Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τρόμῳ [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τρόμῳ
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0409647584
[00181]
ἀντὶ τούτων ἁπάντων φόβῳ κολάζεται μόνον καὶ τρόμῳ.
[00192]
τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς.
[01780]
Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0688152611
[00420]
καὶ πρῶτον μὲν παραινῶν καὶ συμβουλεύων, ὕστερον δὲ τῷ φόβῳ, τῷ τρόμῳ νουθετῶν, παιδεύων, διδάσκων.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0751746416
[04103]
Ταῦτα τοίνυν εἰπόντος τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ δῆμος, καὶ πάντες ἦσαν ἐν τρόμῳ καὶ φόβῳ πολλῷ·
[06066]
Οὐκ ἂν, εἰ σφαγῆναι ἐκελεύσθησαν, τοσαῦτα ἂν ἔπαθον, ὅσα πάσχουσι νῦν ἡμέραις τοσαύταις φόβῳ καὶ τρόμῳ συζῶντες, καὶ ἑσπέρας καταλαβούσης οὐ προσδοκῶντες ὄψεσθαι τὴν ἕω, καὶ ἡμέρας γενομένης [49.218] οὐκ ἐλπίζουσιν εἰς ἑσπέραν ἀφίξεσθαι.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0551138341
[02606]
Ἐπεὶ οὖν ὁ Κάϊν πολλαῖς ὑπεβέβλητο τιμωρίαις, ἀγωνίᾳ, καὶ τρόμῳ, καὶ στεναγμοῖς, καὶ ἀθυμίᾳ, καὶ παραλύσει σώματος, Ὁ ἀνελών σε, φησὶ, καὶ τούτων ἀπαλλάξας τῶν κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν.
[02610]
Νυνὶ δὲ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσιν ἐγίνετο πᾶσι, διὰ τῆς ὄψεως καὶ τοῦ σάλου τῆς σαρκὸς παραινῶν ἅπασι μή ποτε τοιαῦτα τολμᾷν, ἵνα μὴ τοιαῦτα πάθωσιν, αὐτός τε βελτίων ἐγίνετο πάλιν.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0119942546
[03554]
ὁρᾷς, ὅτι τὸ τοῦ ψαλμοῦ καὶ ἐπὶ τούτου ἐπληροῦτο τὸ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ;
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0700089991
[00337]
Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς ∆άφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ, καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον.
[00628]
Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0537467480
[00345]
οὗτος δέ, ὁ φονεύσας, διαπαντὸς ἔζη ἐπὶ πολλὰ ἔτη κακῶς πάσχων, φόβῳ καὶ τρόμῳ συζῶν, καὶ μυρία ἔπασχεν δεινὰ καὶ ἐκολάζετο καθ' ἑκάστην ἡμέραν.».
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0979375541
[00538]
Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησί, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς·
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0729029775
[01827]
δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ·
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0441431820
[00764]
Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0857631445
[00505]
«Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.».
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0636315286
[02104]
τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς.
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0155915618
[00147]
Καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ·
[00149]
Οὐκ εἶπεν ἐν γέλωτι καὶ ἀδιαφο ρίᾳ, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0217659056
[01136]
Καὶ γὰρ ὅλον τὸ σῶμα ἐκολάζετο, τῷ στεναγμῷ, τῷ τρόμῳ διηνεκῶς παραδοθέν.
Homilia in martyres
Ante [Go Back]
000-00-00 Serial Number=0608295441
[00034]
∆ουλεύσατε [50.664] τοίνυν τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0396286190
[09999]
Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς μυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισμοὶ, τεταραγμένοι οἱ ὀφθαλμοὶ, ὑποψίας γέμει πάντα, καταπλήττεται πάντα, χαλεπῆς προσδοκίας, δειλίας ἀνάμεστος αὐτῶν ἡ ψυχὴ, φόβῳ συστρεφομένη καὶ τρόμῳ ἀδρανὴς γίνεται.
[09999]
οὗτος δὲ καθ' ἑκάστην ἡμέραν ἐν τρόμῳ ἔσται καὶ ὑποψίᾳ·
In Christi natalem
Ante [Go Back]
000-00-00 Serial Number=0090114236
[00006]
Εἴ τις [20οὖν] κατανοήσει τὴν σήμερον ἡμέραν, [...] τρόμῳ συστέλλεται·
In Joannem theologum
Ante [Go Back]
000-00-00 Serial Number=0022729218
[00006]
Ὃν γὰρ αἱ ἄνω δυνάμεις ἀγγέλων τρόμῳ δοξάζουσιν, Ἰωάννης μεγάλῃ τῇ φωνῇ παῤῥησίᾳ ἐκήρυξεν·
In Psalmum 705
Ante [Go Back]
000-00-00 Serial Number=0620086908
[00083]
Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.
In adorationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0329905927
[00185]
Ἐν ταῖς ἐκκλησίαις συναθροιζόμενοι, φόβῳ καὶ τρόμῳ καὶ χαρᾷ τῷ σταυρῷ προσέλθωμεν, καὶ τοὺς ἱερεῖς τιμῶντες μὴ παυσώμεθα.
[00194]
Πᾶσα δὲ τάξις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν λειτουργικῶν δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλονοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνατον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα.
In assumptionem domini nostri Jesu Christi
Ante [Go Back]
000-00-00 Serial Number=0632272601
[00034]
μακρῷ σώματος τρόμῳ κατεκέκριτο Κάϊν·
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0617201388
[00275]
τοῦ Θεοῦ δὲ καλοῦντος ἐπὶ τὴν ἑαυτοῦ τράπεζαν, καὶ τὸν ἑαυτοῦ προτιθέντος Υἱὸν, ἀγγελικῶν δυνάμεων παρισταμένων μετὰ φόβου καὶ τρόμου, καὶ τῶν Χερουβὶμ κατακαλυπτόντων τὰ πρόσωπα, τῶν Σεραφὶμ κραζόντων τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0423828602
[07845]
Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιμωρίαν·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0407206237
[01422]
Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
[01437]
Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
[07372]
Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0184795499
[00369]
Ὅπερ καὶ πρὸς Κορινθίους φησὶ γράφων, ὅτι Ἐν ἀσθενείᾳ καὶ ἐν πόνῳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0856361210
[04231]
Οὐκ ἀκούετε τοῦ Προφήτου λέγοντος, ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ;
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0266163588
[04631]
∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0450757921
[03106]
∆ουλεύσατε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0592470527
[02542]
Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς.
[02547]
∆ουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
[02550]
Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον.
[02567]
Εἰκῆ λέγεις, Ἐν φόβῳ καὶ ἐν τρόμῳ·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0268345892
[02941]
ληφθήσῃ τρόμῳ μετὰ τὸ ἐκχέαι τὸ αἷμα διηνεκεῖ·
[08799]
Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόμῳ, ἵνα ἀποδύσηται τὸ ἔγκλημα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂν πρὸς ἀπελθόντα σπείσηται·
[08982]
Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν τρόμῳ.
In evangelii dictum et de virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0375180244
[00153]
ὅταν ἀγγέλων καταδρομαὶ, αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομέων, πῦρ ἐνώπιον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακλύζειν τὴν οἰκουμένην, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ φοβεροὶ καὶ κεραυνοὶ, οἳ οὐδέποτε ἐγένοντο οὐδὲ γίνονται ἕως ἐκείνης τῆς ἡμέρας, ὥστε καὶ αὐτὰς τὰς δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι.
In illud Memor fui dei
Ante [Go Back]
000-00-00 Serial Number=0338795841
[00348]
Καὶ ὡς ἐστασίαζον, μὴ ἀνοίγοντες τρόμῳ παιδευόμενοι, νεύματι τῆς θεότητος εὐθέως αἱ πύλαι συνετρίβησαν, καὶ οἱ μοχλοὶ κατεάγησαν, καὶ ἐπληρώθη τῆς προφητείας τὸ κήρυγμα τὸ πρὸ τοσούτων γενεῶν σαλπιζόμενον, ὅτι Συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
In illud Pater si possibile est
Ante [Go Back]
000-00-00 Serial Number=0533093095
[00038]
καὶ γὰρ νόσους ἁφῇ χειρὸς ἐθεράπευσας, καὶ νεκρῶν λελυμένα σώματα διὰ ῥήματος ἔπηξας, καὶ πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξήρανας, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας εἰς κόρον διέθρεψας, ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησας, καὶ πάντα σοι ὑπήκουσαν τρόμῳ·
[00098]
Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παραλελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ·
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0882269204
[00061]
πῶς δὲ οὐκ αἰδῇ ταύτην τὴν φωνήν, ἣν ἐκφέρεις, ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, λέγων, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ;
[00067]
Καὶ οὐ μόνον δουλεύειν ἐν φόβῳ, ἀλλὰ καὶ ἀγαλλιᾶσθαι ἐν τρόμῳ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παρακελεύεται.
[00068]
Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν.
[00069]
Πῶς δὲ ἔσται, φησίν, ἀγάλλεσθαι ἐν τρόμῳ;
[00073]
Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ' ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον;
In ramos palmarum [1]
Ante [Go Back]
000-00-00 Serial Number=0476037264
[00127]
Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ ∆εσπότῃ ὑποτάγηθι.
In sanctum Joannem praecursorem
Ante [Go Back]
000-00-00 Serial Number=0458343923
[00024]
Ὁ δὲ Βαπτιστὴς Ἰωάννης καταμαθὼν ἀκριβῶς, ὃν ἐμεμαθήκει παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν συστείλας ἀπὸ τῆς κεφαλῆς, Τί τοῦτο, φησὶν, ὦ ∆έσποτα;
In sanctum pascha [3]
Ante [Go Back]
000-00-00 Serial Number=0158091426
[00011]
αὐτὸς ὁ ᾅδης τῷ τρόμῳ ἐκλονεῖτο καὶ τοὺς κατοιχομένους κατήπειγε καὶ μετὰ σπουδῆς ἐβιάζετο.
In synaxim incorporalium
Ante [Go Back]
000-00-00 Serial Number=0306346476
[00036]
Εἰ τοίνυν καὶ ἡμεῖς ἀγγέλοις συνδιαιτηθῆναι σπεύδομεν καὶ νοεροῖς ἐντρυφῆσαι θεωρήμασι, σὺν πολλῷ φόβῳ καὶ τρόμῳ τῷ βασιλεῖ τῶν ἀγγέλων δουλεύσωμεν.
Oratio de epiphania
Ante [Go Back]
000-00-00 Serial Number=0556588650
[00074]
Ἔψαυε μὲν τῆς τοῦ δεσπότου κεφαλῆς Ἰωάννης σὺν τρόμῳ.
Oratio de hypapante
Ante [Go Back]
000-00-00 Serial Number=0408340156
[00189]
ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι' αὐτῆς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν·
Precatio
Ante [Go Back]
000-00-00 Serial Number=0983151555
[00021]
Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ἀπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος, καὶ δοξαζόμενος.
Synopsis scripturae sacrae
Ante [Go Back]
[02014]
Καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταί [56.368] σου;
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»