ πλημμελῶσιν ἡμῖν, διεγείρεται σφοδρῶς καὶ μετὰ πολλῆς ἡμῶν καταβοᾷ τῆς εὐτονίας.
000-00-00 Serial Number=0211296082
De Lazaro et divite Ante [Go Back]  
 [00042]  Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, τῇ τρικυμίᾳ τῆς πτωχείας σφοδρῶς κλονούμενος, ἀλλὰ μετ' οὐ πολὺ εἰς τὸν εὔδιον κόλπον τοῦ Ἀβραὰμ ὑπ' ἀγγέλων δορυφορούμενος.
000-00-00 Serial Number=0872440517
De cruce et latrone ii Ante [Go Back]  
 [00161]  ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν·
000-00-00 Serial Number=0806182504
De eleemosyna [1] Ante [Go Back]  
 [00168]  Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ·
000-00-00 Serial Number=0440930665
De eleemosyna [3] Ante [Go Back]  
 [00167]  Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ·
000-00-00 Serial Number=0666263819
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00273]  Ἂν παρὰ τὴν ἀρχὴν σφοδρῶς ἐπιθῇ καὶ ἀπειλήσῃς καὶ τοσούτους ἐπιστήσῃς φύλακας, δύο μῆνες ἀρκοῦσι, καὶ τὸ πᾶν κατώρθωται καὶ τὸ πρᾶγμα εἰς φύσεως βεβαιότητα καθίσταται.
 [00346]  Καὶ εἰπὲ τὴν τιμωρίαν σφοδρῶς, μὴ ἁπλῶς, ὅτι «ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς».».
000-00-00 Serial Number=0289031446
De incomprehensibili dei natura Ante [Go Back]  
 [00500]  Τί ποτε ἄρα ἐβουλήθησαν ἐκεῖνοι μαθεῖν, καὶ οὕτω σφοδρῶς αὐτοὺς ἐπεστόμισεν;
000-00-00 Serial Number=0461927295
De jejunio sermones 1 Ante [Go Back]  
 [00137]  Ἀσιτοῦντες γὰρ, τοῖς τοῦ κόσμου στοιχείοις ὡς ὄψοις εἱστιάθημεν, οὐ μικρῶς, μᾶλλον δὲ σφοδρῶς θεασάμενοι Θεὸν ψυχῆς ὀφθαλμῷ ἐκτείνοντα τὸν οὐρανὸν, καλλωπίζοντα τὸ στερέωμα, χαλινοῦντα θάλασσαν, τροφοφοροῦντα ἐκ γῆς.
 [00232]  νηστεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο.
000-00-00 Serial Number=0007143557
De perfecta caritate Ante [Go Back]  
 [00155]  Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου, οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίσαμεν ὀργιζόμενοι.
000-00-00 Serial Number=0617283344
De prophetiarum obscuritate Ante [Go Back]  
 [00663]  Καὶ ἄλλος βουλόμενος πάλιν τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, οὐ μακροὺς κινεῖ λόγους, ἀλλ' ἀναμιμνήσκει αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτιμᾷ σφοδρῶς, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0736998260
De sacerdotio Ante [Go Back]  
 [00633]  Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες.
 [01467]  Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται καὶ σπαράξει μοι τὴν ψυχὴν καὶ φοβερὰ ἔσται καὶ χαλεπώτερόν μοι τὸν πρὸς αὐτὰ ποιήσει πόλεμον.
000-00-00 Serial Number=0464950681
De sanctis martyribus [1] Ante [Go Back]  
 [00128]  Καταξάνωμεν τοίνυν ἡμῶν τὴν διάνοιαν, σφοδρῶς ἐπιτιμῶντες τοῖς ἀκολάστοις τῶν λογισμῶν·
000-00-00 Serial Number=0207301915
De virginitate Ante [Go Back]  
 [00868]  Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν εἰ βούλοιτο, τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διὰ παντός, εἶτα γαμηθεῖσαν, καταδικάζει σφοδρῶς ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν.
 [01412]  Ἡ γὰρ ἀθλία καὶ ταλαίπωρος κόρη καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄρρενος θῆλυ.
 [01600]  Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν αὐτοῖς σφοδρῶς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν.
 [01755]  ∆ιὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς οὔτε ἀνεπιτιμήτους ἀφίησιν ἀλλὰ καθάπτεται μέν, ἀνυπόπτως δὲ καὶ λανθανόντως καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει.
000-00-00 Serial Number=0639122725
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00415]  Κἂν μὲν σφοδρῶς ἴδῃ ἐγκείμενον τὸν ἀπαιτοῦντα, καὶ ἃ μὴ ἔλαβε παρ' ἡμῶν, καταβάλλει·
 [02737]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς.
 [03350]  Βουλόμενος τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, μὴ μακροὺς κίνει λόγους, ἀλλ' ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑ [63.672] τωσὶ λέγων·
 [03895]  Ἱκανὸν γὰρ καὶ τούτων ἕκαστον συνταράξαι σφοδρῶς καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν·
 [04292]  Ἔλαμψε σφοδρῶς.
 [05127]  Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον μικρῷ δῴη καὶ κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δῴη φυλάττειν σφοδρῶς, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ, οὕτω καὶ ὁ Θεὸς ποιεῖ·
 [05397]  Μὴ δὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου, ἀλλ' ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας.
 [05475]  Ταῦτα τοίνυν ἐννοοῦντες, ἀγαπητοὶ, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05882]  Καὶ τοῦτό ἐστι τὸ μάλιστα θορυβοῦν ἡμᾶς καὶ ταράττον, ὅτι καὶ σφοδρῶς ἐκκαῖον οὔτε σβέννυται, καὶ φῶς οὐκ ἔχει.
 [05895]  οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίσαμεν ὀργιζομένοις.
 [06839]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς·
 [07293]  Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν, ὧν ἕκαστον ἱκανὸν συνταράξαι σφοδρῶς, καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν·
 [09999]  Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.
000-00-00 Serial Number=0054536760
Epistulae Ante [Go Back]  
 [00162]  Καὶ τοῦτο τῆς ἀγάπης τῆς σῆς, τῆς μεμεριμνημένης ψυχῆς τῆς σφοδρῶς περὶ ἡμᾶς διακειμένης, τὸ μὴ μόνον ἀποστεῖλαι τὸ πολυάρχιον, ἀλλὰ καὶ σκοπῆσαι ὅπως ἂν γένοιτο χρήσιμον, προσθεῖναί τε αὐτῷ τό τε νάρδινον, καὶ τὸ γλεύκινον ἔλαιον, διορθοῦντα αὐτοῦ τὴν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ξηρότητα.
 [00458]  Τὴν μὲν οὖν τιμὴν τὴν ἐκ τῶν πεμφθέντων ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν, οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;, ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν.
 [01416]  Τὴν μὲν οὖν τιμὴν τὴν ἐκ τῶν πεμφθέντων ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν, οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;, ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν.
 [03111]  Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον, γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα;
 [03236]  Ὁ οὕτω θερμὸς ἡμῶν ἐραστὴς, ὁ οὕτω σφοδρῶς περὶ ἡμᾶς διακείμενος, οὐδὲ γραμμάτων ἡμῖν μεταδίδως τῶν σῶν.
000-00-00 Serial Number=0613165259
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00387]  Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια »ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται» καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν.
 [00624]  Καὶ οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ ἀρρωστία οὕτω σφοδρῶς ἐπικειμένη, οὔτε ἄλλο οὐδὲν ἐποίησεν ἐπιεικεστέρους αὐτούς, ἀλλ' ἐπέκειντο τοσούτου θυμοῦ πνέοντες ὡς καὶ αὐτοὺς φοβηθῆναι τοὺς ἐπαρχικούς.
000-00-00 Serial Number=0710167944
Expositiones in Psalmos Ante [Go Back]  
 [00121]  ἀλλὰ κἀκεῖ τῆς καμίνου σφοδρῶς ἀναπτομένης, καὶ ἐνταῦθα τῶν θηρίων παραμενόντων, οἱ δίκαιοι πολλῆς ἀπέλαυον τῆς ῥᾳστώνης.
 [01617]  Ὁρᾷς πῶς οὐδὲ ἐκείνων σφοδρῶς μέμνηται;
000-00-00 Serial Number=0537995338
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03472]  αὐτὸ ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον.
 [03769]  Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ' εὐ [64.921] θεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας.
 [03783]  Τουτέστιν, ὡς ἐν καύσωνι ἄνεμος θερμὸς σφοδρῶς φλέγειν οἶδε τὰ εὔθρυπτα·
000-00-00 Serial Number=0385506809
Fragmenta in Job Ante [Go Back]  
 [00683]  Νυνὶ δὲ ὅτε αὐτὸν εἶδε, διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως σφοδρῶς, τότε προσέρχεται.
000-00-00 Serial Number=0787491441
In Acta apostolorum Ante [Go Back]  
 [01097]  ἀλλ' ἂν μὲν σφοδρῶς κινηθῇ, ἀκούει ὠμός·
 [01098]  ἂν δὲ μὴ σφοδρῶς, ψυχρός.
 [01855]  ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπὸν, καὶ ἀναμιμνήσκει τοῦ ∆αυῒδ εὐκαίρως.
 [02151]  Οὐ κατηγόρησεν αὐτῶν σφοδρῶς, ἀλλὰ καὶ ἐπειράθη σχεδὸν ἀγωνίσασθαι ἡμέρως κατὰ τὸ δυνατόν·
 [02646]  Τοῦτο δὲ λέγει, ἐπειδὴ οὐ σφοδρῶς, οὐδὲ μετ' ἐπιπλήξεως τοῦτο ἐποίει.
 [02765]  Ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς.
 [03811]  καὶ ὁ φυλάξας τὸν μὴ φυλάξαντα δῆλον ποιείτω, καὶ ἐγκαλείτω λοιπὸν, καὶ ἐπιτιμάτω σφοδρῶς.
 [06422]  Οὐκ ἤρκει τὸ μὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ' ἔδει καὶ πολεμηθῆναι σφοδρῶς ὑπ' αὐτοῦ τοὺς πιστούς·
 [09999]  Οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ καὶ ἠνάγκασε σφοδρῶς·
000-00-00 Serial Number=0935480416
In Bassum martyrem Ante [Go Back]  
 [00009]  Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον.
 [00026]  εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτοντας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυαγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην, ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπηδῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δουλεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ' ἵνα φοβήσῃ τὸ νήπιον·
000-00-00 Serial Number=0867184877
In Heliam et viduam Ante [Go Back]  
 [00174]  αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν.
000-00-00 Serial Number=0632557333
In Isaiam Ante [Go Back]  
 [00822]  ∆ι' ὃ δὴ καὶ ὁ προφήτης σφοδρῶς ἔστη κατηγορῶν, ὥστε πρόρριζον ἀνασπάσαι τὸ πάθος.
 [01227]  Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα σφοδρῶς ἐπικείμενον καὶ αὔξοντα τὴν κατηγορίαν βαρυτάτοις ῥήμασιν·
000-00-00 Serial Number=0592482448
In Joannem Ante [Go Back]  
 [00625]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν.
 [00916]  Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος ἡμᾶς, καὶ πολὺ τὸ τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων;
 [01529]  Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως·
 [05208]  Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται·
000-00-00 Serial Number=0132079661
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01261]  ∆έδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ [61.419] καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο·
 [01873]  Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας.
 [01950]  ∆ιόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί·
 [03187]  οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίκαμεν ὀργιζόμενοι.
 [03897]  Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώμενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζομένης αὐτοῦ τῆς φιλίας καὶ ἀσθενεστέρας γινομένης, ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης.
 [04601]  Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ' ἐκείνῳ μᾶλλον χαρῆναι, ἢ ἐπ' αὐτοῖς.
 [06256]  Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων·
 [06419]  ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν.
 [07575]  καὶ οὐδὲ τοῦτον σφοδρῶς.
000-00-00 Serial Number=0692670345
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00208]  Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς;
000-00-00 Serial Number=0160251319
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01239]  εἴ γέ τις πέπεισται, καὶ σφοδρῶς στένει καὶ ὀδύρεται·
 [02357]  ἄν τε ἐλέγξῃς μὲν καὶ ἐπιτιμήσῃς, σφοδρῶς δὲ, καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται.
 [02486]  μὴ ἔστω παρὰ σοὶ πνεῦμα ἀπονοίας, ἵνα μή σε ῥαπίσῃ σφοδρῶς καὶ καταβάλῃ·
 [02875]  Οὕτω καὶ σὺ δράμε σφοδρῶς παρὰ τὴν ἀρχήν.
000-00-00 Serial Number=0246949315
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00489]  ∆ιὰ τοῦτο ἂν μὲν εὐθέως σφοδρῶς ἐπιπλήξῃς, ἀπηνῆ καὶ ἀναίσχυντον εἰργάσω·
 [00650]  καὶ οὔτε σφοδρῶς οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ' αἰνιξάμενος δι' ὀλίγων ἅπερ ἐβούλετο, παρέδραμεν·
 [00699]  Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς.
 [01198]  ∆ιὰ τοῦτο καὶ σφοδρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι.
 [02747]  Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων·
 [03118]  Ἂν δὲ τὸ πνεῦμα τῆς πορνείας σφοδρῶς ἐπελθὸν μετὰ πολλῆς τῆς ῥύμης κατασβέσῃ τὴν φλόγα ἐκείνην, ἐσκότισεν εὐθέως τὴν ψυχὴν καὶ κατηγωνίσατο, καὶ πάντα ἐσύλησεν εὐθέως τὰ ἐναποκείμενα.
 [03129]  ἐπὶ δὲ τῶν χρημάτων ἁπανταχοῦ φαινομένων, ἐν ἀργυροκοπείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ.
 [04198]  ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα·
 [04970]  Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει.
 [05363]  Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχημονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίμονα ἐκεῖνον σφοδρῶς συμπεπλεγμένον αὐταῖς.
 [07329]  Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζομένοις τῆς ἡμέρας τὸ τέλος.
 [07604]  Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολλάκις.
 [07910]  Ὅταν μὲν γὰρ ὡμολογημένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ·
 [08119]  Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω.
 [08739]  Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους.
 [08811]  νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως, σφοδρῶς τότε προσέρχεται.
 [09382]  Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόμισε σφοδρῶς, εἰπών·
 [09902]  ∆ιὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοι-πὸν ἐπιτίθεται, λέγων·
 [09999]  Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, πα-λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον.
 [09999]  Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρε-σιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις·
 [09999]  Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι·
000-00-00 Serial Number=0706032574
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00615]  Ὅτε εἶπε, Καὶ διαμαρτυρόμενοι, τότε πατέρων μέμνηται, δεικνὺς ὅτι Εἰ καὶ διεμαρτυρόμεθα, ἀλλὰ τοῦτο οὐ σφοδρῶς, ἀλλ' ὡς πατέρες.
 [01309]  Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος ἀναλαβοῦσα.
 [01407]  Καὶ θέα πῶς οὐδαμοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται, ὡς περὶ τούτου·
 [01607]  Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς διαλεχθεὶς, καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι μέλλων διαλέγεσθαι, καὶ περὶ τοῦ μὴ λυπεῖσθαι τοῖς ἀπελθοῦσιν, ὃ πάντων ἦν κεφάλαιον τῶν ἀγαθῶν τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν τίθησι, λέγων·
 [03050]  ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε.
 [03165]  Εἶτα ἄφνω δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὸ πρᾶγμα ἤνυσε.
000-00-00 Serial Number=0608751059
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03164]  εἰς ψυχὰς σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόμενον αἴρει, ἀλλὰ κατέχεται σφοδρῶς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ μετὰ πολλῆς τῆς σπουδῆς.
 [03509]  ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν.
000-00-00 Serial Number=0748190820
In epistulam ad Colossenses Ante [Go Back]  
 [03424]  Ὅταν σφοδρῶς κοσμήσῃ, ὦ γύναι, τότε τῆς γυμνῆς αἰσχροτέρα γέγονας·
000-00-00 Serial Number=0724585891
In epistulam ad Ephesios Ante [Go Back]  
 [00150]  Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι.
 [02863]  Λεγούσης γὰρ ἐκείνης τῆς παιδίσκης τῆς τὸ πνεῦμα τοῦ πύθωνος ἐχούσης, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας, ἐπιτιμήσας σφοδρῶς ἐπεστόμισεν αὐτοῦ τὴν ἀναίσχυντον γλῶσσαν.
000-00-00 Serial Number=0798757613
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00241]  ∆ιὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.
 [00880]  διὸ καὶ σφοδρῶς κέχρηται τῷ Πέτρῳ.
 [00903]  Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γινόμενον, καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόῤῥιζον αὐτῶν ἀνελεῖν τὴν πρόληψιν.
 [01112]  Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἐνέθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει, λέγων·
000-00-00 Serial Number=0003671646
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06360]  ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις τοῦ φορτίου τῶν ἡμαρτημένων.
000-00-00 Serial Number=0794141948
In epistulam ad Philippenses Ante [Go Back]  
 [00270]  Ὥστε τὸ ἀγαπᾶσθαι παρὰ Παύλου οὕτω σφοδρῶς, τεκμήριόν ἐστι τινὰ εἶναι μέγαν καὶ θαυμαστόν.
 [01426]  ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς.
000-00-00 Serial Number=0144593835
In epistulam ad Romanos Ante [Go Back]  
 [00569]  Καίτοι καὶ ἀνωτέρω τὴν αἰτίαν εἶπε τῆς ἐπιθυμίας, καὶ αὐτῷ πρέπουσαν ἔδειξεν, ἀλλ' ὅμως καὶ ἐνταῦθα αὐτὴν τίθησι, σφοδρῶς ἐκκαθαίρων αὐτῶν τὴν ὑπόνοιαν.
 [00977]  ἐὰν δὲ βουληθῇς καθάψασθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπογυμνῶσαι σαφέστερον τὸ λεγόμενον.
 [01186]  ∆ιὰ γὰρ τοῦτο αὐτῶν καὶ σφοδρῶς κατεξανίσταται, λέγων·
 [02300]  Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον δῴη μικρῷ, κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δοῦναι φυλάττειν, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ·
 [04455]  διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς·
 [06194]  πῶς οὖν οὗτος οὕτω σφοδρῶς ἐκολάζετο;
 [06672]  Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας;
 [06696]  Μήτηρ γὰρ γεέννης κενοδοξία, καὶ τὸ πῦρ ἀνάπτει σφοδρῶς ἐκεῖνο, καὶ τὸν σκώληκα τὸν ἰοβόλον.
 [07190]  Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου.
 [07232]  Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου.
 [07378]  Καθαψάμενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι, πάλιν παραμυθεῖται τὰ εἰρημένα, γράφων οὕτω·
 [07392]  ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν ∆αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις·
 [08747]  διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε.
 [08808]  Οὕτω καὶ ἡ Αἰγυπτία ἐκ τοῦ σφόδρα φιλεῖν σφοδρῶς ἐκόλασε τὸν Ἰωσήφ·
 [09131]  Οὕτω γὰρ καὶ τῶν παρατηρούντων τὸν φόβον ἐξέλυεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων, καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνῄρει, δεικνὺς ὅτι καὶ οὐ σφόδρα περισπούδαστον περὶ τούτων ἐνοχλεῖν συνεχῶς.
 [09999]  τῷ δὲ εἰπεῖν, Ἐμπλησθῶ, δείκνυσιν ἐρῶν αὐτῶν τῆς ἀγάπης, καὶ οὐχ ἁπλῶς ἐρῶν, ἀλλὰ καὶ σφοδρῶς·
000-00-00 Serial Number=0115149796
In illud Exiit qui seminat Ante [Go Back]  
 [00070]  οὐ κέγχρον ὀρνεοτρόφον, ἀλλὰ θεῖον λόγον, διάπυρον, κόκκῳ σινάπεως παρεικαζόμενον, σφοδρῶς πρὸς εὐσέβειαν καὶ φρόνησιν τὰς ψυχὰς ἡμῶν ἐκθερμαίνοντα.
000-00-00 Serial Number=0575247049
In illud Pater si possibile est Ante [Go Back]  
 [00150]  μασήσεταί με ὡς ἄνθρωπον, καὶ εὑρήσει τὴν στεῤῥὰν πέτραν σφοδρῶς τοὺς ὀδόντας αὐτοῦ συγκλῶσαν·
000-00-00 Serial Number=0767159879
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00464]  ἀλλ' ὁ Μωϋσῆς, ὁ τοσοῦτον λαὸν ἐξαιτησάμενος μετὰ τὴν ἄφατον ἀσέβειαν ἐκείνην, οὗτος ὑπὲρ τῆς ἀδελφῆς προσπίπτων καὶ συγγνώμην αἰτῶν, οὐκ ἴσχυσεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφοδρῶς·
 [00471]  ἕτερον ἁμαρτάνοντα τὴν αὐτὴν ἁμαρτίαν κατεδίκασε σφοδρῶς.
000-00-00 Serial Number=0412307620
In illud Vidua eligatur Ante [Go Back]  
 [00226]  Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν;
000-00-00 Serial Number=0001705706
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00070]  καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν.
000-00-00 Serial Number=0096487522
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00363]  Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προφήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει·
000-00-00 Serial Number=0910713851
In sanctum pascha [2] Ante [Go Back]  
 [00035]  Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέ πειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλί ψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν.
000-00-00 Serial Number=0109819531
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00234]  κἂν ἴδωμέν τι ἡμαρτημένον, κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν τὸν λογισμὸν οὕτω σφοδρῶς, ὡς μηκέτι τολμῆσαι διαναστάντας ἡμᾶς πρὸς τὸ αὐτὸ τῆς ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνημένον.
000-00-00 Serial Number=0774648488
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00006]  Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικασ τῶν ἐστιν ἀρετή, τὰ παρ' ἑκατέρων μαθόντας μετ' ἀκριβείας ἁπάσης, τότε τὰ παρ' ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα·
000-00-00 Serial Number=0431223631
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00268]  Ἀλλ' ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν.
000-00-00 Serial Number=0195812166
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00259]  Ὡς δὲ οὐχ εὗρεν, ἐπιτίθεται σφοδρῶς ὁ Ἰακὼβ ἐγκαλῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»