Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὰς [142]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὰς


000-00-00 Serial Number=0441705883
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00113]  Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ' ἡμέρας μόνον·
 [00132]  Εἰ δὲ ἔχοις τινὰς λέγειν τῶν πολλὰ μὲν ἀνηλωκότων εἰς πένητας, καταφρονουμένων δὲ διὰ τὴν πενίαν ὕστερον, καὶ μυρία πασχόντων κακὰ, ὀλίγους μὲν τούτους καὶ εὐαριθμήτους ἐρεῖς·
000-00-00 Serial Number=0744870782
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00562]  Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [00615]  Ὅταν δὲ ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφροὺς, ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καθέζηται δικάζων ἡμῖν, τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει τοὺς τοιούτους·
 [01699]  Ταῦτα γὰρ εἰ καὶ θλίψεις τινὰς, ἀλλ' ὅμως καὶ ἡδονὰς παρεῖχεν αὐτῷ·
000-00-00 Serial Number=0685412705
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00981]  [18.1] Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰς ἀπὸ τῶν συμβάντων σκανδαλιζομένους, πρῶτον μὲν ἐκεῖνο λογίζου ὅτι οὐκ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσθενείας τὰ σκάνδαλα ἔχουσι·
000-00-00 Serial Number=0751177073
Ad populum Antiochenum Ante [Go Back]  
 [00203]  ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον·
 [02297]  Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον.
 [02509]  ἐν ὅρκοις δὲ ὅτε οὐδ' ὅλως τὸ θαυμαστὸν τοῦτο ὄνομα παράγειν ἐχρῆν, ποικίλους τινὰς καὶ ἐπαλλήλους ὅρκους συνείρεις.
 [03501]  ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης·
 [04452]  Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα.
 [05895]  Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ [49.212] γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν λήψομαι δὲ πάντως, εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης·
000-00-00 Serial Number=0579213560
Adversus Judaeos Ante [Go Back]  
 [01071]  Ὑποθώμεθα τοίνυν δύο τινὰς εἶναι ποιοῦντας τὸ πάσχα, καὶ ὁ μὲν παραβαινέτω τὸν τόπον, τὸν δὲ καιρὸν τηρείτω·
 [01777]  Ὁ δὲ βασιλεὺς ἰδὼν τὴν ἐπιχείρησιν αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς παρακοῆς σύμβολον ἐνθεὶς αὐτῶν τῷ σώματι, πανταχοῦ περιῆγε καθάπερ τινὰς δραπέτας καὶ μαστιγίας, διὰ τῆς τοῦ σώματος πηρώσεως ἅπασι καταδήλους ποιῶν, καὶ τοὺς πανταχοῦ σωφρονίζων, μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν.
 [01879]  καὶ ταυτό μοι δοκῶ πάσχειν νῦν, οἷον ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ τῇ φάλαγγι τῶν ἐχθρῶν [48.904] ἐπιπεσὼν, καὶ πολλὰ σώματα κατενεγκὼν, εἶτα διακλάσας τὸ ξίφος, μετὰ ἀθυμίας πρὸς τοὺς ἑαυτοῦ πάλιν ἐπαναστρέφοι.
 [02788]  Ἂν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σὸν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγὰς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ·
000-00-00 Serial Number=0956615329
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00252]  τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν.
 [00325]  Ἂν τοὺς παρ' ἐμοῦ λόγους καθάπερ τινὰς ἀνταγωνιστὰς εἰς ἐξέτασιν κατιέναι καταναγκάσαντες καὶ συμπλακῆναι, περὶ τούτων ἀδεκάστοις κριταῖς ἐπιτρέψωμεν τὴν ἐξέτασιν.
 [00550]  Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ' οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις·
 [00699]  οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνεσθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδουμένους;
 [00732]  Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
 [00912]  Ἀλλ' ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι' ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν.
 [00958]  Νομοθετῶν γὰρ ὁποίους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἅλλων ἐρχομένους ἀρχὴν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων·
000-00-00 Serial Number=0427376330
Catecheses ad illuminandos Ante [Go Back]  
 [00340]  Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0643694401
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00046]  Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ·
 [00080]  ∆ιά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος.
 [00203]  εἰ καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατασκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων δεηθείη τινῶν, ἐγκαλεῖσθαι ἂν εἴημεν ἄξιοι;
 [00229]  Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι' ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι' ἑτέρας τινὰς τοιαύτας προφάσεις·
000-00-00 Serial Number=0796436965
Contra theatra Ante [Go Back]  
 [00187]  Εἶπε δ' ἂν καὶ πρὸς τὸν Ἀβραὰμ τοιούτους τινὰς λόγους·
000-00-00 Serial Number=0870618939
De Anna i Ante [Go Back]  
 [00006]  Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς ἡμέρας τινὰς ὑποδεξάμενοι φιλοφρόνως, καὶ λόγων αὐτῷ καὶ ἁλῶν κοινωνήσαντες, ἀποπέμψωμεν·
000-00-00 Serial Number=0238344014
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00639]  Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ ∆άγων ἦν ὄνομα αὐτῷ;
 [00660]  Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν.
 [00668]  Κακοῦργος δὲ ὢν καὶ δεινὸς τοὺς ὑπὸ τῶν ἀρχόντων τῆς ἐκκλησίας κεκολασμένους δι' ἁμαρτίας τινὰς καὶ τῆς ἀρχῆς ἐκβεβλημένους πάντας πάντοθεν ἤφιε, τούτῳ τῷ τρόπῳ τοῖς τε πονηροτάτοις ἐξουσίαν διδοὺς καὶ τοὺς τῆς ἐκκλησίας ἀνατρέπων θεσμοὺς καὶ πρὸς ἀλλήλους συγκρούων ἅπαντας·
000-00-00 Serial Number=0801855803
De Christi precibus Ante [Go Back]  
 [00204]  Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδωμεν ἢ ἑαυτοὺς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας.
000-00-00 Serial Number=0798759401
De Joseph et de castitate Ante [Go Back]  
 [00003]  οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι.
000-00-00 Serial Number=0683231711
De Lazaro Ante [Go Back]  
 [01174]  Ὅταν οὖν ἴδῃς τινὰς ἢ ναυαγίῳ περιπεσόντας, ἢ ὑπὸ οἰκίας καταχωσθέντας, ἢ ὑπὸ ἐμπρησμοῦ παραπολλυμένους, ἢ ὑπὸ ποταμῶν παρασυρέντας, ἢ ἄλλῳ τινὶ τρόπῳ τοιούτῳ βιαίῳ τὴν ζωὴν καταλύσαντας, εἶτα ἑτέρους τὰ αὐτὰ αὐτοῖς ἢ καὶ τὰ χείρονα ἁμαρτάνοντας, καὶ μηδὲν παθόντας τοιοῦτον, μὴ θορυβηθῇς λέγων·
 [01384]  Εἴδωλα γὰρ ἠδύνατο δεικνύναι πολλάκις, ἢ καὶ παρασκευάζων τινὰς ὑποκρίνασθαι θάνατον καὶ κατορύττεσθαι, δεικνύναι πάλιν ὡς ἐκ νεκρῶν ἀναστάντας, καὶ δι' ἐκείνων ὅσα ἐβούλετο πιστεύεσθαι ταῖς τῶν ἀπατωμένων διανοίαις.
 [01459]  οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον, ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν.
000-00-00 Serial Number=0591765463
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00066]  Μακάριοι ἐσμὲν λοιπὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκκλησίας.
000-00-00 Serial Number=0617812157
De diabolo tentatore Ante [Go Back]  
 [00311]  Ἐπειδὴ γὰρ ἀπήγγειλαν αὐτῷ, ὅτι πύργος κατενεχθεὶς ἀνθρώπους τινὰς κατέχωσε, φησὶ πρὸς αὐτούς·
000-00-00 Serial Number=0972228229
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00232]  Καὶ ξενηλασίαν ποιῶμεν πολλήν, ὥστε μὴ μιγάδας τινὰς καὶ φθόρους ἀνθρώπους ἐπεισιέναι τοῖς πολίταις τούτοις·
000-00-00 Serial Number=0548811555
De incomprehensibili dei natura Ante [Go Back]  
 [00730]  πτοουμένη γὰρ καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ' ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη·
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
000-00-00 Serial Number=0087066948
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00322]  Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀσθενέσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω·
000-00-00 Serial Number=0105784655
De mutatione nominum Ante [Go Back]  
 [00312]  Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλητὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημβρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τινὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται;
000-00-00 Serial Number=0836679876
De paenitentia [2] Ante [Go Back]  
 [00509]  Ἐλέγομεν οὖν, ὅτι διὰ τοῦτο Πέτρῳ τὰς κλεῖς τῆς βασιλείας ἐπίστευσε, καὶ οὐδενὶ τῶν ἀναμαρτήτων κατεπίστευσεν, ἵνα Πέτρος ὅταν ἴδῃ τινὰς τῶν ἐξ ἁμαρτημάτων ἐπιστρεφόντων, καὶ διὰ μετανοίας εἰς τὴν βασιλείαν εἰσβιαζομένων βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, μνησθεὶς τοῦ καθ' ἑαυτὸν ὑποδείγματος, καὶ ἡμῖν τοῖς διὰ μετανοίας προσιοῦσιν ὑπανοίξῃ θύραν.
000-00-00 Serial Number=0220349193
De perfecta caritate Ante [Go Back]  
 [00311]  καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον.
000-00-00 Serial Number=0527776301
De pseudoprophetis Ante [Go Back]  
 [00124]  Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς·
000-00-00 Serial Number=0667689800
De sacerdotio Ante [Go Back]  
 [00371]  Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων καὶ πρὸς τούτοις εὐεργετῶν·
 [01507]  δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν καὶ ὄψεις ἀποτροπαίους τινὰς καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην καὶ πλῆθος ἄπειρον καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὀρῶν·
000-00-00 Serial Number=0748864830
De sancta pentecoste Ante [Go Back]  
 [00072]  οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν·
 [00510]  οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε.
000-00-00 Serial Number=0940093160
De sancta trinitate Ante [Go Back]  
 [00039]  τὸ δὲ εἰπεῖν, ∆εῦτε, ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους.
000-00-00 Serial Number=0249647915
De sanctis martyribus [2] Ante [Go Back]  
 [00092]  Εἰ γὰρ ἀθλητῶν ξένων ἐπιδημούντων τῇ πόλει, πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν, καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν, πολλῷ μᾶλλον τῶν ἀθλητῶν τῆς εὐσεβείας εἰς οὐρανοὺς ἀναβάντων, συντρέχουσιν οἱ ἄγγελοι, καὶ πᾶσαι αἱ ἄνω δυνάμεις πάντοθεν περιῤῥέουσι καταμανθάνουσαι τούτων τὰ τραύματα, καὶ καθάπερ τινὰς ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας μετὰ πολλὰ τρόπαια καὶ νίκας, οὕτω μεθ' ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς, καὶ ἀσπάζονται·
000-00-00 Serial Number=0108764410
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02097]  τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [06764]  Ὅταν γὰρ ἴδῃς σαυτὸν ἢ καὶ ἑτέρους τινὰς ἁλόντας τῷ κακῷ τούτῳ πάθει, καὶ συνεχῶς ὑπομνησθέντας, καὶ οὐ διορθώσαντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι·
 [08006]  Ἐνόμισας σὺ πάλαι προβάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων αὐτῶν ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας;
 [09999]  ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν καὶ ἀεὶ γελῶμεν·
000-00-00 Serial Number=0855572641
Epistula ad Cyriacum Ante [Go Back]  
 [00034]  Ἀλλ', ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
 [00201]  Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοι νώνησα μετὰ τὸ φαγεῖν αὐτούς.
 [00337]  Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς.
000-00-00 Serial Number=0580174804
Epistula ad abbatem Ante [Go Back]  
 [00082]  Φεύγετε τοὺς θέλοντας ὑμᾶς ἀπασχολεῖν σοφιζομένους τινὰς οὐδὲν χρήσιμον ἀπὸ πολλῶν ἀναγνωσμάτων ἐπὶ διαστροφῇ τῶν ἀκουόντων.
 [00107]  Ἵνα μόνον ἀποπλανήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καί φησι καὶ ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐ λόγους καὶ ἀλόγους φαντασίας, αἷς οὐδὲ προσέχειν ὅλως προσήκει.
 [00110]  Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖ βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πάντα πλάνης ἐστὶ διαβολικῆς.
000-00-00 Serial Number=0698787749
Epistula ad monachos Ante [Go Back]  
 [00006]  ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους ἢ καὶ ἀλόγους ἐννοίας, αἷς οὐ προσέχειν ὅλως προσήκει.
 [00008]  Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἐν ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖν βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πλάνης εἰσὶ διαβολικῆς.
000-00-00 Serial Number=0903190613
Epistulae Ante [Go Back]  
 [01311]  Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς.
 [02269]  Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς.
 [03642]  Οἴδαμεν γὰρ ὅτι τὸ πρᾶγμα δύσκολον, τῷ μὴ ῥᾳδίως τινὰς ἐνταῦθα παραγίνεσθαι·
000-00-00 Serial Number=0296756923
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00146]  Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτο τῷ Θεῷ ἔθος, μὴ ἐν προοιμίων τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον καταλύειν τὰ δεινά, ἀλλ' ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
 [01300]  Ὁ δὲ «κορώνην» ἐκάλει πάλιν τινὰς ἀνθρώπους.
 [01304]  Ὁ δὲ περισσότερος προφητῶν, ὁ τῆς στείρας υἱός, καὶ «ὄφεις καὶ γεννήματα ἐχιδνῶν» παρὰ τὸν Ἰορδάνην ἑστὼς τινὰς ὠνόμασεν.
000-00-00 Serial Number=0033233285
Expositiones in Psalmos Ante [Go Back]  
 [00942]  Μὴ τοίνυν θορυβηθῇς, ἄνθρωπε, μηδὲ ταράττου, ἐπειδὰν ἴδῃς τινὰς ψευδομένους, ἁρπάζοντας, πλεονεκτοῦντας, καὶ μηδὲν πάσχοντας δεινόν·
000-00-00 Serial Number=0259778321
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00156]  Εἶτα ἐπειδὴ ἔστιν ἀφορισθῆναι, καὶ εἰς ἱερατείας, καὶ εἰς ἄλλας τινὰς ὑπηρεσίας, δεικνὺς τοῦ ἀφορισμοῦ τὸ εἶδος, Εἰς τοῦτό σε, φησὶν, ἀφώρισα, ὥστε προφητεῦσαι τῷ λαῷ.
 [00843]  Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
000-00-00 Serial Number=0709720850
Fragmenta in Job Ante [Go Back]  
 [00188]  οὐ γὰρ ἀλλοτρίας τινὰς ἐπὶ τὰς φιλοτησίας καὶ τὰ δεῖπνα ἐκάλουν, ἀλλὰ τὰς ἀδελφὰς συμπαρελάμβανον, ὅπερ σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος.
 [01503]  κἂν ὡς ζηλωτὴς περιαλγήσῃ τοῦ ἀληθοῦς, καὶ ἐξελέγχειν τινὰς βούληται, οὐ προφέρει λόγους ἀνηνύτους, καὶ οὓς οὐ δεῖ, ὥστε ἐκπλῆσαι πόνον γαστρὸς, οὐδὲ πικρῶς διαλέγεται, ὥστε ἐκπλῆσαι τὸν πόνον καὶ τὸν καύσωνα τῆς ἑαυτοῦ διανοίας, ὅπερ σὺ πεποίηκας.
 [01995]  κέχρηται γὰρ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων, καὶ ὅταν τινὰς βού [64.649] ληται τιμωρήσασθαι.
000-00-00 Serial Number=0658660352
In Acta apostolorum Ante [Go Back]  
 [00201]  Καθάπερ τινὰς στρατιώτας μέλλοντας εἰς πλῆθος ἐμπίπτειν, οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται·
 [01554]  Καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ.
 [02524]  ὥσπερ τινὰς εὐλαβεῖς ἄνδρας ἀπὸ τοῦ σχήματος αὐτοὺς τάχα κατενόησε·
 [02582]  Οὐδὲ γὰρ ἂν ἐψεύσατο, οὐδ' ἂν ἐπ' ἄλλους τινὰς ἦλθεν.
 [05984]  ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας.
 [06171]  πόσον σοι καὶ εἰς τὰ ἄλλα τοῦτο λυσιτελεῖ! Συμβαίνει τινὰς ἐκ γειτόνων οἰκεῖν καὶ ἔχειν ἐπιτρόπους·
 [09999]  Τί οὖν, ἂν δείξω τινὰς μηδὲ τότε σωφρονιζομένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταμούς, οὐ φυσικὸν τοῦτό ἐστιν.
 [09999]  Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν·
 [09999]  καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων τινὰς παραγάγωμεν.
 [09999]  Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων, εἶπε·
 [09999]  Εἰκὸς ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν.
 [09999]  Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς παραμυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας.
000-00-00 Serial Number=0853040576
In Bassum martyrem Ante [Go Back]  
 [00136]  Θέλει ἀργῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτήριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ' ἵνα στεφανώσῃ πάντας.
000-00-00 Serial Number=0333803713
In Genesim sermones Ante [Go Back]  
 [00902]  καὶ λογισμοὺς τοὺς φοβεροὺς, καθάπερ τινὰς φύλακας, πανταχόθεν περιστήσατε τῇ ψυχῇ.
000-00-00 Serial Number=0137302876
In Heliam et viduam Ante [Go Back]  
 [00026]  οὕτω καὶ αὗται καθάπερ τινὰς λιμένας τὴν φιλοφροσύνην περιβεβλημέναι, τῷ φωτὶ τῆς οἰκείας μεγαλοψυχίας τοὺς ἐν τῇ βαθυτάτῃ νυκτί·
 [00060]  Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις.
000-00-00 Serial Number=0676939666
In Isaiam Ante [Go Back]  
 [01552]  Ἃ μὲν ἐποίησα, ταῦτά ἐστι, φησί, πλὴν οὐκ ἀρκοῦμαι τοῖς γεγενημένοις, οὐδὲ λέγω ὅτι πολλὰ εὐηργέτησα, ἀλλ' εἰ μὴ πάντα εὐηργέτησα, εἰ μὴ πάντα ἐποίησα, μεθ' ἃ ποιῆσαι λοιπὸν οὐδὲν ἦν, τοῦτο ὑμᾶς εἰπεῖν ἀπαιτῶ, ὑμᾶς τοὺς ἀπολελαυκότας καὶ μάρτυρας τῶν γεγενημένων ὄντας καὶ τῇ πείρᾳ ταῦτα μαθόντας, οὐκ ἀλλοτρίους τινὰς καὶ ξένους·
000-00-00 Serial Number=0145126462
In Joannem Ante [Go Back]  
 [02692]  Οὐ τοίνυν τινὰς εὐκαταφρονήτους πέμπουσιν ὡς ἐπὶ τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0666774571
In Psalmos 101-107 Ante [Go Back]  
 [00368]  Κατὰ γὰρ τὴν ἔνυλον ζωὴν, καθ' ἥν ἐσμεν χοῦς, ἐφ' ἡμέρας τινὰς τὸν παρόντα παρεκτεί νοντες χρόνον, παραβαλλόμεθα χόρτῳ ξηραινομένῳ.
000-00-00 Serial Number=0760704756
In Psalmum 118 Ante [Go Back]  
 [01723]  Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ.
000-00-00 Serial Number=0189790666
In catenas sancti Petri Ante [Go Back]  
 [00217]  Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμωμος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαργαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.
000-00-00 Serial Number=0707403541
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00021]  οὕτω δὴ καὶ ἡμεῖς, ἕως εἰς τὸν ἐκείνων φθάσωμεν λιμένα, λόγους τινὰς πνευματικοὺς πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι.
000-00-00 Serial Number=0927453101
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00697]  Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας.
000-00-00 Serial Number=0386139870
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00015]  Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε.
 [00522]  Ἐνταῦθα δοκεῖ μοι αἰνίττεσθαι περιιέναι τινὰς ἐπιστολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυμένους λέγειν, ὡς ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν.
 [00988]  Καὶ πρῶτον μὲν ἡ τοῦ μαμωνᾶ κακία, καθάπερ τινὰς ἀναισχύντους χεῖρας ἐπαφιεῖσα ἡμῶν τῇ ψυχῇ, καὶ ἀπρὶξ ἐπιλαβομένη, ἕλκει καὶ σύρει καὶ μὴ βουλομένους ἐκεῖθεν·
000-00-00 Serial Number=0341073215
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01098]  Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά [61.40] σχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλιστα ἂν καταδέξαιντο τὰ λεγόμενα·
 [06044]  Ἐπειδὴ γὰρ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσι, πρὸς μὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσμῳ·
 [06508]  Ἀλλ' εὔδηλον ὅτι τινὰς αἰνίττεται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς.
 [06871]  Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.
 [08752]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν·
 [09766]  Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
 [09999]  Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀν-αιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν' ὥσ-περ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνον-τες, πάντας εἰς ἓν συναγάγωσιν.
 [09999]  Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν·
 [09999]  Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ' ἑαυτῇ συναγάγοι.
 [09999]  Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας;
000-00-00 Serial Number=0420792222
In epistulam ad Ephesios Ante [Go Back]  
 [03161]  Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι·
000-00-00 Serial Number=0535578072
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00581]  ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήματι·
000-00-00 Serial Number=0566891909
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02020]  Ἐπεὶ οὖν ἀπολείπεται, φησὶ, τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν·
 [04886]  Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵν', ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν, ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν, καὶ ἀεὶ γελῶμεν·
 [07443]  Τοῦτο πρὸς τὸ λέγειν τινὰς, μετὰ θάνατον γίνεται ταῦτα ἐκείνοις, ὧν οὐκ ἔτυχον
 [08037]  Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν πασῶν καὶ τῶν ἀγωνισμάτων πρὸς τοὺς διδασκάλους ὁρῶντες, οὕτως ἐντυποῦμεν τῇ διανοίᾳ τὴν τέχνην, διὰ τῆς ὀπτικῆς κανόνας τινὰς λαμβάνοντες·
 [09909]  Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσομαι.
000-00-00 Serial Number=0033436239
In epistulam ad Philippenses Ante [Go Back]  
 [01615]  Πάλιν κολακεία μέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ μηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώμενός τι τῶν βιωτικῶν·
000-00-00 Serial Number=0889845729
In epistulam ad Romanos Ante [Go Back]  
 [01803]  πολὺ γὰρ καὶ τὰ παρ' ἡμῖν δοκοῦντα εἶναι δίκαια ὑπερβαίνει τοῦ Θεοῦ ἡ δικαιοκρισία, καὶ ἔχει τινὰς καὶ ἑτέρους ἀποῤῥήτους λόγους.
 [07445]  Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν, ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
 [09128]  Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς μὴ νηστεύοντας κρίνειν διηνεκῶς·
 [09393]  καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν·
000-00-00 Serial Number=0739989817
In epistulam ad Titum Ante [Go Back]  
 [00555]  Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγάλα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ' αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός.
 [01429]  Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν αἰδούμενοι τοῦ δεσπότου, οὐ μόνον αὐτοῖς οὐ λυμαίνονται, ἀλλὰ καὶ πολλῆς μεταδιδόασι τιμῆς·
000-00-00 Serial Number=0368939877
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00058]  ∆ιά τοι τοῦτό τινας μὲν καὶ ἐναφίησι τοῖς δεινοῖς, ἀποῤῥήτῳ τινὶ σοφίᾳ χρώμενος, τινὰς δὲ καὶ ἐξαρπάζει, ἵνα διὰ πάντων μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ ὅτι μείζους αὐτοῖς τὰς ἀμοιβὰς ταμιευόμενος, συγχωρεῖ πολλάκις ἐπιτείνεσθαι τὰ δεινά.
000-00-00 Serial Number=0631442726
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00230]  Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα λέγουσι τὰ ῥήματα·
000-00-00 Serial Number=0333375096
In ramos palmarum [2] Ante [Go Back]  
 [00126]  Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται, τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνή μην αὐτοῦ ἐξαλείψωμεν.
000-00-00 Serial Number=0946755230
In saltationem Herodiadis Ante [Go Back]  
 [00056]  Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων·
000-00-00 Serial Number=0386583090
In secundum domini adventum Ante [Go Back]  
 [00178]  καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν.
000-00-00 Serial Number=0914694726
In transfigurationem Ante [Go Back]  
 [00004]  καὶ τοῦ ∆εσπότου Χριστοῦ ἡ κατὰ σάρκα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τινὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε.
000-00-00 Serial Number=0725074172
Non esse desperandum Ante [Go Back]  
 [00002]  Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν, μηδὲ ἀπαγορεύειν ἐν τῷ μὴ λαμβάνειν αἰτοῦντας·
000-00-00 Serial Number=0297292769
Quales ducendae sint uxores Ante [Go Back]  
 [00387]  τὸ δὲ θαυμαστὸν τοῦτο ἦν, ὅτι ὁδίτας τινὰς αὐτοὺς εἶναι νομίζων, τοσαύτην ἐπ' αὐτοῖς ἐπεδείξατο τὴν θεραπείαν.
 [00409]  Πολλάκις γοῦν γνωρίμους τινὰς καὶ ἐπιτηδείους ὑποδεχόμενοι δυσχεραίνομεν, κἂν μίαν ἢ δευτέραν ἡμέραν ἐνδιατρίψωσι, βαρυνόμεθα·
000-00-00 Serial Number=0008066177
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00055]  Ὥσπερ οὖν οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἄκουσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην·
000-00-00 Serial Number=0280958354
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01187]  λύσις δὲ ἦν τοῦ λιμοῦ τὸ τινὰς τῶν τοῦ Σαοὺλ ἐκδοθῆναι τοῖς Γαβαωνίταις.
 [02445]  Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι.
 [02526]  Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν Ἀμμωνῖτιν χῶραν ὁ Ἰσμαήλ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»