000-00-00 Serial Number=0799731255
[00005]
|
Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας·
|
000-00-00 Serial Number=0524127185
[00016]
|
Καὶ γὰρ ὑπὲρ τῆς οἰκουμένης σχεδὸν ἁπάσης ὁ παρὼν ὑμῖν ἀγὼν πρόκειται, ὑπὲρ Ἐκκλησιῶν εἰς γόνυ κατενεχθεισῶν, ὑπὲρ λαῶν διασπαρέντων, ὑπὲρ κλήρων πολεμουμένων, ὑπὲρ ἐπισκόπων φυγαδευομένων, ὑπὲρ θεσμῶν πατέρων παραβαθέντων.
|
000-00-00 Serial Number=0600145936
[00247]
|
Καὶ ὅτι οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου, ἄκουσον πῶς διὰ τῶν αὐτῶν σχεδὸν ῥημάτων διεγείρει τοὺς καθεύδοντας τῶν πιστῶν.
|
000-00-00 Serial Number=0811970055
[00738]
|
καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθὼν καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγεὶς καὶ θυσίαν ἀνέφερε καινήν τινα καὶ παράδοξον καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικί, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ' αὐτοῦ κοινωσάμενος;
|
[01023]
|
[19.12] Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων καὶ ἱπποδρομίας προσεχόντων, ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν καὶ κατ' αὐτῶν τῶν ξιφῶν σχεδὸν ἐπήδησαν, πρὸς ἄρχοντας παρρησιαζόμενοι, βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἰσχύει ἀρετὴ καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν τῆς ἁψῖδος.
|
[01117]
|
Οὗτοι γὰρ οὐχὶ τούτοις μόνον, ἀλλὰ καὶ παντὶ σχεδὸν γενομένῳ προσπταίουσιν·
|
000-00-00 Serial Number=0294356585
[00509]
|
τῆς γὰρ ἄνωθεν βοηθείας ἐγκαταλιπούσης αὐτὴν, ἕστηκεν ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων.
|
[02111]
|
Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω;
|
[02113]
|
Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας·
|
[04035]
|
Πολλὴν καὶ ἐνταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἅνοιαν, δεικνὺς ὅτι σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας ἅπαντας, καὶ πολλὴν τῶν ὀφθαλμῶν αὐτῶν κατέχεε τὴν ἀχλύν.
|
[04625]
|
Εἰσελθὼν οὗτος ὁ Παῦλός ποτε πρὸς τὸν Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγων πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς ∆αμασκὸν χωρὶς δεσμῶν δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου διαλεχθεὶς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαντα, εἷλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι.
|
[05543]
|
ἀλλ' ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ' ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ' ἑνὸς, καὶ δύο, καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων σχεδὸν ἡμῶν, ἀνέχεται καὶ μακροθυμεῖ καὶ οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ ἐφ' ἑτέροις πολλῷ χαλεπωτέροις.
|
[05544]
|
Ταῦτα μὲν γάρ ἐστι τὰ ὡμολογημένα καὶ πᾶσι δῆλα, καὶ ὑπὸ πάντων σχεδὸν τολμώμενα·
|
000-00-00 Serial Number=0181120336
[01934]
|
Καὶ ἅπερ ἐπ' οὐδενὸς τῶν ἀνθρώπων ἐγένετο, ταῦτα ἐφ' ὑμῶν συνέβαινε, νεφέλης μὲν ὑμῖν ἀντὶ ὀρόφου τεταμένης, στύλου δὲ ἀντὶ λαμπάδος ὑμῖν προηγουμένου, καὶ τῶν πολεμίων αὐτομάτων ὑμῖν παραχωρούντων, τῶν πόλεων αὐτοβοεὶ σχεδὸν ἁλισκομένων Οὐχ ὅπλων ὑμῖν ἐδέησεν, οὐ παρατάξεως, οὐ μάχης·
|
[02454]
|
Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.
|
000-00-00 Serial Number=0456559062
[00032]
|
Οὔτε τοίνυν κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης καὶ πανωλεθρίας γενομένης διεταράχθη καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ.
|
000-00-00 Serial Number=0010552943
[00016]
|
Οὐδὲ γὰρ τῆς εὐμορφίας αὐτῆς οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆ μᾶλλον καὶ ἄμορφον καὶ αἰσχρὰν καὶ πανταχόθεν καὶ ῥυπαρὰν καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν νυμφῶνα εἰσήγαγεν.
|
[00589]
|
[4.3] Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις.
|
000-00-00 Serial Number=0645141125
[01740]
|
σχεδὸν ἀπολογεῖται ὑπὲρ τῶν προτέρων, ὑπὲρ ὧν ἐπηράσατο τὴν ἡμέραν.
|
[01925]
|
ὅρα πρῶτον μέν, πῶς οἶδεν ἐπιγινώσκειν ἑαυτοῦ τὰ ῥήματα καὶ σχεδὸν ἀπολογίαν ἀπαιτεῖ παρὰ τῶν δικαστῶν καὶ συγγνώμης ἀπολαῦσαι ἀξιοῖ, ὡς οὐκ αὐτοῦ, ἀλλὰ τῆς θλίψεως ταῦτα φθεγγομένης.
|
[03103]
|
ταύτῃ σχεδὸν καὶ τὴν πρόνοιαν ἀναιρεῖ·
|
000-00-00 Serial Number=0539167106
[00103]
|
Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ.
|
000-00-00 Serial Number=0401217580
[00218]
|
Ἐπειδὴ γὰρ οἶδε τὴν τοιαύτην [54.685] φιλοσοφίαν σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνουσαν φύσιν, καὶ τῆς ἄνωθεν δεομένην ῥοπῆς, καὶ μικροῦ περιτραπέντα πρὸς τὴν σφαγὴν, εὔχεται λοιπὸν, ὥστε καθαρὰν τὸν Θεὸν αὐτῷ διατηρῆσαι τὴν χεῖρα.
|
000-00-00 Serial Number=0370180905
[00066]
|
Μᾶλλον δὲ, εἰ δοκεῖ, πρότερον εἴπωμεν τῶν ἐπιταγμάτων τὸ μέγεθος, καὶ πῶς ὑψηλὸν τὸ πτερὸν κατεσκεύαζε, καὶ τῆς ἀνθρωπίνης σχεδὸν ἐξοικίζων φύσεως, πρὸς οὐρανὸν μεθωρμίσθαι πάντας ἐκέλευσε.
|
000-00-00 Serial Number=0235446692
[00039]
|
Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας.
|
000-00-00 Serial Number=0010682046
[00260]
|
ὅτι τὰ ἀπόῤῥητα σιωπᾷς, καὶ οὐκ εἶ ἄνθρωπος, ἀλλὰ σχεδὸν ἄγγελος;
|
000-00-00 Serial Number=0509377837
[02732]
|
Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν εἰπεῖν, τοιοῦτο πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων·
|
000-00-00 Serial Number=0727584898
De paenitentia et in lectionem de Davide et de uxore Uriae
|
Ante [Go Back]
|
[00004]
|
∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα.
|
000-00-00 Serial Number=0367580414
[00013]
|
καὶ σχεδὸν ἐν ἑκάστῳ λόγῳ περὶ τούτων ὑπεμνήσαμεν, εἰ ἄρα μέμνησθε τῶν χθὲς εἰρημένων·
|
[00467]
|
οὐχὶ πάντες σχεδὸν κατ' ἀλλήλων γεγόνασι, καὶ μισοῦσιν ἀλλήλους;
|
000-00-00 Serial Number=0251243770
[00498]
|
Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε, καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν.
|
000-00-00 Serial Number=0126803994
[00154]
|
Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος, καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον καὶ πᾶν κολάσεως εἶδος, μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι.
|
[00229]
|
Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος, καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν·
|
[00290]
|
Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην·
|
[01895]
|
ἀλλ' ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ' ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ' ἑνὸς καὶ δύο καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων ἡμῶν σχεδὸν, ἀνέχεται καὶ μακροθυμεῖ.
|
[07326]
|
Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος·
|
[09999]
|
Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων·
|
000-00-00 Serial Number=0107972443
[00034]
|
Ἀλλ', ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
|
[00520]
|
Ὁ οἶκός μου, φησίν, παντὶ ἐλθόντι ἠνέωκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμὴν καὶ τοῖς δεομένοις τὰ αὑτοῦ πάντα σχεδὸν ἐκέκτητο.
|
000-00-00 Serial Number=0778419733
[00731]
|
Οὐ γὰρ μικρὸς ἐντεῦθεν ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς.
|
[00966]
|
Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
|
[01041]
|
Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκούμεθα ἐφόδου.
|
[01689]
|
Οὐ γὰρ μικρὸς ἐντεῦθεν ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς.
|
[01924]
|
Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
|
[01999]
|
Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκούμεθα ἐφόδου.
|
[02721]
|
Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι σχεδὸν γὰρ ἄβατον τοῖς πολλοῖς οἰκοῦμεν χωρίον, ἐρημίᾳ πάντοθεν ἀποτετειχισμένον, νῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, προσαγορεύομεν ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν τοῖς προοιμίοις συμβαῖνον ἐπιθεῖναι τέλος.
|
[03317]
|
Ἐπεὶ οὖν ἐδήλωσεν ἡμῖν ὁ τιμιώτατος πρεσβύτερος ∆ομετιανὸς, ὁ τῶν χηρῶν καὶ παρθένων τῶν αὐτόθι τὴν προστασίαν ἔχων, ὅτι σχεδὸν ἐν λιμῷ καθεστήκασιν, ὥσπερ εἰς λιμένα τὰς σὰς καταφεύγομεν χεῖρας, ὥστε τουτὶ λῦσαι τοῦ λιμοῦ τὸ ναυάγιον.
|
[03531]
|
Ἑβδομήκοντα σχεδὸν ἡμέρας ἀναλώσαντες κατὰ τὴν ὁδὸν, ὅθεν λογίζεσθαι ἔξεστι τῇ θαυμασιότητί σου, ὅσα τε καὶ ἡλίκα πεπόνθαμεν κακὰ, φόβῳ τε Ἰσαυρικῷ πολιορκούμενοι πολλαχοῦ, καὶ πυρετοῖς ἀφορήτοις παλαίοντες, ὀψέ ποτε ἀπηντήσαμεν εἰς τὴν Κουκουσὸν, τὸ πάσης τῆς οἰκουμένης ἐρημότατον χωρίον.
|
[03580]
|
Οὐχ ὡς ἔτυχε γὰρ ἡμᾶς ἀνεκτήσατο ἡ ἐπωφελὴς συνουσία τοῦ ἁγιωτάτου ἐπισκόπου, ὡς ἄλλους ἀντ' ἄλλων σχεδὸν ἐργάσασθαι, καὶ μὴ συγχωρῆσαι μηδὲ αἴσθησιν τῆς ξένης λαβεῖν·
|
000-00-00 Serial Number=0612719953
[00084]
|
Τριάκοντα γὰρ σχεδὸν ἢ καὶ πλείους ἡμέρας πυρετοῖς χαλεπωτάτοις διετέλεσα παλαίων καὶ οὕτω τὴν μακρὰν ταύτην καὶ χαλεπὴν ὁδεύων ὁδὸν καὶ ἑτέραις χαλεπωτάταις ἀρρωστίαις πολιορκούμενος ταῖς ἀπὸ τοῦ στομάχου.
|
[00146]
|
Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτο τῷ Θεῷ ἔθος, μὴ ἐν προοιμίων τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον καταλύειν τὰ δεινά, ἀλλ' ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
|
[00499]
|
Οὗτος γὰρ ὁ Παῦλος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος καὶ τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκῶν καὶ μετὰ τῶν Χερουβὶμ ἑστὼς ἄνω καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστι γας καὶ ἀπειλὰς καὶ θάνατον καὶ τὸ καταλεύεσθαι καὶ τὸ καταποντίζεσθαι καὶ πᾶν κολάσεως εἶδος.
|
[00541]
|
Ὁ τὸν κόσμον ἔχων ἐσταυρωμένον καὶ τῷ κόσμῳ σταυρωθείς, ὁ πάντων ἀπαλλαγεὶς τῶν σαρκικῶν, ὁ σχεδὸν ἀσώματος γενόμενος, οὕτως αἰχμάλωτος ὑπὸ τῆς ἀγάπης ἐγένου ὡς εἰς σάρκα κατενεχθῆναι τὴν πηλίνην, τὴν ἀπὸ γῆς, τὴν αἰσθητήν;
|
[00607]
|
Ἐπειδὴ γὰρ ἐμέλλομεν ἐπιβαίνειν τῆς Καππαδοκῶν χώρας, ἀπαλλαγέντες τοῦ Γαλάτου, κἀκείνου δὲ σχεδὸν θάνατον ἡμῖν ἀπειλήσαντος, πολλοὶ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπήντων λέγοντες ὅτι «Ὁ κύριος Φαρέτριος ἀναμένει σε καὶ πανταχοῦ μετέρχεται, μὴ ἀποτύχῃ τῆς συντυχίας σου, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε σε ἰδεῖν καὶ περιπτύξασθαι καὶ πᾶσαν ἐπιδείξασθαι ἀγάπην·
|
[00613]
|
Καὶ προσῆν καὶ ἡ τῆς ὁδοῦ ταλαιπωρία, ὁ κάματος, ἡ συντριβή, ἡ τῶν θεραπευσόντων ἐρημία, ἡ τῶν ἐπιτηδείων ἀπορία, τὸ μηδένα παρεῖναι ἡμῖν ἰατρόν, τὸ καμάτῳ καὶ θάλπει καὶ ἀγρυπνίαις καταταθῆναι, καὶ σχεδὸν αὐτονεκρὸς ὢν εἰσῆλθον εἰς τὴν πόλιν.
|
[00632]
|
Καὶ φόβων τοσούτων ἐπικειμένων, καὶ θανάτου σχεδὸν δήλου καὶ τοῦ πυρετοῦ με κατεργαζομένου οὐδὲ γὰρ ἤμην ἀπαλλαγεὶς οὐδέπω τῶν κακῶν τῶν ἐντεῦθεν μεσημβρίας μέσης ῥίψας ἐμαυτὸν εἰς τὸ λεκτίκιον, ἐξηγόμην ἐκεῖθεν, τοῦ δήμου παντὸς κωκύοντος, ὀλολύζοντος, ἐπαρω μένου τῷ ταῦτα πεποιηκότι, ὀλοφυρομένων πάντων καὶ θρηνούντων.
|
[00864]
|
Καὶ τοῖς δεομένοις τὰ αὐτοῦ πάντα σχεδὸν ἐκέκτητο.
|
[01452]
|
Ἀλλ' ὅμως τοσαύτην ζάλην ἐν βραχείᾳ καιροῦ ῥοπῇ διεγερθεῖσαν ὁρῶν ἐπὶ τῶν ἀγρῶν, ἑπὶ τῆς οἰκίας, ἐπὶ τῶν θρεμμάτων, ἐπὶ τῶν παίδων, ἐπάλληλα τὰ κύματα καὶ τὰς σπιλάδας συνεχεῖς καὶ τὸν ζόφον βαθὺν καὶ τὸ κλυδώνιον ἀφόρητον, οὔτε ἀθυμίᾳ κατετείνετο, οὔτε ᾐσθάνετο σχεδὸν τῶν γεγενημένων πλὴν τοσοῦτον ὅσον ἄνθρωπος ἦν καὶ πατήρ.
|
000-00-00 Serial Number=0510393023
[04161]
|
τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις·
|
[05924]
|
τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις·
|
000-00-00 Serial Number=0803152621
[01061]
|
ἐπειδὴ γὰρ τὰ ῥήματα, οὐδὲν αὐτοὺς ὠφελεῖ, σχεδὸν εἰς τὰ πράγματα αὐτῶν ἀνατυποῖ Fort.
|
[01062]
|
σχεδὸν τὰ πράγματα αὐτοῖς ἀνατυποῖ.
|
[03122]
|
Ὃ γὰρ βούλεται εἰπεῖν τοῦτό ἐστιν, ὅτι Τὴν ἐκ προαιρέσεως κακίαν εἰς ἕξιν σχεδὸν μετεστήσατε.
|
[04723]
|
Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν.
|
000-00-00 Serial Number=0405037403
[00849]
|
Καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν, καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης διεταράχθη, καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ.
|
000-00-00 Serial Number=0846392334
[00088]
|
[63.471] οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς.
|
000-00-00 Serial Number=0718799710
[00021]
|
Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρμισται, καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν, οὔτε πένητα ἡ τῆς πτωχείας ἀνάγκη, οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια, οὔτε γυναῖκα τὸ τῆς φύσεως ἁπαλὸν, οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος, οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια·
|
000-00-00 Serial Number=0699661076
[02151]
|
Οὐ κατηγόρησεν αὐτῶν σφοδρῶς, ἀλλὰ καὶ ἐπειράθη σχεδὸν ἀγωνίσασθαι ἡμέρως κατὰ τὸ δυνατόν·
|
[05216]
|
Ὁρᾷς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν;
|
[08010]
|
Καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόμενος, ὅτι δεῖ λοιπὸν [60.184.40] αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν·
|
[09785]
|
Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
|
[09999]
|
καὶ θεωρεῖτε καὶ ἀκούετε, ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόμενοι.
|
[09999]
|
Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν.
|
[09999]
|
Μετὰ γὰρ τὴν Πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρόνον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης.
|
000-00-00 Serial Number=0400326490
[00569]
|
ἥ τε τοῦ Συμεών, ἥτις τὸ αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημμένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκροτημένην.
|
000-00-00 Serial Number=0056081712
[01757]
|
Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί·
|
[04006]
|
Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας.
|
000-00-00 Serial Number=0753061652
[00054]
|
Ἐπανελθὼν γὰρ, ὡς προείρηται, ἀπὸ τῆς ἐξορίας εἰς Ἔφεσον, καὶ κατανοήσας λοιπὸν, ὅτι τῶν λοιπῶν εὐαγγελιστῶν αἱ βίβλοι κατηρτίσθησαν, καὶ πᾶσα σχεδὸν θεόπνευστος Γραφὴ πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, λείπει δὲ ὁ τέταρτος τῆς οἰκουμένης θεμέλιος, καὶ ὅτι τούτου ἐκτὸς τὴν οἰκουμένην σταθῆναι οὐκ ἔνι ἐλογίζετο ἐν ἑαυτῷ λέγων.
|
000-00-00 Serial Number=0856885016
[00579]
|
Καθέζεται οὖν σχεδὸν εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει·
|
000-00-00 Serial Number=0398625374
[00008]
|
οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὴν ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν ἡλικίαν ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.
|
000-00-00 Serial Number=0901272953
[00112]
|
Πρὸς ταύτην ἀπῆλθεν Ἠλίας ἐν τῷ καιρῷ τοῦ λιμοῦ, ὅτε πᾶσα ἡ γῆ ἐκ τῆς ἀβροχίας σχεδὸν διεθρύπτετο·
|
000-00-00 Serial Number=0947224259
[00231]
|
Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν.
|
000-00-00 Serial Number=0335188210
[04525]
|
αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτηται·
|
000-00-00 Serial Number=0031342745
[01205]
|
Ὅταν γὰρ ὑβρισθεὶς μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζοντος ψυχήν;
|
000-00-00 Serial Number=0050239980
[02843]
|
σχεδὸν τοῖς ἀδυνάτοις ἐπιχειρεῖ.
|
000-00-00 Serial Number=0608965755
[00245]
|
∆ιὸ καὶ πάσης σχεδὸν Ἐπιστολῆς τοῦτο προτίθησιν·
|
[00335]
|
ἐνταῦθα μέντοι ἐν ὀλίγοις στίχοις πολλάκις, καὶ διὰ τούτου σχεδὸν τὸ πᾶν ὑφαίνει προοίμιον.
|
[01884]
|
Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάντες ὁμοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω μετὰ πολλῆς τῆς σπουδῆς.
|
[02079]
|
εἰ δὲ μεγάλα καὶ ὑψηλὰ καὶ ἀνθρωπίνην σχεδὸν ὑπερβαίνοντα φύσιν, καὶ ὑψηλῆς δεόμενα διανοίας ἐφιλοσόφουν, ὅσῳ ἂν δείξῃς ἀνοήτους τοὺς πεισθέντας, τοσούτῳ μᾶλλον ἀποδεικνύεις σοφοὺς καὶ θείας χάριτος πεπληρωμένους τοὺς πείσαντας.
|
[02357]
|
Ὥστε τὸ μικρὸν τοῦτο οὐκ ἔστι μικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν.
|
[02520]
|
Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν;
|
[05851]
|
Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας.
|
[09999]
|
Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν·
|
[09999]
|
Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε-δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος·
|
[09999]
|
Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην.
|
[09999]
|
νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν.
|
000-00-00 Serial Number=0274035990
[00651]
|
Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως.
|
[02264]
|
Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου·
|
000-00-00 Serial Number=0692582607
[01532]
|
Ἐννόησον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κεκτημένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶ κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν τῶν ἐλεφαντίνων ἀπορώτεροι.
|
[03095]
|
Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας! ὅσην σχεδὸν καὶ παρ' αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον [62.573] τος.
|
000-00-00 Serial Number=0883170784
[00757]
|
Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως.
|
[02579]
|
εἰπὼν γὰρ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ ποιεῖ.
|
000-00-00 Serial Number=0910222173
[00022]
|
Ἃ γὰρ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς ὅταν λέγῃ·
|
[00100]
|
Καὶ ἐν πάσαις σχεδὸν ταῖς Ἐπιστολαῖς τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν οὕτω τετύπωτο, οὐδ' ἐκ μεταμελείας, ἀλλ' οὕτως ᾠκονόμητο καὶ προώριστο.
|
[00901]
|
Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι.
|
[01390]
|
Ὑπηρέτου καὶ σχεδὸν διακόνου τάξιν ἀνεδέξατο ὁ ∆εσπότης, καὶ ἦλθε, καὶ εὐηγγελίσατο εἰρήνην Ὑμῖν, φησὶ, τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.
|
000-00-00 Serial Number=0220120251
[02277]
|
Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ' ἀναγκαζομένους παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως.
|
000-00-00 Serial Number=0554769278
[03938]
|
κἂν γὰρ εἰς ἕξιν, φησὶν, ἔλθῃς, καὶ σχεδὸν εἰς φύσιν τῆς κακίας αὐτῆς, μὴ φοβηθῇς.
|
[03939]
|
∆ιὰ γὰρ τοῦτο χρώματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδὸν συνουσιωμένα τοῖς ὑποκειμένοις λαβὼν εἰς τὴν ἐναντίαν αὐτὰ ἔφησε κατάστασιν ἥξειν.
|
[04984]
|
Καὶ σχεδὸν ἐν αἵματι
|
[06526]
|
οὕτω καὶ ὁ Θεὸς, σχεδὸν εἰπεῖν ἀνθρωπίνως, οὐκ ἐκαρτέρησεν, ἀλλ' εὐθέως ἔδειξεν, ὅτι λέλυται ὁ θάνατος.
|
[06529]
|
καὶ σχεδὸν μετὰ τοῦτον εὐθέως μετέθηκε τὸν Ἐνὼχ ζῶντα.
|
[06575]
|
Οἶδα πολλοὺς ἄνδρας ἐγὼ, σχεδὸν κρεμαμένους ἀπὸ τῆς γῆς, καὶ πέρα τοῦ μέτρου τὰς χεῖρας ἀνατείνοντας, καὶ ἀθυμοῦντας ὅτι μὴ δυνατὸν μετεωρισθῆναι, καὶ οὕτως εὐχομένους μετὰ προθυμίας.
|
[08725]
|
ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ μὲν φλοιὸς ἄποιός τίς ἐστι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς.
|
000-00-00 Serial Number=0445292413
[04886]
|
Πόσοι πολλάκις καὶ μῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων ὑφαίνονται, καὶ οἱ μῦθοι.
|
000-00-00 Serial Number=0027812362
[01515]
|
∆ιὸ καὶ σχεδὸν αὐτὰ φθέγγεται τὰ ῥήματα, ἅπερ ἐκεῖνοι κομπάζοντες ἔλεγον.
|
[07444]
|
Τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ σχεδὸν τὸ πᾶν.
|
[08709]
|
∆ιὰ δὴ τοῦτο, καὶ μέτρα σχεδὸν ἴσα τιθεὶς ἑκάτερα, περὶ μὲν ἐκείνης ἔλεγεν, Ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου·
|
000-00-00 Serial Number=0705484450
[01025]
|
Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχεδὸν μέρει [62.690] τίθησιν ὁ μακάριος οὗτος οὕτω λέγων, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα·
|
000-00-00 Serial Number=0834272385
[00020]
|
τότε τῶν ἰδίων σπλάγχνων γέ γονεν ἱερεὺς, καὶ ἐξ αὐτῆς σχεδὸν τῆς φύσεως ἑαυτὸν μετοικίσας, καὶ πρὸς τὸν οὐρανὸν μεθορμισάμενος, τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἔργον ἤνυσε.
|
000-00-00 Serial Number=0649995983
[00041]
|
καὶ σχεδὸν ἐν πᾶσιν εὑρίσκομεν ὅμοιον τῷ Ἠλίᾳ τὸν Ἰωάννην.
|
000-00-00 Serial Number=0534062982
[00118]
|
τὰ πάντων σχεδὸν ἐπιφέρο μαι δεινά.
|
000-00-00 Serial Number=0075648606
[00009]
|
Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ' αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ' ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νου θετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι' ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγό μενος·
|
000-00-00 Serial Number=0307031870
[00049]
|
ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις.
|
000-00-00 Serial Number=0731961668
[00405]
|
καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνας καὶ ἐναγεῖς ἐργασάμενοι θυσίας καὶ ἕτερα μυρία τολμήσαντες.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»