Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοῦτ [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοῦτ


000-00-00 Serial Number=0994773030
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00540]  τοῦτ' ἔστιν, οἶδα μὲν ὅτι δικαίως ἅπαντα γίνεται παρὰ σοῦ, τὸν δὲ τρόπον οὐκ ἐπίσταμαι καθ' ὃν γίνεται.
 [01116]  τοῦτ' ἔστι, καὶ βραχύτερον καὶ μοχθηρότερον ἐβίωσα βίον.
000-00-00 Serial Number=0452795804
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00026]  Καὶ τοῦτ' ἔστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον.
 [00152]  πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ' ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν.
000-00-00 Serial Number=0397758245
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00341]  τοῦτ' ἔστιν, ἐκπλαγέντες τὸ πλῆθος, τὸ κάλλος, τὴν θέσιν, τὴν χρείαν, τὴν ποικιλίαν, τὴν φαιδρότητα, τὴν λαμπηδόνα, τὴν ἁρμονίαν, τὰ ἄλλα πάντα ἅπερ ἀκριβέστερον ἡμῶν συνορῶσιν ἐκεῖνοι.
 [00363]  «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», τοῦτ' ἔστιν, ἐν αὐτοῖς τοῖς οὐρανοῖς·
 [00393]  «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» τοῦτ' ἔστιν, ἀπὸ τοῦ εἶναι φθαρτή.
 [00698]  «Ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ», τοῦτ' ἔστι, τῷ Χριστῷ, «ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ», τοῦτ' ἔστι, τῷ Ἀντιχρίστῳ.
000-00-00 Serial Number=0293278635
Ad populum Antiochenum Ante [Go Back]  
 [00814]  Καίτοι τοῦτ' οὐδαμοῦ τῆς Γραφῆς ἀνέγνωμεν, ὅτι μέλι ἐκ πέτρας ἐξήγαγεν ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ ποταμοὺς καὶ ὕδατα καὶ ψυχρὰ νάματα.
000-00-00 Serial Number=0352994323
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01704]  Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὔνοι, πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ' ἔστιν, ὁ Θεός.
000-00-00 Serial Number=0122516692
Commentarius in Job Ante [Go Back]  
 [01612]  οὐ γὰρ δὴ τὰ ἀναίσθητα οὐδὲ τὰ ἄλογα ζῷα μέλλουσι τῆς ἀθυμίας αἰσθάνεσθαι, ἀλλ' ἐν ἀνθρώποις τοῦτ' ἔστιν.
 [02199]  τοῦτ' ἐστιν, ὃ λέγει·
000-00-00 Serial Number=0405441284
Contra theatra Ante [Go Back]  
 [00182]  ∆ιὰ τοῦτ' ἐχεμυθεῖ, σιωπῇ σβεννύων μεγάλην ὀδυρμῶν φλόγα.
 [00260]  Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ' ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ.
000-00-00 Serial Number=0469692409
De Davide et Saule Ante [Go Back]  
 [00570]  εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ' ἅπαξ τοῦτ' ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος·
 [00763]  Καὶ τοῦτ' αὐτὸ δηλῶν τις ἔλεγεν, ὅτι Λόγος ἁπαλὸς συγκλάσει ὀστᾶ.
 [00770]  Καὶ τοῦτ' αὐτὸ πάλιν ὁ τὰ πρότερα εἰπὼν ἐδήλωσε διὰ ψιλοῦ παραδείγματος.
000-00-00 Serial Number=0475364327
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00139]  Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ' Ἄρτον ἐπιούσιον, τοῦτ' ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον.
000-00-00 Serial Number=0050572693
De baptismo Christi Ante [Go Back]  
 [00116]  Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν, εἰς τὸν Κύριον Ἰησοῦν.
000-00-00 Serial Number=0985775232
De diabolo tentatore Ante [Go Back]  
 [00552]  τοῦτ' ἔστι, Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ.
000-00-00 Serial Number=0885184705
De incomprehensibili dei natura Ante [Go Back]  
 [00150]  «Μέγας γὰρ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», τοῦτ' ἔστι οὐκ ἔστι κατάληψις.
 [01001]  Ἐπειδὴ γὰρ μέγα ἀπεφήνατο ὁ εὐαγγελιστὴς ὅτι οὐδὲ ἡ ἄνω κτίσις αὐτὸν ὁρᾷ, τοῦτ' ἔστι γινώσκει αὐτὸν μετὰ ἀκριβείας, βουλόμενος ἀξιόπιστον ἐπιστῆσαι τοῦ πράγματος διδάσκαλον, ταῦτα τὰ ῥήματα τέθεικεν, ἵνα καὶ ὡς Υἱῷ καὶ ὡς μονογενεῖ καὶ ὡς ἐνδιατρίβοντι τῷ κόλπῳ τῷ πατρικῷ περὶ πάντων πιστεύσῃς καὶ μηδὲν ἀμφιβάλῃς λοιπόν.
 [01215]  Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς πάλιν πρὸς ἐκείνους μάχεται ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί τοῦτ' ἔστι λεγόμενοι ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.
000-00-00 Serial Number=0009405017
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00168]  Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ' ἔστι τὸ ἡμέτερον·
000-00-00 Serial Number=0356897891
Epistulae Ante [Go Back]  
 [02515]  Κἄν τις ἐπιβουλεύειν ἐπιχειρῇ καὶ κακῶς ποιεῖν, ὑψηλότερος γίνου τῶν ἐντεῦθεν βελῶν, ἐπειδήπερ οὐ τὸ πάσχειν κακῶς, ἀλλὰ τὸ ποιεῖν κακῶς, τοῦτ' ἔστι τὸ πάσχειν κακῶς.
000-00-00 Serial Number=0591457844
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00506]  «Ἐλθὼν γάρ, φησίν, εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον», τοῦτ' ἔστι διὰ τὸ εὐαγγέλιον, καὶ οὐδενὸς ἀντιπίπτοντος·
000-00-00 Serial Number=0744162261
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02991]  Κατέκρυψεν αὐτοὺς, τοῦτ' ἔστιν ἐν ἀσφαλείᾳ ἐποίησεν, ὥσπερ ἐν πέτρᾳ.
 [03686]  καὶ τὸ, ἐγκαταλείψουσι, τοῦτ' ἔστιν, Αἰχμάλωτοι ἀπαχθήσονται.
 [03714]  Τί δήποτε τοῦτ' ἔστιν;
 [04078]  Τὸ οὖν, εἰς ὠφέλειαν, τοῦτ' ἔστι, τοῦτο αὐτὸ κερδανεῖ, τὸ ζῇν.
 [05968]  Κατὰ μὲν τὰ πρὸς τὴν ἀκολουθίαν, ἐπὶ τῶν Βαβυλωνίων τοῦτ' ἔστιν ἐκλαβεῖν, ὅτι μετὰ τῶν εἰδώλων, καὶ πᾶσαν τὴν δυναστείαν αὐτῶν καθελῶ.
000-00-00 Serial Number=0654396176
Fragmenta in Job Ante [Go Back]  
 [00091]  καὶ τοῦτ' ἀκριβῶς ὁ Ἰεζεκιὴλ ἡμᾶς ἐσόφισε, δι' οὗ φησιν ὁ Θεὸς, Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην.
000-00-00 Serial Number=0006152928
In Ecclesiasten Ante [Go Back]  
 [00610]  Ὃ λέγει τοῦτ' ἔστιν·
000-00-00 Serial Number=0141007185
In Isaiam Ante [Go Back]  
 [01150]  Ὃ καὶ ἐνταῦθά φησι, τοῦτ' ἔστιν·
000-00-00 Serial Number=0853570879
In Kalendas Ante [Go Back]  
 [00194]  Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας·
 [00226]  οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ' εἰργάσατο·
000-00-00 Serial Number=0302000403
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02595]  Τὸ δὲ, Κατακαήσεται, τοῦτ' ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην.
 [03620]  τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον.
000-00-00 Serial Number=0385850012
In epistulam ad Romanos Ante [Go Back]  
 [06589]  τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν·
 [06591]  τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
 [06594]  τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ
 [06608]  τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν·
 [06610]  τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
000-00-00 Serial Number=0284386635
In illud Exiit qui seminat Ante [Go Back]  
 [00086]  Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ·
 [00087]  τὸ ἀρνεῖσθαι αὐτοὺς Χριστὸν εἶναι Υἱὸν Θεοῦ, τοῦτ' ἔστι τὸ κωλῦον αὐτοὺς μὴ εἶναι ἐν τῇ ὁδῷ.
 [00093]  τὸ δὲ πάλιν λέγειν αὐτοὺς κτίσμα καὶ ποίημα, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτῶν ἄωρον μαραίνεσθαι τὸν τῆς πίστεως στάχυν.
 [00107]  Τὸ ὁμολογεῖν αὐτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ κατ' οὐσίαν ὅμοιον τῷ Πατρὶ, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἁπαλωτέρους τυγχάνειν·
000-00-00 Serial Number=0826020420
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00086]  Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ' ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός.
 [00740]  διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ' ἔστι, τὴν αὐτὴν πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν.
000-00-00 Serial Number=0426888108
In illud Pater si possibile est Ante [Go Back]  
 [00088]  τοῦτ' ἔστιν.
000-00-00 Serial Number=0134477913
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00287]  καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν, εἰς κίνδυνον, εἰς ἐπιβουλάς.
000-00-00 Serial Number=0918629885
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00230]  τοῦτ' ἔστιν, ἐξέθλιψα;
000-00-00 Serial Number=0532909811
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00013]  τοῦτ' ἔστι, περὶ τῆς σκηνοπηγίας·
000-00-00 Serial Number=0727362514
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00160]  τοῦτ' ἔστι, Πολλάκις ἐδεήθην, φησὶν, ὥστε ἀναπνεῦσαι μικρὸν ἐκ τῶν πειρασμῶν.
000-00-00 Serial Number=0219626963
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00028]  ∆ιῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ <Χριστοῦ> τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ' ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην·
000-00-00 Serial Number=0953465939
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00192]  Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ' ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας ἐκκλησίας τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται.
000-00-00 Serial Number=0807552040
In synaxim incorporalium Ante [Go Back]  
 [00115]  ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον.
000-00-00 Serial Number=0015984654
Non esse desperandum Ante [Go Back]  
 [00105]  Εἰπὼν γὰρ περὶ τοῦ Ἀβραὰμ, ὅτι Οὐκ ἐνενόησε τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι, τοῦτ' ἔστιν, ἀπὸ τῶν νεκρῶν σωμάτων ζῶντα ποιῆσαι γεννηθῆναι υἱόν·
000-00-00 Serial Number=0266114056
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00230]  Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ' ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι, καθ' ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε.
 [00288]  Οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ' ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ' ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»