Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ταύταις [131]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ταύταις


000-00-00 Serial Number=0366808355
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00167]  Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι' ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολῆν.
000-00-00 Serial Number=0606526256
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00490]  Εἰ δέ τινες οὐδὲ ταῖς θλίψεσι ταύταις ἐσωφρονίσθησαν, οὐκέτι τοῦτο παρὰ τὴν αἰτίαν τοῦ τὴν παιδείαν ἐπαγαγόντος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν ἐκείνων.
 [00591]  εἶτα ὥσπερ τισὶ πέδαις προκατέχει ταῖς τιμωρίαις ταύταις αὐτούς.
 [01013]  Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν.
000-00-00 Serial Number=0439557612
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00288]  Οὐχ ὡς ἔτυχεν δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχάς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις παρέδωκαν ἑαυτοὺς κακοῖς.
 [00453]  βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος καὶ οὐκ ἔχων σῶμα τοιοῦτον εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγεν, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόναις, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν.
000-00-00 Serial Number=0721408367
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01049]  «Ἔπεμψα ὑμῖν Τιμόθεον εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
000-00-00 Serial Number=0220521629
Ad populum Antiochenum Ante [Go Back]  
 [01389]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
 [01740]  Καὶ τοῦτο οὐ πόῤῥωθέν ποθεν, ἀλλ' οἴκοθεν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν.
 [02113]  Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας·
 [02298]  Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων δι' ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν.
 [03241]  ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν ἀπατεῶνα δαίμονα τοῦ κηδεμόνος Θεοῦ καὶ τιμήσαντος αὐτὸν ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων, καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας διδάσκων αὐτὸν, ὅτι θνητός τέ ἐστι καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν·
 [03287]  Ἐὰν γὰρ, ὃ πάντων εὐτελέστερον εἶναι δοκεῖ τῶν μελῶν, τοῦ ὀφθαλμοῦ τὰς βλεφαρίδας ἐξετάσῃς μόνον, καὶ ἐν ταύταις πολλὴν ὄψει τοῦ δημιουργοῦ Θεοῦ τὴν σοφίαν.
 [04235]  Ἡ γὰρ πόλις ἡμῖν καθ' ἑκάστην ἐκκαθαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ [49.155] ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων, καὶ ὅπουπερ ἄν τις ἴδῃ, λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσοφία, ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμένων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόντων λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας.
 [05241]  Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις·
 [05825]  Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νομίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μόνον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν·
000-00-00 Serial Number=0626685262
Ad viduam juniorem Ante [Go Back]  
 [00156]  Ταῦτα οὖν θρηνεῖς, εἰπέ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον;
000-00-00 Serial Number=0885184109
Adversus Judaeos Ante [Go Back]  
 [00776]  Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν.
 [01374]  Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν παρ' αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καὶ εἰς προστάτας ἀναῤῥηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς ἀποδείξεσι ταύταις.
 [02832]  οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν.
000-00-00 Serial Number=0116218328
Catecheses ad illuminandos Ante [Go Back]  
 [00207]  [1.37] Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν.
 [00595]  [4.4] Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύσασθαι κατηξιώθησαν.
 [01152]  [7.32] Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συντελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν·
000-00-00 Serial Number=0091023386
Commentarius in Job Ante [Go Back]  
 [00532]  ἐν γὰρ ταύταις καλῶς γυμνασάμενος μετὰ φιλοσοφίας τὰς λοιπὰς ἔφερεν.
 [01342]  οὕτως οὐδὲ ἐκείνων αἰσθησόμεθα τῆς δεινότητος οὐδὲ ὑπὸ τούτων ἐπαρθῆναι δυνησόμεθα, ἀλλὰ διὰ παντὸς ἐν ταῖς ἀνωμαλίαις ταύταις γαλήνης ἀπολαύσομεν καὶ εἰρήνης.
000-00-00 Serial Number=0100385070
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00240]  Καὶ γὰρ οἰκήματα περιποιῆσαι ταύταις ἔργον, καὶ φάρμακα κατασκευάσαι, καὶ κλίνην καὶ ἱμάτια πρίασθαι, καὶ τροφὰς ἐπιτηδείους, καὶ τὰ ἄλλα ἅπαντα ἐπιμελήσασθαι, κἂν δέκα ὦσι μόναι αἱ τὰ τοιαῦτα νοσοῦσαι·
 [00343]  Καίτοι τίς ἂν ἢ ταύταις ἢ ἐκείνοις, εἴ γε ἤμελλεν ἀράν τινα ἐπαρᾶσθαι, ταύτης ἂν ηὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας αὐτῶν, καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν;
 [00361]  Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις·
000-00-00 Serial Number=0458469450
Contra theatra Ante [Go Back]  
 [00140]  Ἀλλ' ἐπειδὴ τοῖς ἔνδον τῶν ἀγαθῶν διακεχυμένοις ἡ τῶν κακῶν αἰφνίδιος φορὰ βαρυτέραν ἐπάγει τὴν ἀλγηδόνα, διὰ τοῦτό φησι, Λάβε τὸν υἱόν σου, καὶ προστίθησι, Τὸν ἀγαπητὸν, καὶ πάλιν, Ὃν ἠγάπησας, ἵνα ταῖς ἀγαθαῖς ταύταις ἐπωνυμίαις εἰς χρηστῶν ὑποσχέσεων ἐλπίδας μετεωρίσας τὸν φιλόπαιδα γέροντα, ἀθρόαν αὖθις ἐπαγαγὼν τοῦ ἀγαπημένου τὴν ἀναίρεσιν, τοῖς παρ' ἐλπίδα προστάγμασι πλήξῃ τὰ σπλάγχνα τοῦ γεγεννηκότος βαρύτερον, οὐ μισῶν τὸν δίκαιον, φανῆναι δὲ λαμπρότερον τῷ κόσμῳ τὴν τούτου πίστιν βουλόμενος.
000-00-00 Serial Number=0663208008
De Anna i Ante [Go Back]  
 [00109]  Ὅτι γὰρ ἀμοιβὴ κεῖται, καὶ οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν, ἄκουσον πῶς πολλαχοῦ καὶ ταύταις καὶ περὶ τούτων ἡ Γραφὴ διαλέγεται, καὶ οὐχ ἧττον ταύταις, ἢ τοῖς ἀνδράσιν.
000-00-00 Serial Number=0899517238
De Christi divinitate Ante [Go Back]  
 [00032]  Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
 [00054]  Ἐν ταύταις ταῖς στοαῖς ἦν τις ἄνθρωπος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
000-00-00 Serial Number=0576514840
De Davide et Saule Ante [Go Back]  
 [00275]  Ἀμήχανον γὰρ, ἀμήχανον, ψυχὴν ἐν ταύταις στρεφομένην ταῖς ἱστορίαις, δυνηθῆναί ποτε κρατηθῆναι τῷ πάθει.
000-00-00 Serial Number=0575246155
De Lazaro Ante [Go Back]  
 [00410]  Εἰ δὲνῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰς κειμένας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐκεῖ, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς καὶ ταλαιπώρως διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις·
 [00841]  Ἵν' οὖν καὶ ὑμεῖς τὸ δοθὲν μὴ ἀποβλύσητε, οὐκ ἀθρόον ὑμῖν ἐπεκλίναμεν τὸ τῆς διδασκαλίας ποτήριον, ἀλλ' εἰς πολλὰς ὑμῖν αὐτὸ κατεκερματίσαμεν ἡμέρας, ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις διαναπαύεσθαι παρασχόντες ὑμῖν ἐκ τοῦ τῆς ἀκροάσεως πόνου, ἵνα καὶ τὰ καταβληθέντα παγῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης, καὶ τὰ ῥηθήσεσθαι μέλλοντα ἀνειμένῃ καὶ ἀκμαζούσῃ δέξησθε ψυχῇ.
 [00842]  ∆ιὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.
 [02593]  Εἰπὲ γάρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῆ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὑτοῦ καταναλίσκοντι;
000-00-00 Serial Number=0927379847
De caritate [1] Ante [Go Back]  
 [00012]  Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται.
000-00-00 Serial Number=0513495862
De caritate [2] Ante [Go Back]  
 [00055]  Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
000-00-00 Serial Number=0765096545
De diabolo tentatore Ante [Go Back]  
 [00149]  ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆρον·
 [00560]  Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ' αὐτὸν τὴν αἰτίαν·
000-00-00 Serial Number=0167948306
De eleemosyna [2] Ante [Go Back]  
 [00233]  ἐν ταύταις δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται.
000-00-00 Serial Number=0923931599
De fato et providentia Ante [Go Back]  
 [00635]  ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις.
000-00-00 Serial Number=0449865997
De futurae vitae deliciis Ante [Go Back]  
 [00085]  ∆ύο δὴ ταύταις ὁδοῖς·
000-00-00 Serial Number=0427909970
De incomprehensibili dei natura Ante [Go Back]  
 [01155]  ∆ιὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή.
000-00-00 Serial Number=0013736546
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00024]  [1.4] Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην, καθάπερ ὑπόπτερός τις γενόμενος, ἐπῆλθε πᾶσαν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπα νάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
000-00-00 Serial Number=0133881330
De meretrice Ante [Go Back]  
 [00002]  Ἐν παντὶ καιρῷ καλὴ καὶ σωτήριος ἡ μετάνοια τοῖς χρωμένοις αὐτῇ, ἐν ταύταις δὲ μάλιστα ταῖς τῆς νηστείας ἡμέραις ἐπωφελὴς πᾶσιν ἀνθρώποις καθίσταται, τοῖς προςτρέχουσιν ταῖς ἀγκάλαις αὐτῆς.
 [00077]  Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν [153] ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι' ἐλεημοσύνης, διὰ δακρύων, δι' ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς·
000-00-00 Serial Number=0828073442
De paenitentia [1] Ante [Go Back]  
 [00010]  καὶ οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ ταύταις ἐνετρυφῶμεν ταῖς φαντασίαις.
000-00-00 Serial Number=0519117713
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00081]  Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διάβολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν.
000-00-00 Serial Number=0312623084
De prophetiarum obscuritate Ante [Go Back]  
 [00588]  ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν.
000-00-00 Serial Number=0769692421
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00208]  Καὶ γὰρ καὶ ταύταις ὁ τοῦ διωγμοῦ καιρὸς ταῦτα παρῄνει, ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας, ὥστε κληρονομῆσαι τὸν οὐρανόν.
000-00-00 Serial Number=0573228061
De virginitate Ante [Go Back]  
 [00869]  Οὐ ταύταις οὖν ἀλλ' ἐκείναις φησίν·
 [00920]  Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖν οὐδέποτε ἔξεστι, οὕτως οὐδὲ ταύταις εἶναι, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ.
000-00-00 Serial Number=0575890183
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02815]  Εἰ δὲ νῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις·
 [02842]  Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῷ αὑτῶν ἔρωτι προσδῆσαι τέλεον τὸν ταύταις προσέχοντα, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν.
 [03065]  Ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς εὐχαῖς ἐφοδιάσας ἐξέπεμψεν.
 [03511]  ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν, ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο·
 [04310]  οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
 [04886]  Ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἔλαχον, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, τὴν πλοῦτον ἔχουσαν τοσοῦτον;
 [06085]  Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα.
 [09141]  Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ [63.843] τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [09726]  Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι·
000-00-00 Serial Number=0515596688
Epistulae Ante [Go Back]  
 [00783]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [01042]  Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ [52.668] τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν παράκλησιν.
 [01741]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [02000]  Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ [52.668] τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν παράκλησιν.
000-00-00 Serial Number=0290898561
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00350]  Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπὸν οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ' ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον.
000-00-00 Serial Number=0869228780
Expositiones in Psalmos Ante [Go Back]  
 [03215]  Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις·
 [04978]  Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις·
 [07506]  Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν διαθερμαινόμενοι πρὸς τοὺς μείζους ὦσι, ταύταις κεχρῆσθαι ταῖς λέξεσιν.
000-00-00 Serial Number=0359030604
Fragmenta in Job Ante [Go Back]  
 [00357]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων, ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα, καὶ πάντοθεν ῥιπίζουσα, οὐκ ἀνασπᾷ, ἀλλὰ καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
000-00-00 Serial Number=0402747691
Homilia de capto Eutropio Ante [Go Back]  
 [00486]  Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
000-00-00 Serial Number=0169728756
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00040]  Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν·
000-00-00 Serial Number=0861888587
In Acta apostolorum Ante [Go Back]  
 [00838]  Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπε.
 [04502]  Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
 [04594]  Ἐν δὲ ταῖς ἡμέραις ταύταις.
 [04664]  τὰ γὰρ πλείω ταύταις ἤνυον.
 [08408]  Ἐν ταύταις δὲ ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
000-00-00 Serial Number=0743600011
In Genesim sermo 3 Ante [Go Back]  
 [00422]  καὶ βεβαιοτέραν τὴν λέξιν φανεροῖ ταῖς γενεαῖς ταύταις.
000-00-00 Serial Number=0411392987
In Isaiam Ante [Go Back]  
 [01957]  Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ' αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν;
000-00-00 Serial Number=0906732321
In Joannem Ante [Go Back]  
 [01363]  ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι.
 [02183]  Ἐκχέωμεν τοίνυν τὸ ἔλαιον ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι τὸ φῶς.
000-00-00 Serial Number=0612059534
In Psalmos 101-107 Ante [Go Back]  
 [01530]  Ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν.
 [01543]  ἀλλ' ὁ ταύταις αὐτοὺς συγκληρώσας αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο.
000-00-00 Serial Number=0859542251
In Psalmum 118 Ante [Go Back]  
 [01176]  Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο.
 [01461]  Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυ ζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς·
000-00-00 Serial Number=0214201033
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00066]  [52.796] οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν.
000-00-00 Serial Number=0296403885
In catenas sancti Petri Ante [Go Back]  
 [00312]  Πρὸ δὲ πάντων τὸν εὐσεβῆ καὶ πιστότατον ἡμῶν αὐτοκράτορα, ἀντὶ στρατιωτικῶν ὅπλων, ταύταις καθόπλισον, περίφραξον, περιφρούρησον, νίκαις καὶ τροπαίοις κατάστεψον, φοβερὸν πολεμίοις ἀνάδειξον, ποθεινὸν ὑπηκόοις ἀπέργασαι, ὡς ἂν, εἰρηνικῶς ὑπ' αὐτοῦ βασιλευόμενοί τε καὶ κυβερνώμενοι, ἤρεμον καὶ ἡσύχιον διανύωμεν βίον, δοξάζοντες τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ὃν διὰ παντὸς ἐδόξασάς τε καὶ ἐμεγάλυνας, ὅτι αὐτῷ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ συμφυεῖ καὶ ὁμοουσίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0298757732
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00321]  Ἐπέμψαμεν ὑμῖν Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
 [00441]  ∆είξας τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήματα, καὶ προθυμοτέρους εἰς ἀρετὴν ποιεῖ, μεγάλα αὐτῶν μαρτυρῶν ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο·
 [01624]  Ἵν' οὖν [61.429] μὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ μόνον οὐκ ἀλγοῦμεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίρομεν·
 [06066]  Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος·
 [06884]  Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται·
000-00-00 Serial Number=0482308984
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02098]  Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ μηδὲν παραβλάπτεσθαι.
000-00-00 Serial Number=0547316849
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03587]  οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν.
 [06885]  Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν.
000-00-00 Serial Number=0942808390
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00759]  Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
 [00771]  Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
 [02049]  Ἂν ἐν ταύταις πλέωμεν, καὶ κυβερνήτης ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ·
 [03053]  Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ.
000-00-00 Serial Number=0672288358
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00162]  καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν;
 [03992]  οὕτω καὶ ἀπὸ τῶν ἐπιθυμιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐμπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβαλεῖ.
000-00-00 Serial Number=0673484683
In epistulam ad Colossenses Ante [Go Back]  
 [03085]  Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας·
000-00-00 Serial Number=0288487017
In epistulam ad Ephesios Ante [Go Back]  
 [01133]  Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι.
 [01723]  Ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
 [05409]  Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκε, πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη.
 [06007]  ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται.
000-00-00 Serial Number=0025206089
In epistulam ad Philippenses Ante [Go Back]  
 [00861]  οὐχὶ ταύταις ταῖς ἁπάντων τρέφῃ τροφαῖς;
 [04770]  Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες, ταύταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν διορθοῦται αὐτοὺς, λέγων·
000-00-00 Serial Number=0757370651
In epistulam ad Romanos Ante [Go Back]  
 [04921]  Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν.
 [08936]  Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, μὴ βαρούμενος ταῖς ποικίλαις ταύταις ἐπιθυμίαις.
 [09999]  Μὴ, παρακαλῶ, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσι σεαυτὸν ἀπόλλυε, καὶ τοὺς πειθομένους.
000-00-00 Serial Number=0671411633
In epistulam ad Titum Ante [Go Back]  
 [00905]  Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται.
000-00-00 Serial Number=0785184681
In illud Domine non est in homine Ante [Go Back]  
 [00023]  Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς πάλιν ἐπὶ τὴν προτέραν ἀγάγωμεν γυμνασίαν, πρὸς τὰ ἐπιπονώτερα τῶν Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ' ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία.
000-00-00 Serial Number=0313677549
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00543]  ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι [51.291] τῆς σπουδῆς.
 [00749]  ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων.
000-00-00 Serial Number=0806262910
In illud Ne timueritis Ante [Go Back]  
 [00401]  ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἐνυμφεύθην σοι, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, γυναῖκα τὴν πλοῦτον ἔχουσαν τοσοῦτον;
000-00-00 Serial Number=0031814933
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00235]  ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἦλθόν σου εἰς τὴν οἰκίαν;
000-00-00 Serial Number=0432734549
In illud Vidua eligatur Ante [Go Back]  
 [00102]  οὕτω καὶ ἐνταῦθα ταῖς εὐχειρώτοις τῶν γυναικῶν, καὶ μὴ δυναμέναις ἐνεγκεῖν τὸν μετὰ ἀκριβείας βίον τῆς χηρείας, ταύταις παραινεῖ καὶ συμβουλεύει δεύτερον ἐπεισάγειν νυμφίον.
000-00-00 Serial Number=0434748650
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00169]  Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις·
000-00-00 Serial Number=0501887500
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00086]  μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερσίν.
000-00-00 Serial Number=0018427491
In parabolam Samaritani Ante [Go Back]  
 [00095]  ∆ιὰ τοῦτο Παῦλος θαῤῥῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει·
000-00-00 Serial Number=0502437890
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00077]  Πέντε διαστήματα χρόνου δηλοῦται ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας·
000-00-00 Serial Number=0387015581
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00193]  Ἐν ὅλαις γὰρ ταῖς προθεσμίαις ταύταις τοῦ Χριστοῦ παθόντος, ἀνάγκη καὶ ἡμᾶς ὡσαύτως ποιεῖν τὸ πάσχα ὅση δύναμις, καί, εἴ τι ἂν τούτων λείποι, σκάζει κινδυνωδῶς ἡ μίμησις.
000-00-00 Serial Number=0410955846
In secundum domini adventum Ante [Go Back]  
 [00293]  Μὴ, παρακαλῶ, μὴ, δέομαι ὑμῶν, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσιν ἑαυτοὺς ἀπολέσητε καὶ τοὺς πειθομένους ὑμῖν.
000-00-00 Serial Number=0243615031
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00488]  Εἰ μὴ ἐγένοντο ἐκεῖναι, μηδὲ ταύταις πίστευε.
000-00-00 Serial Number=0219697535
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00288]  Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται.
 [00291]  Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν ηὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις δοκεῖ μὲν, ὡς αὐταὶ νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφά νεια τίκτεσθαι·
000-00-00 Serial Number=0306769848
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00581]  Κελεύεται Μωϋσῆς ποιῆσαι σάλπιγγας ἀργυρᾶς, ὥστε δι' αὐτῶν σημαίνειν τῷ λαῷ, ἡνίκα ἀπᾶραι δέοι, ἡνίκα συναγαγεῖν τὸν λαὸν ἐν πολέμοις, ἐν θυσίαις, χρήσασθαι ταῖς σάλπιγξι ταύταις ἐν ἑορταῖς, ἐν νεομηνίαις, ἐν ὁλοκαυτώμασιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»