Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ταραχῆς [101]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ταραχῆς


000-00-00 Serial Number=0437290668
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00033]  Ἱκανὰ γοῦν ταῦτα θορυβῆσαι ψυχὴν, καὶ πολλῆς ἐμπλῆσαι ταραχῆς, ἀλλὰ ψυχὴν τὴν παρειμένην καὶ ἀπαίδευτον καὶ νωθράν·
000-00-00 Serial Number=0964476287
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
 [00076]  Ὁ δὲ ἰδιώτης πάσης ταύτης ἔξω τῆς ταραχῆς ἕστηκεν, ἂν μὴ λίαν ᾗ διεστραμμένος·
000-00-00 Serial Number=0720016599
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00173]  οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγὼν καθῆται μὲν ἐν ἀσφαλεῖ καὶ ὑψηλῷ χωρίῳ.
000-00-00 Serial Number=0629604161
Ad illuminandos catecheses Ante [Go Back]  
 [00046]  Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς ταραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὢν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος·
000-00-00 Serial Number=0809715986
Ad populum Antiochenum Ante [Go Back]  
 [02374]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων.
 [03018]  Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρὸν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπιστήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλοσοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων, οὐκ ἰσχύει διαπαντὸς ἐν εὐταξίᾳ μένειν, ἀλλ' ἀπόλλυται καὶ διαφθείρεται πολλάκις, ἐν αὐτῷ ταραχῆς γενομένης·
 [04525]  Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα;
000-00-00 Serial Number=0230256975
Ad viduam juniorem Ante [Go Back]  
 [00082]  Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαίρειν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς ἐστιν ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ πολλῇ.
000-00-00 Serial Number=0023504615
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00231]  ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἕνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ' ὑμῶν, ἀλλ' οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν.
 [00234]  τοῦ μεταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια;
 [00475]  Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον;
000-00-00 Serial Number=0666649878
Catecheses ad illuminandos Ante [Go Back]  
 [00610]  [4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
000-00-00 Serial Number=0106049538
Commentarius in Job Ante [Go Back]  
 [01336]  «φόβου, πολέμου καὶ ταραχῆς ἐμπέπλησμαι», φησίν, «αὐτὸς ἐμαυτῷ πολεμῶν.».
 [01687]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα.
 [04012]  ἢ ὅτι «εἰ καὶ ἐν κακοῖς εἶ, μάχης καὶ πολέμου καὶ ταραχῆς ἐκτὸς ἕστηκας, καὶ τούτῳ σε τιμωρεῖται τῷ τρόπῳ».
 [04134]  νῦν δὲ ταραττομένης, μαστιζομένης, ὠθουμένης ἔνδον καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένης διὰ τῆς ταραχῆς κηρύττει τοῦ θεοῦ τὴν ἰσχύν.
000-00-00 Serial Number=0368844211
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00020]  Πάντα θορύβων γέμει καὶ ταραχῆς·
000-00-00 Serial Number=0774979234
De Anna i Ante [Go Back]  
 [00021]  Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς;
000-00-00 Serial Number=0160517037
De Christi precibus Ante [Go Back]  
 [00324]  ἂν δὲ αὐτὸς προδράμῃς, οὐκ ἠλαττώθης, ἀλλ' ἐνίκησας τὸν θυμὸν, περιεγένου τοῦ πάθους, φιλοσοφίαν ἐπιδείξω πολλὴν ὑπακούσας τῷ Θεῷ, ποθεινότερον τὸν μετὰ ταῦτα κατέστησας βίον, πραγμάτων ἀπηλλάγης καὶ ταραχῆς.
000-00-00 Serial Number=0629575014
De baptismo Christi Ante [Go Back]  
 [00213]  Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ λακτίζοντας, τύπτοντας, θυμοῦ γέμοντας, βοῶντας, λοιδοροῦντας, τοὺς πλησίον ὠθοῦντας, ταραχῆς ἐμπεπλησμένους.
000-00-00 Serial Number=0032886922
De fato et providentia Ante [Go Back]  
 [00004]  Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ, καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν·
 [00056]  Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου.
 [00309]  Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν·
 [00414]  Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς·
000-00-00 Serial Number=0328993678
De futurae vitae deliciis Ante [Go Back]  
 [00012]  Ἐκεῖ μὲν γὰρ τὰ διδόμενα, οἷα ἂν ᾖ, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ θορύβου γέμει καὶ ταραχῆς ἐμπέπλησται·
 [00013]  ἐνταῦθα δὲ τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἀσφάλεια πᾶσα, καὶ τιμὴ ταραχῆς ἀπηλλαγμένη, καὶ ἀρχαὶ τέλος οὐκ ἔχουσαι, οὐδὲ αὐτῷ τῷ θανάτῳ διακοπτόμεναι, ἀλλὰ τότε ἀσφαλέστεραι γινόμεναι.
000-00-00 Serial Number=0110045969
De gloria in tribulationibus Ante [Go Back]  
 [00036]  διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε·
000-00-00 Serial Number=0196271420
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
000-00-00 Serial Number=0336948097
De paenitentia [1] Ante [Go Back]  
 [01242]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται.
 [01251]  καίτοι τοσούτου φόβου, τοσούτου κλυδωνίου, τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης·
000-00-00 Serial Number=0654358983
De patientia sermo 1 Ante [Go Back]  
 [00308]  Οἶδα πατέρων τὸν ὀδυρμὸν, οἶδα μητέρων τὸν στεναγμὸν, οἶδα αὐτῶν τὴν θάλασσαν τῆς ἀθυμίας, οἶδα αὐτῶν τῆς ταραχῆς τὴν ἀδημονίαν·
000-00-00 Serial Number=0671303570
De sacerdotio Ante [Go Back]  
 [00062]  Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς ἡδονῆς καὶ τὴν δεξιὰν κατέχων ἐβιαζόμην καταφιλεῖν καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί.
000-00-00 Serial Number=0150438070
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00264]  Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε.
 [00278]  θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα·
000-00-00 Serial Number=0810629785
De virginitate Ante [Go Back]  
 [01275]  Πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς.
 [01551]  Ἀλλ' οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ' ἀπήλλακται ταραχῆς τὸ δωμάτιον καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται, ὥσπερ δὲ ἐν εὐδίῳ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διὰ παντὸς δὲ τῷ Θεῷ διαλεγομένην καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν.
000-00-00 Serial Number=0474768996
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02182]  Θορυβῇ καὶ ἀλύεις καὶ πάντα ταραχῆς πληροῖς, ὁρῶν πολλοὺς ἐν πονηρίᾳ ζῶντας καὶ εὐθηνουμένους, καὶ τῶν παρόντων ἀπολαύοντας, καὶ ἀλγεῖς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ.
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
 [06638]  ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλικίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.
 [07250]  εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [08072]  Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
000-00-00 Serial Number=0735708296
Epistula ad Cyriacum Ante [Go Back]  
 [00431]  ∆εῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας, ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασκάπτειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.
000-00-00 Serial Number=0630319595
Epistulae Ante [Go Back]  
 [00459]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [00609]  Εἰ δὲ τὸ παραγενέσθαι αὐτόθι τοῦτον οἶσθα λυσιτελὲς, προτιμῶ τῆς ἐνταῦθα αὐτοῦ παρουσίας τὴν ἄδειαν αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης ἀπαλλαγῆναι ταραχῆς.
 [01210]  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης·
 [01417]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [01567]  Εἰ δὲ τὸ παραγενέσθαι αὐτόθι τοῦτον οἶσθα λυσιτελὲς, προτιμῶ τῆς ἐνταῦθα αὐτοῦ παρουσίας τὴν ἄδειαν αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης ἀπαλλαγῆναι ταραχῆς.
 [02168]  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης·
 [02379]  οὕτω πάντα τὰ ἐνταῦθα θορύβων γέμει καὶ ταραχῆς.
 [02437]  οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα.
 [02657]  Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς.
 [03662]  κἂν μάθωμεν, ὅτι θορύβων ἐκτός ἐστε καὶ ταραχῆς καὶ τὰ περὶ τῆς ῥώσεως ὑμῶν, οὐ τὴν τυχοῦσαν καρπούμεθα [52.748] εὐφροσύνην.
000-00-00 Serial Number=0601698101
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00475]  Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες·
 [00766]  Ἀλλ' ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν, δεῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασφάττειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.
000-00-00 Serial Number=0659425378
Expositiones in Psalmos Ante [Go Back]  
 [01313]  οὕτω δὴ καὶ ἐφ' ἡμῶν ταράττεται ἡ ψυχὴ, κινεῖται τὸ σῶμα, πάντα πληροῦται τοῦ χειμῶνος, καὶ μεστὸν ἡμῖν τὸ σκάφος λοιπὸν ταραχῆς, καὶ σκότος πολὺ καὶ πάντα οἴχεται ἀπολιμπάνοντα τὸν οἰκεῖον τόπον, καὶ πολλὴ ἡ σύγχυσις.
 [01503]  ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.
000-00-00 Serial Number=0758155167
Fragmenta in Job Ante [Go Back]  
 [01125]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα;
000-00-00 Serial Number=0083730936
Fragmenta in Proverbia Ante [Go Back]  
 [00614]  ὁ δὲ καίτοι μὴ ἁπλῶς ἐπιούσης, ἀλλὰ παραπορευομένης ταραχῆς ἤτοι πειρασμῶν, ἀφανίζεται·
 [01910]  [191] β.] Πρᾶγμα αὐτῆς γέμον ταραχῆς, πρᾶγμα πολυχειρίας δεόμενον.
000-00-00 Serial Number=0929208219
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00085]  Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά.
000-00-00 Serial Number=0863662601
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00054]  Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ' ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς.
000-00-00 Serial Number=0835140765
In Acta apostolorum Ante [Go Back]  
 [00411]  αὐτὸς ὁ κείμενος ἐσκοτωμένος, θορύβου γέμων καὶ ταραχῆς, ὅτε πανηγυρίζειν ἔδει·
 [09999]  Θορύβου μεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρεδέξατο.
 [09999]  Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης.
000-00-00 Serial Number=0033682346
In Christi natalem Ante [Go Back]  
 [00010]  Σήμερον οὖν χαρμονῆς ἡμέρα καὶ ταραχῆς·
000-00-00 Serial Number=0786629379
In Isaiam Ante [Go Back]  
 [01087]  ταραχῆς, φησίν, ἐμπέπλησται καὶ θορύβου, συγχύσεως καὶ ἀταξίας.
000-00-00 Serial Number=0419572949
In Joannem Ante [Go Back]  
 [00066]  ἡ δὲ τούτου φωνὴ θορυβεῖ μὲν οὐδένα τῶν πιστῶν, ἀλλὰ καὶ ἀνίησι θορύβου καὶ ταραχῆς·
000-00-00 Serial Number=0032888234
In Kalendas Ante [Go Back]  
 [00115]  Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ.
000-00-00 Serial Number=0094004393
In Psalmos 101-107 Ante [Go Back]  
 [00782]  οὕτως ἀποστρεφομένου σοῦ, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίμπλαται.
000-00-00 Serial Number=0894969881
In Psalmum 145 Ante [Go Back]  
 [00183]  ∆ιὰ τοῦτο ἐν νυκτὶ ταῦτα ἐγίνετο, ἵνα ἀθορύβως τὸ πρᾶγμα γένηται καὶ χωρὶς ταραχῆς πάσης.
000-00-00 Serial Number=0476631522
In diem natalem Ante [Go Back]  
 [00278]  Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς·
000-00-00 Serial Number=0965472281
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02732]  Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται.
000-00-00 Serial Number=0234972954
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04906]  Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς·
 [04963]  Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06911]  καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πλη [61.186] ρῶν.
 [07001]  Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή·
 [08328]  ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον.
000-00-00 Serial Number=0905902088
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03188]  Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας.
000-00-00 Serial Number=0392321229
In epistulam ad Colossenses Ante [Go Back]  
 [01336]  Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζητοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ [62.330] πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης.
000-00-00 Serial Number=0622944176
In epistulam ad Ephesios Ante [Go Back]  
 [04128]  ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει·
 [04160]  πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλησμένην;
 [05193]  Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς;
000-00-00 Serial Number=0298934221
In epistulam ad Romanos Ante [Go Back]  
 [00346]  Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων.
 [01308]  ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πάντα γαληνὰ καὶ ταραχῆς ἀπηλλαγμένα, καὶ γνησίαν ἔχοντα τὴν εἰρήνην.
 [02353]  Οὐδὲ γὰρ δυνατὸν ἐν σώματι φθαρτῷ καὶ ἐπικήρῳ τοὺς ἀμαράντους ἐκείνους δέξασθαι στεφάνους, οὐδὲ ἐν τῇ παρούσῃ διαγωγῇ, καὶ θορυβώδει καὶ ταραχῆς γεμούσῃ καὶ πολλὰς ἐχούσῃ τροπὰς, τὴν ἀκίνητον ἐκείνην καὶ ἀτάρακτον λῆξιν καταλαβεῖν.
 [04407]  πρότερον ἀπαλλάττεις σεαυτὸν θορύβου καὶ ταραχῆς·
 [06858]  σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν.
000-00-00 Serial Number=0854887426
In illud Ne timueritis Ante [Go Back]  
 [00654]  Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην [55.513] γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρμίσωμεν.
000-00-00 Serial Number=0372757792
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00016]  Ἵν' οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων.
000-00-00 Serial Number=0449456751
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00137]  ∆ιὰ τοῦτο καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ εὐθύτης ἀντέστραπται, καὶ πολλῆς ἡμῖν ἅπαντα γέμει ταραχῆς.
000-00-00 Serial Number=0765929699
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00019]  ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
 [00046]  Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ, εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.
000-00-00 Serial Number=0864301383
In illud Vidi dominum Ante [Go Back]  
 [00360]  Κἂν ταῦτα ἀνέλῃς, ἀνεῖλες τὸ φῶς καὶ πάντα σκότους καὶ πολλῆς ἐνέπλησας ταραχῆς.
 [00375]  Καθάπερ γὰρ ὅροι καὶ στῆλαι ἐν τοῖς ἀγροῖς τὰς μοίρας οὐκ ἐῶσι συγχεῖσθαι, οὕτως οἱ χρόνοι καὶ οἱ καιροὶ τὰ πράγματα οὐκ ἐῶσιν ἀλλήλοις συμπίπτειν, ἀλλὰ διείργοντες ἀπ' ἀλλήλων αὐτὰ καὶ κατὰ τὴν προσήκουσαν ἕκαστα διατιθέντες τάξιν, πολλῆς ἀπαλλάττουσιν ἡμᾶς ταραχῆς.
000-00-00 Serial Number=0363314748
In principium Actorum Ante [Go Back]  
 [00010]  ἀλλ' ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία.
 [00083]  Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα.
000-00-00 Serial Number=0671389401
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01404]  Τοσαύτης γὰρ γέμει ταραχῆς, καὶ οὕτω φέρεται, ὡς ἰχθύων, οὐχὶ ἀνθρώπων πεπληρωμένη.
 [02002]  Αἱ γὰρ πόλεις θορύβων γέμουσι, καὶ ταραχῆς.
000-00-00 Serial Number=0769321203
Non esse desperandum Ante [Go Back]  
 [00168]  πόλεων δὲ στασιαζουσῶν, καὶ τὴν οἰκουμένην πᾶσαν ἀνάγκη ταραχῆς ἐμπεπλῆσθαι, καὶ πολέμου, καὶ μάχης.
000-00-00 Serial Number=0096558511
Stichoi Ante [Go Back]  
 [00003]  Παθῶν σαρκικῶν καὶ λογισμῶν ἀχρείων, Ὅρκου τε παντὸς, θυμοῦ καὶ ταραχῆς δὲ, Καὶ περισπασμοῦ καὶ τῆς μνησικακίας, Καὶ τοῦ μὴ κρῖναι τὸ σύνοχον ἀνθρώπους, Εἶναι δὲ αὐτὸν λογικὸν καὶ τοὺς φρένας, Καθαρόν τε τῶν σαρκικῶν μολυσμάτων, Πρᾶον, ταπεινὸν, ἡσύχιον ὑπάρχειν, Ἐξαγγελτικὸν καὶ τῆς εἰρήνης τέκνον, Ἐγκρατῆ εἶναι βρωμάτων καὶ πομάτων, Καὶ τῇ προσευχῇ σχολάζειν ἀνενδότως, Ἐν πᾶσι τούτοις, ἀρχὴν καὶ τέλος ἔχειν, Τὸ κεφάλαιον ἀρετῶν, τὴν ἀγάπην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»