Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τήμερον [128]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τήμερον


000-00-00 Serial Number=0752431333
Ad illuminandos catecheses Ante [Go Back]  
 [00198]  Ἀλλ' ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέγοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δικαίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα.
000-00-00 Serial Number=0811962008
Ad populum Antiochenum Ante [Go Back]  
 [00013]  Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον.
 [00018]  Τί τοίνυν βούλεσθε τῶν εἰρημένων εἰς μέσον ἀγάγωμεν τήμερον;
 [01230]  σὺ δὲ ὑπὲρ ὀλίγου χρυσίου καταπατεῖς, ἄγχεις, σύρεις, καὶ οὐδεμίαν οὐδέπω δίκην ἔδωκας τήμερον.
 [01271]  Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι' ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου.
 [02024]  Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν.
 [02958]  Καὶ γὰρ πολλοὺς οἶμαι τῶν ἠριστηκότων παρεῖναι τήμερον, καὶ τὸν καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν·
 [03919]  Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ.
 [04201]  Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν.
 [04799]  Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον·
 [05254]  Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπισαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν.
 [05297]  [49.191] Βούλομαι δὲ πρότερον μικρὰ τῶν πρώην ἡμῖν εἰρημένων ἀναμνῆσαι τήμερον.
000-00-00 Serial Number=0736336291
Adversus Judaeos Ante [Go Back]  
 [00599]  Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον.
 [00601]  ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον.
 [01888]  Μηδεὶς δὲ ὑμῶν ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, εἰ, τῶν μαρτύρων ἡμᾶς καλεσάντων τήμερον, ἡμεῖς τὴν διήγησιν τῶν ἐκείνων ἄθλων ἀφέντες, πρὸς Ἰουδαίους ἀποδυόμεθα·
 [02230]  φέρε δὴ καὶ τὰ λείψανα γυμνάσωμεν τήμερον.
000-00-00 Serial Number=0091814518
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01124]  Ὅθεν καὶ πολλῶν θαυμαζόντων ἤκουσα, πῶς οὐδέπω καὶ τήμερον ὄμβρος ἔτερος κατηνέχθη πυρὸς, πῶς οὐδέπω τὰ τῶν Σοδόμων ἔπαθεν ἡμῖν ἡ πόλις, τοσούτῳ χαλεπωτέρας ἀξία κολάσεως οὖσα, ὅσον μηδὲ τοῖς ἐκείνων ἐσωφρονίσθη κακοῖς;
 [01130]  ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως;
000-00-00 Serial Number=0327076614
Catecheses ad illuminandos Ante [Go Back]  
 [00038]  [1.9] Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ.
000-00-00 Serial Number=0653699994
Catechesis de juramento Ante [Go Back]  
 [00028]  πρὸς ταῦτα ἐβουλόμην ὑμᾶς ἅπαντα μυσταγωγῆσαι τήμερον.
000-00-00 Serial Number=0764100850
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00096]  ἃ δὲ ἀνάγκη μόνους ἀκοῦσαι ὑμᾶς νῦν καὶ οὐ δυνατὸν ἐκείνων ἀναμεμιγμένων ὑμῖν εἰπεῖν, ταῦτα τήμερον ἀναγκαῖον εἰπεῖν.
000-00-00 Serial Number=0599585295
Contra theatra Ante [Go Back]  
 [00003]  Πολλοὺς οἶμαι τῶν πρῴην καταλιπόντων ἡμᾶς καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον.
000-00-00 Serial Number=0280570924
De Anna i Ante [Go Back]  
 [00658]  Ἀνῄει τοίνυν εἰς τὸν ναὸν, καὶ τὸ ἀρνίον εἰς τὴν ποίμνην, καὶ τὸν μόσχον εἰς τὴν ἀγέλην εἰσήγαγε, καὶ εἰς τὸν λειμῶνα τὸ ῥόδον τὸ ἀκανθῶν ἀπηλλαγμένον, ῥόδον οὐδέποτε μαραινόμενον, ἀλλὰ διηνεκῶς ἀνθοῦν, καὶ πρὸς αὐτὸν δυνάμενον ἀναδραμεῖν τὸν οὐρανὸν, οὗ τῆς εὐωδίας ἅπαντες οἱ κατὰ τὴν οἰκουμένην ἀντι [54.656] λαμβάνονται μέχρι τήμερον.
 [00706]  Ἀντίζηλον ἔχω γυναῖκα, κἀκείνη μὲν ὀνειδίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ δὲ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον ἠδυνήθην γενέσθαι μήτηρ, ἀλλὰ συνέκλεισέ μου ὁ Θεὸς τὴν μήτραν, καὶ θλιβομένην ὁρῶν οὐκ ἠλέησεν.
000-00-00 Serial Number=0612797141
De Davide et Saule Ante [Go Back]  
 [00504]  Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον.
000-00-00 Serial Number=0678069174
De Lazaro Ante [Go Back]  
 [01273]  Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι.
 [01565]  Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας·
 [01568]  Ἵν' οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν·
 [01569]  καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα.
 [01576]  Ταῦτα καὶ ὁ [48.1018] Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον.
000-00-00 Serial Number=0733901024
De baptismo Christi Ante [Go Back]  
 [00004]  Πάντες ὑμεῖς ἐν εὐθυμίᾳ τήμερον, ἐγὼ δὲ ἐν ὀδύνῃ μόνος.
 [00211]  τὸ γοῦν φανερῶς ἁμαρτανόμενον παρὰ πάντων πειρασόμεθα διορθῶσαι τήμερον.
000-00-00 Serial Number=0498961627
De beato Philogonio Ante [Go Back]  
 [00006]  Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους·
000-00-00 Serial Number=0343611360
De decem millium talentorum debitore Ante [Go Back]  
 [00003]  Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν πρὸς ὑμᾶς, οὕτω διάκειμαι τήμερον·
 [00035]  Ἐπειδὴ δὲ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μιᾶς ἐντολῆς ὑποδοχὴ, φέρε τήμερον καὶ ἐπὶ ἑτέραν ὑμᾶς μεταγάγωμεν·
000-00-00 Serial Number=0577667534
De diabolo tentatore Ante [Go Back]  
 [00732]  καὶ γὰρ καὶ τήμερον διὰ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐλάττονα τῶν προτέρων ἐστὶ τὰ κατορθώματα.
000-00-00 Serial Number=0008982897
De fato et providentia Ante [Go Back]  
 [00086]  διόπερ ἀναγκαῖον αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ τοιούτῳ περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν.
 [00188]  Οἶδα πρῴην περὶ εἱμαρμένης εἰπὼν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλ' οὐδὲν κωλύει καὶ τήμερον περὶ τῆς αὐτῆς ὑποθέσεως γυμνάσαι τὸν λόγον·
000-00-00 Serial Number=0002085149
De incomprehensibili dei natura Ante [Go Back]  
 [01013]  Ἐπαινέσαι τοίνυν ὑμᾶς βούλομαι τήμερον καὶ χάριν ὑμῖν ἀποδοῦναι τῆς ὑπακοῆς ἐκείνης.
 [01094]  ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπόν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπόντες πάλιν ἀναπαῦσαι τὴν διάνοιαν ὑμῶν ἐγνώκαμεν.
000-00-00 Serial Number=0099133372
De jejunio sermones 1 Ante [Go Back]  
 [00003]  Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ.
 [00064]  Ἰδοὺ γάρ σοι καὶ τήμερον ἐπέστη Χριστὸς ἐν τῇ καλῇ ταύτῃ ἐκκλησίᾳ, τῇ νέᾳ Ἱερουσαλήμ·
 [00157]  Ὁ γὰρ τήμερον ἐν τιμῇ, αὔριον ἐν γῇ·
 [00158]  ὁ τήμερον ἐν δόξῃ, αὔριον ἐν θήκῃ·
 [00159]  ὁ τήμερον ἐν θρόνῳ, αὔριον ἐν θρήνῳ·
 [00160]  ὁ τήμερον ἐν τύφῳ, αὔριον ἐν τάφῳ·
 [00161]  ὁ τήμερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος·
 [00162]  ὁ τήμερον στρατηγὸς, αὔριον σποδός·
 [00163]  ὁ τήμερον λαμπρὸς, αὔριον πηλός·
 [00164]  ὁ τήμερον ἐπίβλεπτος, αὔριον βδελυκτός·
 [00165]  ὁ τήμερον ἐμφανὴς, αὔριον ἀφανής·
 [00166]  ὁ τήμερον σοβῶν, αὔριον σπάργανα περικείμενος ἐπιτάφια καὶ δεσμά·
 [00167]  ὁ τήμερον εὔγλωττος, αὔριον ἄφωνος·
 [00168]  ὁ τήμερον ὑπὸ κολάκων δορυφορούμενος, αὔριον ὑπὸ σκωλήκων δαπανώμενος·
 [00169]  ὁ τήμερον εὐειδὴς, αὔριον δυσειδής·
 [00170]  ὁ τήμερον ἐπαχθὴς, αὔριον εἰδεχθής.
000-00-00 Serial Number=0766423762
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00381]  [4.1] Ὁ μακάριος Παῦλος, ὁ τήμερον ἡμᾶς συναγαγὼν καὶ τὴν οἰκουμένην φωτίσας, οὗτος ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ·
 [00805]  [6.1] Βούλεσθε τήμερον, ἀγαπητοί, παρέντες τὰ μεγάλα Παύλου καὶ θαυμαστά, ἃ δοκεῖ παρά τισι λαβήν τινα ἔχειν, ταῦτα εἰς μέσον ἀγάγωμεν;
000-00-00 Serial Number=0326747417
De mutatione nominum Ante [Go Back]  
 [00268]  οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν.
 [00275]  Τί ποτε ἄρα χρὴ ἡμᾶς ποιῆσαι τήμερον;
 [00326]  Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ἐστὶν ἡμῖν ἡ ζήτησις τήμερον, ἀλλ' ὑπὲρ ζητήματος τὴν ἀρχὴν μὲν λαβόντος χθὲς, τὴν δὲ λύσιν μὴ λαβόντος διὰ τὸ πολλὰ γενέσθαι τὰ προβληθέντα.
 [00872]  Οὐκοῦν καὶ σὲ καλεῖ τήμερον δι' ἐκείνης τῆς φωνῆς, ἀλλ' οὐχ ὑπακούεις.
000-00-00 Serial Number=0646691978
De paenitentia [1] Ante [Go Back]  
 [01305]  ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ τῶν ἀνθρώπων, καθάπερ ἀγρίᾳ τινὶ γυναικὶ παραδίδοσθαι μέλλοντας, οὕτως ὀκνοῦντας καὶ ἀναδυομένους, καὶ μέθῃ καὶ ἀδηφαγίᾳ τήμερον ἑαυτοὺς διαφθείροντας·
 [01310]  ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, [49.313] ἄχρηστον αὐτὸ καὶ ἀνόνητον ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν·
000-00-00 Serial Number=0621611714
De prophetiarum obscuritate Ante [Go Back]  
 [00551]  κἂν γὰρ μὴ τήμερον ἅπαντα δυνηθῶμεν ἀποδοῦναι, ἀλλὰ πάντως ὑμῖν ἀποδώσομεν ὕστερον.
 [00552]  Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν;
000-00-00 Serial Number=0080092251
De sancta Droside martyre Ante [Go Back]  
 [00182]  Οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτον κινῶ τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλῶν πολλάκις ἀκούω λεγόντων περὶ θανάτου τρόπων, καὶ τοὺς μὲν οὐκ ὄντας ἐπονειδίστους αἰσχυνομένων, τοὺς δὲ μεγίστης ὄντας κατηγορίας ἀξίους οὐ διαβαλλόντων, τούτου χάριν καὶ τοῦτον βούλομαι διευκρινῆσαι τὸν λόγον τήμερον.
000-00-00 Serial Number=0992431402
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00118]  Οὐδὲ γὰρ οὕτω σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς θυμιατήριά τις τιθεὶς τῆς εὐωδίας ἀναχρώσειε τὸν ἀέρα, ὡς σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς διηγούμενοι, βαδίζοιεν οἴκαδε, θυμιατήριον τὴν ἑαυτοῦ γλῶτταν ἕκαστος ποιῶν.
000-00-00 Serial Number=0079571664
De sancta pentecoste Ante [Go Back]  
 [00073]  ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι' ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ' ἵνα μὴ κενοὶ τῶν περὶ τῆς ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν.
 [00553]  ἣν πάντας ἡμᾶς διαφυγεῖν γένοιτο, καὶ [50.470] μάλιστα τοὺς τήμερον διὰ τῆς τοῦ λουτροῦ χάριτος, τὸ παλαιὸν τῶν ἁμαρτημάτων ἔνδυμα ἀποθεμένους, καὶ πρὸς τὰς ἡλιακὰς ἀκτῖνας ἀντιλάμπειν δυναμένους.
000-00-00 Serial Number=0283177733
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00006]  Καὶ γὰρ πέμπτον ἔτος ἤδη παρέδραμεν, ἐξ οὗ πρὸς τὸν ποθούμενον ἀπεδήμησεν Ἰησοῦν ἐκεῖνος, καὶ καθάπερ χθὲς καὶ πρώην αὐτὸν ἑωρακότες, οὕτω μετὰ ζέοντος τοῦ φίλτρου πρὸς αὐτὸν ἀπηντήκατε τήμερον.
 [00014]  Καὶ καθάπερ τις στέφανον πλέκων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι τῶν λίθων, λαμπρότερον ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐνυφαίνω τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότερον κατασκευάζειν αὐτὸν προσδοκῶν.
000-00-00 Serial Number=0464778960
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00003]  Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον, ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν·
000-00-00 Serial Number=0980216980
De virginitate Ante [Go Back]  
 [00922]  Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου, αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλων τῇ αὐτῇ συζώντων γυναικί;
000-00-00 Serial Number=0940677822
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05990]  Εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἠνέχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, οὐκ ἂν ἀπώλετο καὶ τὴν γῆν εὔξατο αὐτῷ διαστῆναι μᾶλλον ἂν, ἢ τοσούτους μάρτυρας κακίας ἔχειν;
000-00-00 Serial Number=0476470590
Expositiones in Psalmos Ante [Go Back]  
 [06214]  Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν.
 [06220]  καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους, ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ ∆αυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον.
000-00-00 Serial Number=0805066407
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00004]  Ἐβουλόμην παρεῖναι Ἕλληνας τήμερον, ὥστε τῶν ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς [63.500] Ἐκκλησίας ἡ εὐγένεια, πόση τῆς πίστεως ἡ εὐτονία, πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων ὁ γέλως.
000-00-00 Serial Number=0448856592
In Acta apostolorum Ante [Go Back]  
 [03064]  Οὕτω τήμερον ἀνάγκη πραότερον ὑμῖν διαλεχθῆναι.
 [03508]  Φέρε οὖν ἀπὸ τῆς Παλαιᾶς ὑμῖν διαλεχθῶμεν τήμερον.
 [04065]  Εὔκαιρον καὶ ἀπὸ τῆς Παλαιᾶς δεῖξαι τὸ χαλεπὸν τῆς ἐπιορκίας τήμερον.
 [09713]  κἂν μὴ τὸ ὅλον, μέρος γοῦν τήμερον, καὶ μέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε.
 [09999]  οὐδὲν δὲ κωλύει καὶ τήμερον·
000-00-00 Serial Number=0316253126
In Ecclesiasten Ante [Go Back]  
 [00400]  Ἑλώμεθα τοῦτον ὑπὲρ τοῦτον τήμερον.
000-00-00 Serial Number=0255262256
In Genesim sermones Ante [Go Back]  
 [00216]  Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν.
 [00895]  ∆ιὰ ταῦτα καὶ τήμερον προθυμότερον ἀπεδυσάμην πρὸς τὴν διδασκαλίαν.
 [01124]  Εἰ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέλαβεν ὁ λῃστὴς τὰ ἀγαθὰ, τὸ δὲ σῶμα αὐτοῦ οὐκ ἀνέστη οὐδέπω καὶ τήμερον, οὐκ ἔσται σωμάτων λοιπὸν ἀνάστασις.
000-00-00 Serial Number=0002138674
In Heliam et viduam Ante [Go Back]  
 [00031]  τήμερον δὲ περὶ τῆς ἐν τῇ Παλαιᾷ πρὸς ὑμᾶς ἐροῦμεν.
000-00-00 Serial Number=0507297993
In Joannem Ante [Go Back]  
 [00451]  Ὥρα δὲ λοιπὸν ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν.
 [01429]  Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν.
 [01915]  Ἐπεὶ οὖν ἱκανῶς ὑμῶν καθηψάμεθα πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν.
 [03340]  ἔξεστι δὲ καὶ ἐκ τῶν τήμερον ἀναγνωσθέντων μαθεῖν.
 [03649]  Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης.
 [03872]  Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα.
000-00-00 Serial Number=0441954315
In Kalendas Ante [Go Back]  
 [00005]  Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον.
 [00016]  Καὶ ἐβουλόμην μὲν εἰς τὴν αὐτὴν ὑπόθεσιν καταβῆναι καὶ τήμερον, ἀλλὰ πρὸς ἕτερα κατεπείγοντα ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα.
 [00024]  Αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμερον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χορεῖαι αἱ νυκτεριναὶ, καὶ ἡ καταγέλαστος αὕτη κωμῳδία, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν, καὶ δέον ἐπὶ τούτοις κατεστάλθαι, πενθεῖν, καταδύεσθαι, καὶ τοὺς ἡμαρτηκότας, καὶ τοὺς οὐχ ἡμαρτηκότας, τοὺς μὲν ὑπὲρ ὧν ἐπλημμέλησαν, τοὺς δὲ ὑπὲρ ὧν τοὺς ἀδελφοὺς εἶδον ἀσχημονήσαντας·
 [00033]  οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς·
000-00-00 Serial Number=0225082517
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00010]  Ἐννόει γὰρ, ἀγαπητὲ, ὅση τοῦ Θεοῦ ἡμῶν ἡ ἀγαθότης καὶ ἀπόῤῥητος οἰκονομία γέγονε περὶ τὸ γένος τὸ ἡμέτερον, τοῦ παραδείσου ἐκπεπτωκὸς διὰ τὴν ἀπάτην τοῦ διαβόλου, καὶ τοσαύτῃ ἀρᾷ καταδικασθὲν ἀθρόον εἰς ὅσον ὕψος ἀνήγαγεν, καὶ πῶς ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν, καὶ ἡμετέρα φύσις ἡ καὶ τοῦ παραδείσου ἀναξία τὸ πρότερον νομισθεῖσα.
000-00-00 Serial Number=0301906407
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00074]  Ἀλλ' ἡμεῖς [50.445] οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς οὐρανοὺς ἀνήχθημεν·
000-00-00 Serial Number=0230309248
In duodecim apostolos Ante [Go Back]  
 [00002]  Εἰκότως καὶ τήμερον ἐπὶ φοιτήσει τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἁλιέων αὕτη πεπλήρωται σαγήνη, αὐτοκελεύστως ἐν αὐτῇ τῶν λογικῶν ἰχθύων ἡμῶν εἰσπηδώντων.
000-00-00 Serial Number=0655977190
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01038]  Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον.
000-00-00 Serial Number=0683843970
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07951]  Ἐννόησον γάρ μοι τὸν Ἠλίαν, εἰς ὃν ἡμῖν ὁ λόγος περιήκει τήμερον·
000-00-00 Serial Number=0873131812
In epistulam ad Philemonem Ante [Go Back]  
 [00596]  Ἵν' οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε τήμερον τὸν λόγον τοῦτον κινήσωμεν.
 [00603]  Φέρε, τήμερον ἀποδῶμεν τὸ χρέος, καὶ δείξωμεν, πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων.
000-00-00 Serial Number=0924103737
In epistulam ad Romanos Ante [Go Back]  
 [01407]  Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἐνήχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷ διαστῆναι ηὔξατο μᾶλλον, ἢ τοσούτους μάρτυρας τῆς κακίας σχεῖν! Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν τοιούτῳ θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων;
000-00-00 Serial Number=0602181613
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00041]  Τοῦτο καὶ Παῦλος, δεικνὺς ὅτι οὐ διὰ τὰ παλαιὰ μόνον ἦλθεν ἁμαρτήματα, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα κατορθώματα, ἐβόα τήμερον·
000-00-00 Serial Number=0012467027
In illud Domine non est in homine Ante [Go Back]  
 [00023]  Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς πάλιν ἐπὶ τὴν προτέραν ἀγάγωμεν γυμνασίαν, πρὸς τὰ ἐπιπονώτερα τῶν Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ' ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία.
000-00-00 Serial Number=0635553658
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00538]  καὶ τήμερον δὲ τῇ αὐτῇ ταύτῃ πάλιν ἐνδιατρίψαι σπουδάζομεν·
000-00-00 Serial Number=0641965151
In illud In faciem ei restiti Ante [Go Back]  
 [00025]  Ἀλλ' εἴπερ ποτὲ προθυμίαν μοι παρέσχετε καὶ πολλὴν σπουδὴν ἐπὶ τὴν ἀκρόασιν, ὥσπερ οὖν ἀεὶ παρεσχήκατε, ταύτην αἰτῶ καὶ τήμερον ἐμοὶ δοῦναι τὴν χάριν.
 [00029]  καὶ εἴ τις ὀξέως προσέσχε τοῖς ἀναγνωσθεῖσιν, οἶδεν ὅτι μεγάλοι ἡμῖν ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται τήμερον.
 [00187]  Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν.
000-00-00 Serial Number=0683216512
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00003]  Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος.
000-00-00 Serial Number=0315504909
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00004]  ∆ιὸ δὴ καὶ αὐτὸς ἑτέρωσε τήμερον ὡρμημένος, ἀποστὰς ἐκείνης τῆς ὑποθέσεως, εἰς ταύτην καθεῖναι παρασκευάζομαι, ἵνα μάθητε, ὅτι τῶν θείων Γραφῶν οὐδὲν περιττὸν, οὐδὲν πάρεργόν ἐστι, κἂν ἰῶτα ἓν, κἂν μία κεραία ᾖ, ἀλλὰ καὶ ψιλὴ πρόσρησις πολὺ πέλαγος ἡμῖν ἀνοίγει νοημάτων.
 [00199]  φέρε καὶ τήμερον τὰ λειπόμενα τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλλαν καὶ Ἀκύλαν ἐπέλθωμεν·
000-00-00 Serial Number=0338012278
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00213]  Ἀλλὰ γὰρ μεταξὺ τούτου τοῦ ἀναγινώσκειν με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζήτημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύλου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν.
000-00-00 Serial Number=0949872494
In illud Vidi dominum Ante [Go Back]  
 [00649]  [4.1] Λαμπρὸν ἡμῖν τήμερον τὸ θέατρον γέγονε καὶ φαιδρὸς ὁ σύλλογος.
 [00912]  Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλόςτοῦτο καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν.
 [01088]  [5.1] Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν λοιπὸν ἐπιθῶμεν τῷ λόγῳ, μήποτε καὶ ἡμεῖς καταγελασθῶμεν, καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων καὶ περὶ ἡμῶν εἴπῃ·
 [01305]  Καὶ γὰρ πάντας ὁρῶ πρὸς τὰ Σεραφὶμ κεχηνότας, οὐχὶ τήμερον μόνον, ἀλλὰ καὶ ἐκ πρώτης ἡμέρας·
000-00-00 Serial Number=0763644874
In principium Actorum Ante [Go Back]  
 [00143]  Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον.
000-00-00 Serial Number=0311768651
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00161]  Τινὲς τῶν ἐνταῦθα συλλεγομένων τήμερον (μὴ γάρ μοι γένοιτο πάσης καταγνῶναι τῆς Ἐκκλησίας τοιαύτην κατάγνωσιν) ὑπὸ ῥᾳθυμίας τινὸς καὶ ἀφε λείας τὴν αὔριον ἡμᾶς ἐγκαταλιμπάνοντες, πρὸς τὴν ∆άφνην ἀποπηδῶσιν, ἅπερ συνελέξαμεν σήμερον, αὔριον ἐκχέοντες, καὶ ἅπερ ᾠκοδομήσαμεν καθαι ροῦντες.
000-00-00 Serial Number=0886574566
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00052]  οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε.
000-00-00 Serial Number=0942125082
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00024]  Ἰδοὺ καὶ τήμερον ὄχλῳ περισφιγγόμενος ἐκλάμπει τὸ κράσπεδον, καὶ τῷ ὄμβρῳ τῆς πίστεως τὴν ῥύσιν κατέκλυσε.
000-00-00 Serial Number=0123068750
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00004]  οὐκοῦν ἀνάγκη θεραπεῦσαι τήμερον, καὶ προσηνέστερα ἐπιθεῖναι τὰ φάρμακα.
 [00013]  Ἐπεὶ οὖν τῇ προτέρᾳ σφοδρότερον τὴν ἑκάστου διάνοιαν ἔδακεν ὁ λόγος, προσηνεστέρας ἡμῖν δεῖ τῆς διδασκαλίας τήμερον, καὶ ταῖς ἐκ τῶν ἐλέγχων γενομέναις ὀδύναις, ὥσπερ ἔλαιον, ἀναγκαῖον ἐπιστάξαι τοῦ λόγου τὸ προσηνὲς, πρότερον αὐτῶν ὑμᾶς ἀναμνήσαντες τῶν ἐλέγχων.
000-00-00 Serial Number=0474952102
Oratio de hypapante Ante [Go Back]  
 [00003]  Φαιδρὸν ἡμῖν τήμερον τὸ θέατρον καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος·
000-00-00 Serial Number=0922658980
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00140]  Ὁρᾶτε πῶς ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις σύμφωνα τοῖς χθὲς εἰρημένοις ἀναγνωσθῆναι τὰ τήμερον;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»