Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φάρμακα [199]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φάρμακα


000-00-00 Serial Number=0087998271
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00081]  κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν·
000-00-00 Serial Number=0209985316
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00035]  Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ἀνήρ, τὸν ∆αυὶδ λέγω τὸν ἐκλεκτὸν βασιλέα καὶ προφήτην, ἡνίκα πολλὰ κατώρθωσεν, οὐκ ἔλαθεν ἄνθρωπος ὤν, ἀλλ' ἠράσθη ποτὲ γυναικὸς ἀλλοτρίας, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ' εἰργάσατο μὲν μοιχείαν διὰ τὴν ἐπιθυμίαν, εἰργάσατο δὲ καὶ φόνον διὰ τὴν μοιχείαν, ἀλλ' οὐκ ἐπειδὴ τηλικαύτας ἔλαβεν δύο πληγάς, ἤδη καὶ τρίτην ἑαυτῷ δοῦναι ἐπεχείρησεν, ἀλλ' εὐθέως πρὸς τὸν ἰατρὸν ἀπέτρεχεν, καὶ τὰ φάρμακα ἐπετίθει.
000-00-00 Serial Number=0765594006
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00045]  προσέλεγε μὲν γὰρ ἔξωθεν ἡ τέχνη τὰ φάρμακα·
000-00-00 Serial Number=0021558464
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00196]  Ὥσπερ γὰρ εἴ τις φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς ὅτι ἰδὼν ἐκεῖνος ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ' ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου, [4.9] οὕτω δὴ καὶ ὁ Μωυσῆς πᾶσαν περιεργίαν ἀναίσχυντον περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε καὶ ἐψηφίσατο εἶναι καλὰ καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν.
 [00445]  Πῶς γὰρ οὐ μανικὸν καὶ ἐσχάτης ἀπονοίας καὶ παραπληξίας ἀνάμεστον, ἰατρὸν μὲν μηδέποτε πολυπραγμονεῖν τέμνοντα, καίοντα, πικρὰ ἐπιτιθέντα φάρμακα, κἂν οἰκέτης ᾖ, ἀλλὰ κεῖσθαι σιγῇ τὸν δεσπότην ταῦτα πάσχοντα καὶ χάριν εἰδέναι καὶ τῆς καύσεως αὐτῷ καὶ τῆς τομῆς καὶ τῶν φαρμάκων καὶ ταῦτα ἐπ' ἀδήλῳ τῷ μέλλοντι πολλοὶ γὰρ πολλοὺς καὶ ἀπέκτειναν ταῦτα ποιήσαντες, καὶ παραχωρεῖν αὐτῷ μετὰ πολλῆς τῆς ὑποταγῆς ταῦτα ποιοῦντι, καὶ ἐπὶ ναύτου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖν καὶ οἰκοδόμου καὶ ἐπὶ τῶν τὰ ἄλλα ἐπιτηδεύματα μετιόντων.
 [01204]  [24.7] Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι καὶ ὅσα τούτοις ἐοικότα ἀπὸ τῶν θείων συλλέγοντες Γραφῶν, ἑαυτοῖς μὲν τεῖχος ἀσφαλές, τοῖς δὲ ἀσθενεστέροις ἔτι φάρμακα ταῦτα κατασκευάζοντες τὰ διηγήματα, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι, τὰ ὑποκείμενα ὑμῖν ἀγαθὰ ἀναμένοντες.
000-00-00 Serial Number=0422793508
Ad populum Antiochenum Ante [Go Back]  
 [01794]  Τὰ φάρμακα τὰ ἰατρικὰ δι' ἐκεῖνα γεγένηται τὰ πάθη μόνον ἅπερ ἀνελεῖν δύναται, οὐ δι' ἐκεῖνα τὰ μηδὲν ὠφελούμενα παρ' αὐτῶν.
 [02534]  καὶ τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ πρὸς τὰς πόλεις ἡμᾶς συνελαύνοντα, καὶ προσεκτικωτέρους ποιοῦντα, καὶ συσφίγγοντα πρὸς ἀλλήλους, καὶ τῶν μὲν τὴν δύναμιν ἐγγυμνάζοντα, τῶν δὲ τὰ νοσήματα λύοντα πολλὰ γὰρ ἐξ ἐκείνων τὰ φάρμακα κατασκευάζουσιν ἰατρῶν παῖδες, καὶ τῆς παλαιᾶς ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα.
 [02538]  [49.98] Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυρία κατασκευάσαντες φάρμακα, οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα·
 [02631]  καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις, καὶ πικρὰ φάρμακα·
 [02639]  Ἰδοὺ νῦν ἔξεστι χωρὶς πόνων οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς τραυμάτων τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν.
 [02706]  οὕτω γὰρ μαθόντες τί μὲν ὑμῖν ἀπήρτισται, τί δὲ ἐλλέλειπται, μετὰ τῆς προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα.
000-00-00 Serial Number=0899203122
Adversus Judaeos Ante [Go Back]  
 [00549]  Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄῤῥωστον ...
 [02165]  Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις, καὶ τῷ ψεύδει πολλὴν δῶσι παῤῥησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες, εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην.
 [02552]  ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν·
000-00-00 Serial Number=0867130041
Adversus catharos Ante [Go Back]  
 [00055]  ταῦτα γὰρ ἅπαντα φάρμακα τῶν ἁμαρτημάτων ἐστί.
000-00-00 Serial Number=0459381998
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00544]  Τὸ φάρμακα εἰδέναι, δι' ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα.
 [00776]  Καὶ γὰρ τοῖς ἰατροῖς μετὰ τὸ παρασκευάσαι τοῖς ἀῤῥωστοῦσι τὰ φάρμακα, εὐχῆς ἔργον ἐστὶ, μηδὲ εἰς χρείαν αὐτῶν καταστῆναι τὸν κάμνοντα·
 [01187]  καὶ φάρμακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν·
 [01189]  Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα αὐτὰ καθ' ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτὰ, οἵπερ εἰσὶν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰατρείαν αὐτούς.
000-00-00 Serial Number=0132027984
Commentarius in Job Ante [Go Back]  
 [00487]  τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω» ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα , «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν·
000-00-00 Serial Number=0953384459
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00031]  οὐδεὶς γὰρ τὸν κάμνοντα ἀναστῆσαι βουλόμενος μετ' ὀργῆς καὶ ἐπιπλήξεως τοῦτο ποιεῖ, ἀλλὰ μετὰ θεραπείας καὶ παρακλήσεως προσάγει τὰ φάρμακα.
 [00240]  Καὶ γὰρ οἰκήματα περιποιῆσαι ταύταις ἔργον, καὶ φάρμακα κατασκευάσαι, καὶ κλίνην καὶ ἱμάτια πρίασθαι, καὶ τροφὰς ἐπιτηδείους, καὶ τὰ ἄλλα ἅπαντα ἐπιμελήσασθαι, κἂν δέκα ὦσι μόναι αἱ τὰ τοιαῦτα νοσοῦσαι·
000-00-00 Serial Number=0408931732
Contra theatra Ante [Go Back]  
 [00035]  τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν τὴν φρικτήν;
000-00-00 Serial Number=0970939815
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00056]  οὔτε ἐπειδὴ τὰς ψυχὰς ἡμῖν καὶ τὴν πίστιν τοιαύτην κατεσκεύασεν ὁ Χριστὸς τὰ φάρμακα τῶν ἐχθρῶν ἔχοντες δεδοίκαμεν.
 [00341]  Καὶ γίνεται παρόμοιον ὥσπερ ἂν εἴ τις τὸν κάμνοντα ὠφέλιμα φάρμακα προσίεσθαι μὴ καταδεχόμενον μεθοδεύσειεν ἡδύσματι τὸ φάρμακον ἐγκατακρύψας τινί.
000-00-00 Serial Number=0436465859
De Chananaea Ante [Go Back]  
 [00242]  ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει.
000-00-00 Serial Number=0772736847
De Davide et Saule Ante [Go Back]  
 [00539]  τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν τὴν φρικτὴν καὶ ἁγίαν;
000-00-00 Serial Number=0002876520
De Lazaro Ante [Go Back]  
 [00191]  Ἕως γὰρ ἂν ἑστήκῃ ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή.
 [01323]  Ἀλλὰ αὕτη ἱκανὴ ἡ παραβολὴ παρασχεῖν τὰ φάρμακα, τοὺς μὲν πλουτοῦντας σωφρονίζουσα, τοὺς δὲ πένητας παραμυθουμένη·
 [01844]  Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν.
 [01944]  ἰατρός εἰμι, ἐπιτίθημι τὰ φάρμακα·
 [01999]  Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις;
 [02627]  ∆ιὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν.
 [02628]  ∆ιὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ ∆εσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν·
000-00-00 Serial Number=0283099592
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00099]  Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ἰοβόλων δήγματα ἰάσατο.
000-00-00 Serial Number=0468004107
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00155]  τοὺς δὲ πταίσαντας μετὰ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν οὐκ ἀφίησιν ἀπογινώσκειν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ' αἰτεῖν διδάσκει παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν τῆς ἀφέσεως τὰ φάρμακα.
000-00-00 Serial Number=0024069369
De beato Philogonio Ante [Go Back]  
 [00168]  ∆ι' ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε·
000-00-00 Serial Number=0461037159
De confessione pretiosae crucis Ante [Go Back]  
 [00034]  Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο.
000-00-00 Serial Number=0522143066
De diabolo tentatore Ante [Go Back]  
 [00222]  Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως.
 [00229]  εὐμήχανος γάρ ἐστι, καὶ ποικίλα ἔχει τῆς σωτηρίας ἡμῶν τὰ φάρμακα.
 [00508]  ὁρᾷς ὅτι τὸν ἀσθενῆ καὶ τὰ φάρμακα τὰ σωτήρια εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου;
 [00539]  Καθάπερ γὰρ οἱ ἰατροὶ ἐχίδνας λαμβάνοντες καὶ τὰ ὀλέθρια αὐτῶν ἀποτέμνοντες μέλη, τὰ θηριακὰ κατασκευάζουσι φάρμακα·
 [00563]  οὕτω γὰρ καὶ τὰ φάρμακα ἐπιθεῖναι δυνησόμεθα·
 [00626]  Μαθόντες οὖν τὴν θεραπείαν τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00973]  Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον·
000-00-00 Serial Number=0160297513
De fato et providentia Ante [Go Back]  
 [00099]  ∆ιὰ τοῦτο αὐτῷ τὸ δηλητήριον τοῦτο, καὶ τὰ θανατηφόρα τῆς εἱμαρμένης κατεσκεύασται φάρμακα, ἵνα πάντα ἅπερ εἶπον λάθρα εἰσαγάγῃ, ἵνα κενὸν ἡμῶν δείξῃ τὸ φρόνημα καὶ τὴν πίστιν κενὴν, ἵνα πονηρὰν περὶ τοῦ Θεοῦ πείσῃ τοὺς ἀνθρώπους ψῆφον ἔχειν·
000-00-00 Serial Number=0968917668
De incomprehensibili dei natura Ante [Go Back]  
 [01401]  τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ καὶ αὐτῷ δεῖξον τὰ τραύματα καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησον·
000-00-00 Serial Number=0811306715
De libello repudii Ante [Go Back]  
 [00220]  Εἰ δ' ἄρα τις ὑπεσκελίσθη ποτὲ, ταῦτα ἐπιτιθέτω τὰ φάρμακα, πρότερον ὑποσχόμενος μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν.
000-00-00 Serial Number=0166891038
De mutatione nominum Ante [Go Back]  
 [00586]  ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων ἐστὶ τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ ἔλεγχοι·
 [00587]  ὥσπερ οὖν ὁ τὰ φάρμακα διακρουόμενος, ἀνόητος, οὕτω καὶ ὁ τοὺς ἐλέγχους μὴ καταδεχόμενος, ἄφρων.
 [00917]  καὶ ὁμοία τῆς τοῦ Χριστοῦ δυνάμεως ἡ ἔνδειξις, ὅμοια τὰ φάρμακα, ἀλλ' οὐχ ὁμοία ἡ διόρθωσις·
000-00-00 Serial Number=0389383674
De paenitentia [1] Ante [Go Back]  
 [00385]  προφήτης ἦν ὁ ἡμαρτηκὼς, καὶ προφήτης ἦν ὁ τὰ φάρμακα ἐπικομιζόμενος.
 [01307]  Καὶ γὰρ οἱ κακόσιτοι τῶν ἀνθρώπων, ὅταν πικρὰ μέλλωσι πίνειν φάρμακα, ἂν πολλῆς ἑαυτοὺς ἐμπλήσωσι τροφῆς, καὶ οὕτω τὰ φάρμακα λάβωσι, τὴν μὲν πικρίαν ὑπέμειναν, τῆς δὲ ὠφελείας ἐξέπεσον, δυσκολωτέραν τῷ φαρμάκῳ ποιοῦντες τὴν πάλην πρὸς τὴν τῶν διεφθορότων χυμῶν πονηρίαν.
 [01385]  ἐγὼ φάρμακα ἐπάγω τῇ νόσῳ, ἐκεῖνος προστίθησιν ὑπόθεσιν τῇ νόσῳ·
 [01460]  τραύματα καθαίρομεν, τὸν δὲ τραύματα καθαίροντα, ἀνάγκη καὶ πικρὰ ἐπιτιθέναι φάρμακα·
 [01846]  Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος;
 [02270]  οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων τὰ φάρμακα·
 [02349]  Ὥσπερ γὰρ ἐν τῷ σώματι τραύματα καὶ φάρμακα·
 [02427]  Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν·
 [02536]  Ὅτι ἐπέθηκα φάρμακα, καὶ οὐκ εἶξε τὸ ἕλκος·
000-00-00 Serial Number=0041668952
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00136]  ἀλλ' ἐὰν προσδοκήσωσιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα πρὸς σωτηρίαν τοῦ νοσοῦντος.
000-00-00 Serial Number=0563023567
De paenitentia sermo 3 Ante [Go Back]  
 [00003]  ∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα, ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.
000-00-00 Serial Number=0251828372
De perfecta caritate Ante [Go Back]  
 [00087]  Ἀλλ' ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων.
 [00112]  Τίνος δὲ ἕνεκεν σπουδὴν πολλὴν ποιούμεθα νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα ἐπιτίθεμεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν;
000-00-00 Serial Number=0364308000
De proditione Judae Ante [Go Back]  
 [00569]  Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία.
000-00-00 Serial Number=0677686989
De prophetiarum obscuritate Ante [Go Back]  
 [00715]  οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμβάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων.
000-00-00 Serial Number=0222596407
De pseudoprophetis Ante [Go Back]  
 [00643]  μετανόησον, καὶ μὴ ἀθυμήσῃς, μηδὲ ἀπογνώσῃς σεαυτὸν ἔχοντα σωτηρίας φάρμακα.
000-00-00 Serial Number=0820228994
De sacerdotio Ante [Go Back]  
 [00112]  ἐλάνθανον δέ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς, καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοί τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας.
 [01105]  Τοιαῦτα ἡμῖν ὁ ἰδιώτης κατέλιπε φάρμακα, τοσαύτην ἔχοντα δύναμιν ὧν ἴσασι τὴν πεῖραν καλῶς οἱ χρώμενοι συνεχῶς.
000-00-00 Serial Number=0267748713
De sanctis martyribus [1] Ante [Go Back]  
 [00143]  Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ [50.651] σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν·
000-00-00 Serial Number=0391437113
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00009]  οὐκ εὐθύνας ἀπαιτῶ ἁμαρτημάτων, ἀλλὰ τοῖς ἀσθενοῦσι φάρμακα κατασκευάζω.
000-00-00 Serial Number=0059129238
De virginitate Ante [Go Back]  
 [00108]  Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν, καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχὴν παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν καὶ μετ' ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα.
 [00378]  Ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ' ἑαυτὴν δύναιτ' ἂν ἕλκος ἀφανίσαι ποτέ, ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι.
000-00-00 Serial Number=0627280891
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00737]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος [63.590] περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως·
 [00742]  Ὡσπεροῦν ἐν τῷ σώματι τραύματα καὶ φάρμακα, οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια.
 [00941]  Οὐδὲ γὰρ ἀρκεῖ εἰς ὑγίειαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τὸ φάρμακα ἐπιθεῖναι τῷ τραύματι.
 [01522]  εἰ μὴ πικρὰ ἐπιθῶμεν τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται·
 [01994]  διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι.
 [02020]  Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς·
 [02139]  Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει, καὶ αὐτὰ τὰ σωτήρια φάρμακα εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου.
 [02793]  Τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα·
 [05681]  εἰ δ' ἄρα τις ὑποσκελισθῇ ποτε, τοιαῦτα [63.739] ἐπιτιθέτω τὰ φάρμακα πρότερον, ὑποσχόμενος, μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, οἷα τὴν τῆς ἁμαρτίας φύσιν ἐναποσμήχειν δύνανται·
 [06033]  ἐπεὶ καὶ ἰατρὸς οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξάγῃ τὸν κάμνοντα μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, ὅταν τέμνῃ, ὅταν πικρὰ προσάγῃ φάρμακα, καὶ τότε ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον.
 [08745]  Οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων ὑμᾶς τὰ φάρμακα·
 [08901]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν·
 [09010]  Ἴδε πόσα φάρμακα κατεσκεύασέ σοι ὁ ἰατρός·
 [09356]  τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο.
 [09999]  Ὥσπερ γὰρ, εἰ κύριος ἦς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν·
000-00-00 Serial Number=0146641850
Epistulae Ante [Go Back]  
 [00570]  Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν·
 [01026]  Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα.
 [01528]  Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν·
 [01984]  Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα.
 [02957]  ἀλλ' ἐπειδὴ οὐδέπω τὰ δεινὰ λέλυται, ἀλλὰ καὶ ἀκμάζει, ἀξιοῦμεν ὑμᾶς μὴ ἀναπεσεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἕως μένει τὰ ἕλκη τὸ σῶμα τῆς Ἐκκλησίας συντρίβοντα, καὶ τὰ παρ' ὑμῶν φάρμακα ἐπιτιθέναι·
000-00-00 Serial Number=0104611218
Epitimia lxxiii Ante [Go Back]  
 [00039]  [28] Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνάθεμα ἔστω.
000-00-00 Serial Number=0120046377
Expositiones in Psalmos Ante [Go Back]  
 [00455]  Μετὰ γὰρ τὸ ἁμαρτεῖν, πάλιν ἐπάγει φάρμακα, παρ' αὐτοῦ τοῦ ἁμαρτόντος τὴν ἰατρείαν εἰσάγων.
 [01303]  ἢ κἂν μετ' ἐκείνης παρατάξηται πρὸς τὸν ἰατρὸν καὶ τὰ φάρμακα καὶ πρὸς τὴν τέχνην, ἀπήνεγκεν ἑαυτόν·
 [02976]  Πολλὰ δὲ καὶ σώμασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται.
 [03151]  ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντοδαπά.
 [04739]  Πολλὰ δὲ καὶ σώμασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται.
 [04914]  ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντοδαπά.
000-00-00 Serial Number=0093211114
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02205]  Ὅταν γὰρ ὁ κάμνων οὐ προσίεται τὰ φάρμακα, τί πλέον ἔσται λοιπόν;
000-00-00 Serial Number=0052806258
Fragmenta in Job Ante [Go Back]  
 [00280]  Ἵν' ἐπιστομισθῇ, φησὶν, ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα, καὶ ὑπομονῆς, καὶ θλίψεως φάρμακα καταλίπωμεν.
 [02096]  καὶ γενέσθαι τὰ τοῦ μακαρίου τοῦδε πάθη, φάρμακα τῶν ἡμετέρων κακῶν·
000-00-00 Serial Number=0724252760
Fragmenta in Proverbia Ante [Go Back]  
 [00846]  ἀλλ' ἐκεῖ μὲν φάρμακα, ἐνταῦθα δὲ τραύματα·
 [01191]  Εἶπε φάρμακα τραυμάτων·
000-00-00 Serial Number=0496717453
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00250]  ἀλλ' ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος, καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων.
 [00269]  Τίνος δὲ ἕνεκεν τὴν θάλατταν πλέομεν, τὴν γῆν γεωργοῦμεν, καὶ πόλεις οἰκοδομοῦμεν, πολλήν τε σπουδὴν ποιοῦμεν νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα κατασκευάζομεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν;
000-00-00 Serial Number=0506410778
In Acta apostolorum Ante [Go Back]  
 [00346]  Πλὴν ὥσπερ οἱ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες, τῶν κατηχουμένων κατὰ τοῦτο μᾶλλον κολάζονται, οὕτως οἱ εἰδότες, ὅτι μετανοίας ἐστὶ φάρμακα, καὶ μὴ θέλοντες αὐτοῖς κεχρῆσθαι, χαλεπώτερα ὑποστήσονται.
 [01183]  Γένοιτο εἰκῆ τὰ φάρμακα παρ' ἡμῶν κατασκευάζεσθαι.
 [01184]  Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε μετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρμακα.
 [07233]  Ὥσπερ οὖν εἰ κύριος ἧς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν·
 [08198]  Μεγάλα τῆς μετανοίας τὰ φάρμακα·
 [09690]  Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα.
 [09712]  Καὶ ὅλως (οὐ γὰρ ἔνι πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυμάτων τὰ φάρμακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω·
 [09999]  Ἐπεὶ, εἰ βούλει, οἰκοδομείτω τις ἰατρεῖον, ἐχέτω καὶ μαθητὰς, ἐχέτω καὶ ὄργανα καὶ φάρμακα, καὶ εἰσίτω πρὸς τοὺς κάμνοντας·
 [09999]  τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα.
 [09999]  Οὕτω καὶ φάρμακα πολλάκις φύσιν ἔχοντα θεραπευτικὴν, οὐκ εἰδότων τῶν χρωμένων καλῶς χρῆσθαι αὐτοῖς, διαφθείρει καὶ ἀπόλλυσι·
 [09999]  ἔχει καὶ φάρμακα, τοὺς νόμους·
 [09999]  φάρμακα γὰρ ταῦτά ἐστι κατάλληλα τοῖς ἡμετέροις τραύμασι, τὰ μὲν πικρὰ, τὰ δὲ ἡδέα·
000-00-00 Serial Number=0433568597
In Eutropium Ante [Go Back]  
 [00115]  ὁρᾷς πῶς ἕκαστος φάρμακα λαβὼν ἐντεῦθεν ἄπεισιν, ἀπὸ τῆς ὄψεως ταύτης μόνης θεραπευόμενος;
000-00-00 Serial Number=0970881760
In Genesim sermones Ante [Go Back]  
 [00146]  Φύγε τὸν ἰὸν τῆς πονηρίας, μίσησον τὰ δηλητήρια φάρμακα·
 [00522]  Ὥσπερ γὰρ διὰ τὰ νοσήματα τὰ φάρμακα, οὕτω διὰ τὰ ἁμαρτήματα αἱ κολάσεις.
 [01381]  οὐδὲ ἀεὶ φάρμακα πικρὰ ἐπιβάλλουσιν, ἀλλὰ καὶ προσηνῆ πολλάκις·
000-00-00 Serial Number=0840082407
In Isaiam Ante [Go Back]  
 [00103]  Οὕτω γὰρ εὐμαθεστέρα τε ἔσται καὶ σαφεστέρα ἡ προφητεία, εἰ μάθοιμεν, πῶς τῶν πραγμάτων διακειμένων καὶ πῶς τῶν τραυμάτων ἐχόντων τῶν Ἰουδαϊκῶν, οὗτοι τὰ φάρμακα κατεσκεύασαν.
 [00949]  Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν·
000-00-00 Serial Number=0476560056
In Joannem Ante [Go Back]  
 [02424]  Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται·
 [05996]  Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς, καὶ τοῖς ἐν τῇ ψυχῇ πάθεσιν τὰ ἀπ' ἐκείνων φάρμακα κατασκευάζωμεν.
000-00-00 Serial Number=0772388339
In Lazarum i Ante [Go Back]  
 [00031]  Ἐνταῦθα αἱ περὶ τὴν Μαρίαν καὶ Μάρθαν πισταὶ γυναῖκες οὐκ ἐπένθησαν πρὸς τὸ κακὸν, οὐκ ἀπηγόρευσαν πρὸς τὴν τοῦ πυρετοῦ προσβολὴν, οὐ φάρμακα ἐζήτησαν, οὐ γείτονας, οὐκ ἰατρὸν παρεκάλεσαν·
000-00-00 Serial Number=0456619799
In Psalmos 101-107 Ante [Go Back]  
 [01275]  Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα.
000-00-00 Serial Number=0126276493
In Psalmum 050 Ante [Go Back]  
 [00180]  Ταῦτα τὰ φάρμακα ἐπάλειψον, καὶ τὴν φλεγμονὴν καταστέλλοις.
000-00-00 Serial Number=0637753189
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00068]  Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρω πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιου μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή [55.567] ματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ.
 [00081]  ∆ά κρυα ἐξεχύθη, φάρμακα ἐδαπανήθη, ἰατρικὴ ἠπόρησε τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρ χεται λοιπὸν ἡ γυνή·
 [00084]  Χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη·
000-00-00 Serial Number=0479482770
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00192]  Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, καὶ τὴν φλεγμονὴν καταστέλλω.
 [00233]  Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις;
 [00547]  Τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμης τοῖς αἰτοῦσι τὰ φάρμακα.
000-00-00 Serial Number=0013315022
In Psalmum 139 Ante [Go Back]  
 [00020]  Καὶ ὥσπερ οἱ τὰ δηλητήρια φάρμακα διδόντες, μέλιτι πολλάκις περιχρίουσι τὴν πικρίαν τῇ γλυκύτητι·
000-00-00 Serial Number=0672255278
In Psalmum 145 Ante [Go Back]  
 [00335]  Πάντων ἐκείνων τῶν τραυμάτων φάρμακα ἐπιθῶμεν τῷ καιρῷ τῆς εὐχῆς.
000-00-00 Serial Number=0601623476
In centurionem Ante [Go Back]  
 [00051]  Οὐ βοτάνας, οὐ φάρμακα προσάγει, ἀλλὰ λόγος παρ' αὐτοῦ πέμπεται, καὶ τὸ ἔργον ἐπιτελεῖ.
000-00-00 Serial Number=0032451987
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00281]  Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι.
000-00-00 Serial Number=0270667136
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01567]  Ἀρίθμει τοίνυν τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν, τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρημάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς.
 [01573]  Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρμακα ἰώμενα τὰ τραύματα, καὶ μετὰ τὸ λουτρὸν τοῖς αὐτοῖς ἐπιμένομεν;
 [04294]  Ἂν οὕτω καὶ ἡμῶν αὐτῶν καὶ τῶν λοιπῶν ἐπιμελώμεθα, καὶ μὴ πρὸς ἀνθρώπων βλέπωμεν δόξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸ ὄνειδος ἐννοοῦντες, καὶ πρὸ πάντων τὸ τὸν Θεὸν παροξύνεσθαι, σφόδρα τῆς μετανοίας ἐπιτιθῶμεν τὰ φάρμακα·
 [07615]  Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν μὲν φάρμακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν γινομένην ἑστιάσεως διαβολικῆς;
000-00-00 Serial Number=0401419640
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00357]  καὶ γὰρ φάρμακα καὶ σιτία πρότερον λυποῦντα τὸν ἀσθενοῦντα, τότε τὴν ὠφέλειαν ἐπάγει.
000-00-00 Serial Number=0160468280
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01296]  Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγκάντων φάρμακα, οὐδεμία γέγονεν ὠφέλεια, ὕστερον δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν·
000-00-00 Serial Number=0366903901
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00776]  ∆ιὰ τοῦτο καὶ λοιδοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα.
 [07244]  Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα ἐπιθήσοντος.
 [09999]  Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ' ἑαυτὴν, οὐδὲ φρόνησις.
000-00-00 Serial Number=0484352410
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01577]  Ὅταν οὖν ἐκεῖ μὲν καὶ πράγματα βλέπῃς αἰσχρὰ, καὶ ῥήματα ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται;
 [02738]  καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάμνοντας, καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες, ἡδονὴν μὲν οὐκ ἔχοντα, πολλὴν δὲ τὴν ὠφέλειαν·
000-00-00 Serial Number=0359240770
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00995]  Μὴ τοίνυν διδάξῃς αὐτὸν ὑπὸ γέλωτος ἁλίσκεσθαι, μηδὲ ὑπὸ σχήματος ἐκκεχυμένου, ἵνα μὴ κατὰ σαυτῆς ἀρτύσῃς τὰ φάρμακα.
000-00-00 Serial Number=0740374029
In epistulam ad Colossenses Ante [Go Back]  
 [02705]  Εἰπέ μοι, ἐὰν προσελθὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν;
 [02707]  τὰ γὰρ τῆς ἰατρικῆς οὐχ ὁρῶμεν φάρμακα.
 [02755]  διὰ ταῦτα ὁ Θεὸς ἰατροὺς ἔδωκε καὶ φάρμακα;
 [02885]  Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοὶ, καὶ κτᾶσθε βιβλία φάρμακα τῆς ψυχῆς.
 [03625]  Καίτοι μᾶλλον ἂν τὰ σώματα ἀκατάλληλα φάρμακα ἐνέγκοι, ἢ ψυχὴ λόγον·
000-00-00 Serial Number=0517079234
In epistulam ad Ephesios Ante [Go Back]  
 [01634]  Τοὺς εἰς ἰατρεῖον ἐρχομένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ' ὥστε μανθάνειν θεραπεύεσθαι, καὶ φάρμακα ἐπιτιθέναι.
 [03464]  [62.91] Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν;
 [06116]  Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους.
000-00-00 Serial Number=0614148676
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00014]  Ταῦτα μαθὼν ὁ Παῦλος, ὁ κατ' ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν μαθητευομένων χρείαν, νῦν μὲν καίων καὶ τέμνων, νῦν δὲ προσηνῆ φάρμακα ἐπιτιθείς.
000-00-00 Serial Number=0478885174
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08683]  Οἱ τὰ φάρμακα πίνοντες τὰ πικρὰ, ἀνέχονταί τι [63.208] νος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται.
000-00-00 Serial Number=0104341209
In epistulam ad Philippenses Ante [Go Back]  
 [03784]  Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται·
000-00-00 Serial Number=0506476521
In epistulam ad Romanos Ante [Go Back]  
 [08590]  Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρμακα προσηνῆ τιθεὶς, παραμυθούμενος καὶ λέγων, Τί δέδοικας;
 [09999]  κἂν εἰς ἁμαρτήματα, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις·
000-00-00 Serial Number=0652060330
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00033]  Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ φθέγγεται ἡ μακαρία αὕτη ψυχὴ, ἀλλὰ κατάλληλα ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσάγει τὰ φάρμακα τὰ πνευματικά.
000-00-00 Serial Number=0596839666
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00311]  καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα·
000-00-00 Serial Number=0305409372
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00261]  Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων οἱ προσήκοντες, ἐπειδὰν πολλοὺς καὶ μακροὺς ἀποτείναντες λόγους μὴ πεισθῶσι τὰ τῶν ἀῤῥωστούντων προέσθαι σιτία καὶ φάρμακα, δακρύουσιν, ὥστε αὐτοὺς ἐπικάμψαι μᾶλλον·
 [00297]  ἁμαρτιῶν γάρ ἐστιν ἅπαντα ταῦτα κολαστήρια, καὶ νοσημάτων ἀνθρωπίνων φάρμακα.
000-00-00 Serial Number=0488477111
In illud Ne timueritis Ante [Go Back]  
 [00142]  Ταῦτά μου τὰ φάρμακα οὐ χρημάτων δεόμενα, ἀλλὰ οὐρανῶν.
000-00-00 Serial Number=0200443327
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00010]  Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος·
000-00-00 Serial Number=0718536377
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00012]  μετὰ τὰς τομὰς ἐμπλάστρους ἐπιτιθέασι καὶ φάρμακα, καὶ διαλιμπάνουσιν ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες.
000-00-00 Serial Number=0889782131
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00431]  ἐκβακχευομένους τοὺς ἀνθρώπους ἀκολάστως, τὸν μὲν πόρνον, τὸν δὲ μοιχὸν, τὸν δὲ ἀνδροφόνον, τὴν γῆν ἅπασαν ἀπολλυμένην, τῶν ἀνθρώπων κειμένων ἐν τῇ κλίνῃ τῆς πονηρίας, τὸν διάβολον παραμένοντα, ἀνάπτοντα τὴν κάμινον, ἐμπιπλῶντα τὰ ἕλκη, τοὺς ἰατροὺς ἀτονοῦντας, τοὺς προφήτας λέγω, κατηγοροῦντας, οὐ διορθωμένους, τοὺς ἰατροὺς παρακαθημένους, φάρμακα κατασκευάζοντας, οὐκ ὠφελοῦντας δὲ, κατηγοροῦντας δὲ ἅπαντας.
000-00-00 Serial Number=0136970162
In illud Vidi dominum Ante [Go Back]  
 [00628]  Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἔστι διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ταύτης τῆς ῥᾳθυμίας παραμυθία, καὶ πολλὰ παρὰ τῆς ἀγαθότητος ἐκείνης τῆς ἀφάτου καὶ μεγάλης τοῖς τοιούτοις τραύμασι κατεσκεύασται τὰ φάρμακα.
 [01443]  Εἰ μὴ πικρὰ ἐπιθῶμαι τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται·
000-00-00 Serial Number=0300130188
In mediam pentecosten Ante [Go Back]  
 [00049]  Ἐθεώρουν τὸν ἰατρὸν προτιθέντα τὰ φάρμακα, καὶ νοσοῦντες τὴν θεραπείαν οὐ προσεδέχοντο·
000-00-00 Serial Number=0533977747
In parabolam de filio prodigo Ante [Go Back]  
 [00283]  Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται.
000-00-00 Serial Number=0349952161
In pharisaeum et meretricem Ante [Go Back]  
 [00355]  τοιαῦτα δάκρυα ῥάνωμεν, ἵνα τοιαῦτα φάρμακα λάβωμεν·
000-00-00 Serial Number=0286977649
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00011]  Ἄλλοι μὲν γὰρ ἄλλοις εἰσὶ τῶν ἀνθρώπων χρήσιμοι λόγοι, τὰ δὲ τῆς μετανοίας φάρμακα πᾶσιν οἶμαι ὠφέλιμα·
000-00-00 Serial Number=0508554995
In principium Actorum Ante [Go Back]  
 [01096]  σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα·
 [01149]  ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ' ἑκάστην διδασκαλίαν ἅπαντα προτιθέναι τὰ φάρμακα·
000-00-00 Serial Number=0183361530
In principium indictionis [2] Ante [Go Back]  
 [00057]  Ὢ τριὰς Τριάδος κήρυξ! ὢ λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς.
000-00-00 Serial Number=0827826202
In principium jejuniorum Ante [Go Back]  
 [00101]  ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα.
000-00-00 Serial Number=0825279355
In proditionem Judae [1] Ante [Go Back]  
 [00068]  Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός.
000-00-00 Serial Number=0227878392
In sancta et magna parasceve Ante [Go Back]  
 [00041]  Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες·
000-00-00 Serial Number=0272705793
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00019]  διὰ τοῦτο καὶ τὰ φάρμακα κατ' αὐτῶν εὕρην ται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκευάσθη.
000-00-00 Serial Number=0067850053
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00111]  καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευάζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων.
000-00-00 Serial Number=0831037879
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00004]  οὐκοῦν ἀνάγκη θεραπεῦσαι τήμερον, καὶ προσηνέστερα ἐπιθεῖναι τὰ φάρμακα.
 [00034]  διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι.
 [00061]  Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς·
000-00-00 Serial Number=0283112586
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00012]  Τὰ μὲν γὰρ τῶν ἰατρῶν φάρμακα ἀμφότερα ταῦτα ἔχει τὰ ἐλαττώματα·
000-00-00 Serial Number=0139473915
Prooemia in Psalmos Ante [Go Back]  
 [00123]  κἂν εἰς ἁμαρτίαν, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις·
000-00-00 Serial Number=0620133579
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00037]  ∆ιὰ τοῦτο μάλιστα αὐτῶν δέομαι καὶ παρακαλῶ καὶ ἱκετεύω ἀπαντᾷν πρὸς ἡμᾶς, καὶ τὰ ἀπὸ τοῦ λόγου δέχεσθαι φάρμακα.
000-00-00 Serial Number=0966423631
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00016]  Πόθεν γὰρ, εἰπέ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὐτὴ τὸ αὐτὸ ποιῇ ἐκείναις νέων ἐξάπτεσθαι καρδίας, ὅταν ἀνεπτερωμένη ᾖ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον;
 [00039]  τοὺς πίνοντας τὰ δηλητήρια φάρμακα, ἢ τοὺς κεραννύντας τὴν κύλικα, καὶ κατασκευάζοντας αὐτὰ, καὶ διὰ τῆς τέχνης ἀπολλύντας τῆς ἑαυτῶν;
000-00-00 Serial Number=0750246346
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00098]  τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»