Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φίλος [179]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φίλος


000-00-00 Serial Number=0324540079
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00039]  Ὁ γὰρ ἐμὸς φίλος καὶ σὸς Θεόφιλος ὁ Ἐφέσιος ἐλθὼν, ἅπαντά μοι σαφῶς διηγήσατο, τὴν στρέβλωσιν τῶν χειρῶν, τὴν διαστροφὴν τῶν ὀφθαλμῶν, τὸν ἀπὸ τοῦ στόματος ἀφρὸν, τὴν ἀποτρόπαιον καὶ ἄσημον ἐκείνην φωνὴν, τὸν τοῦ σώματος τρόμον, τὴν ἀναισθησίαν τὴν ἐπὶ πολὺ, τὸ ὄναρ τὸ κατὰ τὴν νύκτα ἐκείνην φανέν·
000-00-00 Serial Number=0208428741
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00291]  ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φίλος, μήτε ἀδελφὸς, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βαθεῖ καὶ πολλῇ τῶν παραμυθησομένων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν τῇ παμφάγῳ γινομένους φλογί.
000-00-00 Serial Number=0708557189
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00403]  Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος ἐπὶ τὸ βέλτιον διατύπωσον.
 [00438]  ἀλλ' ἐὰν θέλῃς, ὦ φίλος, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος ὅσον τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀνδριάντες εἰσίν.
000-00-00 Serial Number=0190288544
Ad illuminandos catecheses Ante [Go Back]  
 [00324]  καὶ ὅτι ἀδελφὸς, καὶ φίλος, καὶ νυμφίος·
000-00-00 Serial Number=0486244380
Ad populum Antiochenum Ante [Go Back]  
 [03858]  οὐκ ἐντρέπει σε φίλος;
 [04259]  Ἐκεῖ μὲν γὰρ, κἂν φίλος ᾖ, φθονεῖ·
 [05798]  Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς γινόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐ [49.208] μενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0312427163
Adversus Judaeos Ante [Go Back]  
 [01257]  Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σου φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς.
000-00-00 Serial Number=0879227936
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00236]  κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους·
000-00-00 Serial Number=0480278254
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00064]  Καὶ ἐπίστευσε, φησὶν, Ἀβραὰμ [48.1077] τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
 [00138]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·
000-00-00 Serial Number=0460269392
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00263]  Τὸν γὰρ μακάριον Μωσέα, καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μείζονα τοῖς μὲν γὰρ ἄλλοις δι' αἰνιγμάτων διελέχθη, τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον·
000-00-00 Serial Number=0108369708
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00030]  Ὅτι καιρὸς πονηρός ἐστιν, Ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύεται.
 [00031]  Οὐκ ἔστι φίλος ἀσφαλὴς, οὐκ ἀδελφὸς βέβαιος.
000-00-00 Serial Number=0587347567
De Anna i Ante [Go Back]  
 [00460]  Εἰ μὴ ∆εσπότης ἦν, μηδὲ τοσοῦτον ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν εἴχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ' αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι;
000-00-00 Serial Number=0318077564
De Davide et Saule Ante [Go Back]  
 [00657]  Ἂν μὴ σὺ σαυτὸν παραβλάψῃς, ἄνθρωπε, οὔτε φίλος, οὔτ' ἐχθρὸς, οὔτ' αὐτός σε ὁ διάβολος παραβλάψαι δυνήσεται.
000-00-00 Serial Number=0310396850
De Lazaro Ante [Go Back]  
 [00389]  Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενὴς, οὐ τῶν ὁρώντων οὐδεὶς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας.
 [00416]  ὅτι οὗτος, εἰ τῷ Θεῷ φίλος ἦν, οὐκ ἂν εἴασεν αὐτὸν ἐν πενίᾳ, καὶ τοῖς ἄλλοις κακοῖς ταλαιπωρεῖσθαι.
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [01250]  φίλος δὲ ἐκεῖ οὐδεὶς οὐδέποτε προΐσταται.
000-00-00 Serial Number=0717411160
De Susanna Ante [Go Back]  
 [00046]  καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν δύο λεόντων, καὶ οὐδεὶς ὁ βοηθῶν, οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κωλύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ.
000-00-00 Serial Number=0531951725
De fato et providentia Ante [Go Back]  
 [00642]  οὕτω τῷ ταπεινῷ φίλος ἐστὶ, καὶ σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν.
000-00-00 Serial Number=0419079542
De jejunio sermones 1 Ante [Go Back]  
 [00036]  νηστεύσας Μωϋσῆς φίλος ὀνομαστὸς καὶ πιστὸς ἐκλήθη·
 [00037]  νηστεύσας Ἠλίας, ὡς φίλος ἀνελήφθη·
 [00043]  φίλος ἐξ ἐχθροῦ ὁμοίως καὶ ∆αυΐδ.
 [00046]  Ὁ Ζαχαρίου Ἰωάννης τοῦ νυμφίου φίλος, διὰ τί;
 [00052]  Παῦλος φίλος διὰ τί;
 [00062]  Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής.
000-00-00 Serial Number=0452947557
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00973]  Καὶ γὰρ ὁ κόσμος οὗτος ἐκείνου πολλῷ βελτίων καὶ λαμπρότερος, καὶ Θεῷ φίλος·
000-00-00 Serial Number=0203089118
De mansuetudine sermo Ante [Go Back]  
 [00018]  Οὐκοῦν ὁ πρᾶος φίλος μὲν τοῖς ὁρῶσι, φίλος δὲ καὶ τοῖς ἀκοῇ γνωρίμοις·
 [00101]  Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη·
000-00-00 Serial Number=0584927619
De mutatione nominum Ante [Go Back]  
 [00563]  Ὁ μὲν φίλος, ὁ δὲ ἐχθρός·
 [00581]  Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα·
 [00629]  Καὶ γὰρ πραότατος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο, καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως.
 [00639]  ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ ∆εσπότου τῆς κτίσεως·
 [00644]  Ἀλλ' ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ἀνθρώπων εὐσύνοπτον·
 [00657]  καὶ οὔτε οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ' ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν.
000-00-00 Serial Number=0980122566
De negatione Petri Ante [Go Back]  
 [00241]  δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα·
000-00-00 Serial Number=0859906375
De paenitentia [1] Ante [Go Back]  
 [00857]  Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ ∆εσπότης λέγων·
 [01034]  Καὶ ἄνθρωπον μὲν παρακαλοῦντες πολλάκις δεδοίκαμεν, μή τις τῶν ἐχθρῶν παρὼν, ἢ φίλος, ἤ τις τῶν ἀντιδίκων ἀκούσῃ τοῦ πράγματος, καὶ ἄλλος ἐκφάνῃ τὰ λεγόμενα, καὶ διαφθείρῃ τὸ δίκαιον·
000-00-00 Serial Number=0961948991
De paenitentia [2] Ante [Go Back]  
 [00496]  Τί ἐστι φίλος;
000-00-00 Serial Number=0619139016
De precatione [1] Ante [Go Back]  
 [00216]  Καίτοι γε οὐδεὶς οὕτω στρατηγὸς τῷ βασιλεῖ φίλος, ὡς Παῦλος τῷ Θεῷ·
000-00-00 Serial Number=0195115328
De pseudoprophetis Ante [Go Back]  
 [00212]  Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
 [00215]  Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι·
000-00-00 Serial Number=0512047231
De regressu Ante [Go Back]  
 [00002]  [1] Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιός, ὁ ῥιφεὶς παρὰ τῆς τεκούσης καὶ σωθεὶς παρὰ τῆς πολεμούσης (ἐξέθηκεν μὲν γὰρ αὐτὸν ἡ μήτηρ, ἀνείλατο δὲ αὐτὸν ἡ Αἰγυπτία καὶ ἔθρεψεν), ὁ ἐν Αἰγύπτῳ τρεφόμενος καὶ ἐν οὐρανῷ πολιτευόμενος, ὁ τοιοῦτον καὶ τηλικοῦτον κατὰ τῶν Αἰγυπτίων τρόπαιον στήσας, ὁ θάλασσαν πήξας καὶ πέτραν διαρρήξας καὶ ὡς φίλος διαλεγόμενος τῷ Θεῷ·
000-00-00 Serial Number=0364169002
De resurrectione mortuorum Ante [Go Back]  
 [00128]  Ἐκεῖνον μὲν γὰρ καὶ δορυφόροι καὶ φίλοι καὶ ἐχθροὶ πολλὰ δύναιντ' ἂν ἀδικῆσαι ἐπιβουλεύοντες καὶ κακουργοῦντες τὸν δὲ τοιαύτην ἔχοντα ψυχὴν, οἵαν εἶπον νῦν, οὐ βασιλεὺς, οὐ δορυφόρος, οὐκ οἰκέτης, οὐ φίλος, οὐκ ἐχθρὸς, οὐκ αὐτὸς ὁ διάβολος παραβλάψαι δυνήσεται.
000-00-00 Serial Number=0586551249
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00033]  Ὁ γὰρ Ἀβραὰμ ὁ πατριάρχης, ὁ δίκαιος, ὁ τοῦ Θεοῦ φίλος, ὁ πατρίδα ἀφεὶς, καὶ οἰκίαν, καὶ συγγενεῖς, καὶ φίλους, καὶ πάντων ὑπεριδὼν τῶν παρόντων διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ, οὕτως ἐδεδοίκει καὶ ἐφοβεῖτο τὸν θάνατον, ὡς εἰς τὴν Αἴγυπτον εἰσιέναι μέλλων εἰπεῖν πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ ταῦτα·
 [00103]  Ἀλλ' ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις, ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ·
000-00-00 Serial Number=0020661831
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00245]  ἐὰν δὲ εἴπῃς, δάκνεις αὐτὸν, κἄν τε αἱρετικὸς ᾖ, διορθοῖς αὐτὸν, κἄν τε φίλος ᾖ ῥᾴθυμος, ἐφέλκεις αὐτὸν, κἄν τε γυνὴ ἀκόλαστος, σωφρονεστέραν ποιεῖς·
000-00-00 Serial Number=0102058113
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00171]  ὁ δὲ φίλος τοῦ νυμφίου, ἑστὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
000-00-00 Serial Number=0644185185
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00027]  Καὶ οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἵνα πολλὴν καὶ ἀδιάσπαστον τὴν πρὸς ἀλλήλους ἕνωσιν ἔχωμεν, καὶ μή τις ἔχῃ λέγειν, Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν·
 [00034]  Εἰ γὰρ μηδὲ συγγενὴς μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοι μετέχων
 [00117]  ἅπερ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ εἰπεῖν οὐκ ἐπιχειρεῖ, ταῦτα ὁ φίλος ἀντ' ἐκείνου ἐρεῖ·
 [00131]  Τί οὐκ ἂν ἐργάσαι φίλος γνήσιος;
 [00207]  Τῆς [63.574] παρούσης ζωῆς φίλος ἡδύτερος.
 [00209]  καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος ὁ φίλος.
 [00217]  Ὁ δὲ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, οὐ δύναται φίλος τοῦ βασιλέως εἶναι.
 [00709]  ἄνθρωπος δὲ ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός.
 [00805]  Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατεδηδοκὼς ᾖς καὶ καταναλωκὼς, καὶ πολὺν χρόνον ἐξ ὄψεως γενόμενος·
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [01339]  Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σοι φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς.
 [01683]  καὶ μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασὺς, ἀλλὰ πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός·
 [03266]  ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῆς τοῦ ∆εσπότου φιλοτιμίας πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦλος;
 [03560]  ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος.
 [04266]  Ὁ ἅγιος προφήτης ∆ανιὴλ, ὁ τοῦ Θεοῦ φίλος, ὁ ἔχων παῤῥησίαν πολλὴν πρὸς αὐτὸν, τρεῖς ἑβδομάδας ἐνήστευσεν ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο·
 [05605]  Καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός.
 [06630]  οὐδὲ γὰρ φίλος οὐδεὶς οὐδέπω παραστήσεται ἐκεῖ.
 [06645]  Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ' ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τῷ ∆αυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ, καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσσατο τέφραν, ἐστέναξεν, ἀνέκραξε πικρὸν καὶ ἐλεεινόν·
 [06646]  καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν, Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς·
 [09954]  τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς;
000-00-00 Serial Number=0846356213
Epistula ad Cyriacum Ante [Go Back]  
 [00086]  ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.
 [00125]  πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα οὐκ ἔστι φίλος τοῦ Καίσαρος, τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι τυραννίδος ἐπάγοντες ἔγκλημα.
000-00-00 Serial Number=0191686392
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00193]  Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἀμαρτωλῶν.».
 [00325]  Τότε οὐδεὶς ὁ παρεσόμενος καὶ ἐξαρπάσων τῆς τιμωρίας, οὐ πατήρ, οὐχ υἱός, οὐ θυγάτηρ, οὐ μήτηρ, οὐκ ἄλλος τις συγγενής, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος, ἀλλὰ πάντα ταῦτα ὥσπερ κόνις ἐκποδὼν ἐλήλαται, καὶ μόνος ὁ κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων ἢ τὴν ἐλευθεροῦσαν ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον.
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
000-00-00 Serial Number=0987666070
Expositiones in Psalmos Ante [Go Back]  
 [00442]  ὅταν μήτε φίλος ἐνοχλῇ, μήτε οἰκέτης παροξύνῃ, μήτε πραγμάτων ὄχλος ἐπείγῃ, τότε τῶν μεθ' ἡμέραν βεβιωμένων ποιεῖσθε λόγον.
 [00915]  Οὐκ ἔσται σοι, φησὶ, φίλος, οὐκ ἔσται σοι πλησίον.
 [01512]  Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ' ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τοῦ ∆αυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ·
 [01515]  Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος, οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς·
000-00-00 Serial Number=0041316390
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02257]  Τοῦτο τέλος τῆς τοῦ διαβόλου πονηρίας, διαστῆσαι τὰ μέλη, ὅταν μήτε ἀδελφὸς, μήτε φίλος, μήτε ἄλλος τις πιστεύηται.
000-00-00 Serial Number=0743097365
Fragmenta in Job Ante [Go Back]  
 [00032]  κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους·
 [00923]  Εἰ γὰρ μὴ ∆εσπότης ἦν, φησὶ, μηδὲ τοσοῦτον ἡμῖν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν ἔχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες, καὶ τὰ ἐναντία μὴ φέροντες;
000-00-00 Serial Number=0487058640
Fragmenta in Proverbia Ante [Go Back]  
 [01409]  Ὁ γὰρ διὰ τῶν ἀρετῶν κρύπτων τὰς κακίας, φίλος γίνεται Θεῷ.
 [01423]  Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι.
 [01934]  Τὸ γὰρ εὔλογον καὶ αἴτιον τῆς ἐπιφορᾶς τῶν τιμωριῶν, εἰδέναι μόνου ἐστὶ τοῦ κρίνοντος, καὶ εἴ τις ἐκείνου φίλος.
000-00-00 Serial Number=0394762218
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00027]  αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο.
000-00-00 Serial Number=0190389276
In Acta apostolorum Ante [Go Back]  
 [00349]  Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσμένος, ἀθρόον ἐγένου φίλος, καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἀνηνέχθης, οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες ἀσχημοσύνην, καὶ δέον κολασθῆναι χαλεπῶς, ὁ δὲ οὐδὲ οὕτως ἀπεστράφη, ἀλλ' ἔδωκε μυρίας ἀφορμὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος.
 [01933]  Ὅταν δὲ ἀποδειχθῇ, ὅτι δίκαιος ὁ ἀναιρεθεὶς, καὶ ὅτι Θεῷ φίλος, κἂν σιωπήσῃς τὴν κόλασιν, μᾶλλόν σου καταγνώσεται ἑαυτοῦ ὁ ἡμαρτηκώς.
 [03582]  Ἔστω καὶ οἰκέτης τούτων διδάσκαλος, ἔστω καὶ παιδίον, ἔστω [60.93] καὶ γυνὴ, ἔστω καὶ φίλος καὶ συγγενὴς καὶ γείτων.
 [04428]  πενίην Ἶρος, καὶ φίλος ἀθανάτων.
 [07006]  ὅθεν καὶ φίλος τῷ Παύλῳ γέγονεν.
 [07131]  Ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν αὐτῷ εἶναι φίλος·
 [09999]  Ὅτι γὰρ εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος·
 [09999]  καθάπερ φίλος γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶμεν τῶν ἀξιούντων.
 [09999]  οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε μὴ κοινωνῆσαι αὐτῷ τῆς ὑπολήψεως.
000-00-00 Serial Number=0434794724
In Joannem Ante [Go Back]  
 [00049]  Ταῦτα δὲ ἅπαντα μετὰ ἀκριβείας ἡμῖν οὗτος ἐρεῖ, φίλος αὐτοῦ τοῦ βασιλεύοντος ὤν·
 [00911]  Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο·
 [02060]  ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι.
 [02607]  Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν·
 [02610]  Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων ∆εσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος·
 [02690]  Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.
 [03149]  ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων.
 [05248]  ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
000-00-00 Serial Number=0245218515
In Lazarum i Ante [Go Back]  
 [00066]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται.
000-00-00 Serial Number=0870526731
In Lazarum ii Ante [Go Back]  
 [00019]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·
 [00028]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·
 [00037]  Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανε·
000-00-00 Serial Number=0762363315
In Psalmum 705 Ante [Go Back]  
 [00096]  Λαλεῖ σοι ὡς φίλος τὰ ἴδια, καὶ μανθάνει παρὰ σοῦ τὰ σὰ ὡς ἐχθρός σου.
 [00097]  Προσέρχεται ὁ ὄφις τῇ Εὔᾳ ὡς φίλος, γλυκέσι ῥήμασιν αὐτὴν μαγεύων, πικροῖς δὲ νοήμασιν αὐτὴν παγιδεύων·
 [00100]  Προσέρχεται τῷ Ἄβελ ὁ Κάϊν ὡς φίλος·
000-00-00 Serial Number=0971069872
In Samaritanam Ante [Go Back]  
 [00138]  Ἀπόλυσόν με, διότι φίλος μου [59.538] εἶ·
000-00-00 Serial Number=0129801273
In duodecim apostolos Ante [Go Back]  
 [00048]  Ἀλλ' ἔλθῃ μετ' αὐτὸν εἰς μέσον Παῦλος ὁ πάνσοφος τῆς οἰκουμένης ῥήτωρ, ὁ ἀπὸ λύκου ἀμνὸς, ὁ ἐξ ἀκανθῶν βότρυς, ὁ ἐκ ζιζανίων σῖτος, ὁ ἀπὸ ἐχθροῦ φίλος, ὁ ἀπὸ Ἑβραίων μένων Ἑβραῖος, ὁ παρ' ἐκείνοις Σαῦλος ἐμπνέων ἀπειλῆς καὶ φόνου, παρ' ἡμῖν δὲ Παῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ὁ ἀπὸ βλασφήμου θεολόγος, ὁ ἀπὸ διώκτου εὐαγγελιστὴς, ὁ ἀπὸ πειρατοῦ κυβερνήτης, ὁ ἀπὸ προδότου στρατιώτης·
000-00-00 Serial Number=0986553848
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01799]  ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός.
 [01921]  Εἰ τοίνυν τὰ γράμματα διὰ τοῦτό ἐστιν, ἵνα δηλώσῃ ὅτι ὁ δεῖνά μοι φίλος, καὶ ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι.
 [02956]  Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς·
 [03380]  τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγένετο μόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος.
 [03726]  Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ ∆εσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν;
 [05450]  εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν;
 [07338]  Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης·
000-00-00 Serial Number=0354955792
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01200]  Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάμπων, καὶ γυναῖκα ἔχων·
000-00-00 Serial Number=0621270955
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00779]  καὶ δέον ἀναστάντα προσκυνῆσαι διὰ τοῦτο, καὶ θαυμάσαι τὴν φιλανθρωπίαν, ὅτι ὅπερ οὔτε πατὴρ οὔτε φίλος οὔτε υἱὸς ὑπὲρ σοῦ ἐποίησε, ταῦτα ὁ ∆εσπότης πάντα εἰργάσατο ὑπὲρ σοῦ τοῦ ἐχθροῦ καὶ προσκεκρουκότος·
 [01332]  Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος.
 [04210]  ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός.
 [04441]  Οἶνος νέος, φίλος νέος·
000-00-00 Serial Number=0145262480
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00279]  Πρὸς μὲν γὰρ ἐκεῖνον εἶπον, ὅτι ὡσανεὶ φίλος πρὸς φίλον, οὕτω διειλέχθην, καὶ οὐ δι' αἰνιγμάτων·
 [00470]  Ὄντως φίλος πιστὸς φάρμακον ζωῆς·
 [00471]  ὄντως φίλος πιστὸς σκέπη κραταιά.
 [00472]  Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος;
 [00486]  Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φιλεῖσθαι δι' αὐτόν.
 [00497]  Καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος φίλος·
 [00546]  φίλος δὲ οὐδέποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυ [62.406] μία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή.
 [00547]  Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος·
000-00-00 Serial Number=0291976869
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04271]  Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώμενος, μηδενὶ πρόσκρουε εἰκῆ καὶ μάτην, τίμα τὸν πατέρα, τίμα τὴν μητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο μὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος·
000-00-00 Serial Number=0633266807
In epistulam ad Colossenses Ante [Go Back]  
 [00182]  Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός·
 [01971]  Ἐκεῖ δοῦλος πρὸς δεσπότην, ἐνταῦθα φίλος πρὸς φίλον·
 [03626]  οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος;
 [03627]  μηδὲν αὐτῷ περὶ τούτου διαλεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος·
000-00-00 Serial Number=0452597678
In epistulam ad Ephesios Ante [Go Back]  
 [02630]  πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός·
 [02751]  Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων.
 [02983]  ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη·
 [04410]  Ὁ μὴ ἐχθρὸς οὐ πάντως φίλος ἐστὶν, ἀλλ' ἔστι τι μέσον, ὃ μήτε ἔχθρας, μήτε φιλίας ἐστὶν, ἐν ᾧ μάλιστα οἱ πλείους τῶν ἀνθρώπων καθεστήκασι πρὸς ἡμᾶς.
 [06771]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται.
 [06988]  πῶς δὲ ὁ φίλος ἐπέμενεν ἀωρὶ τῶν νυκτῶν παραμένων, ἕως ὅτου ἐγερθῆναι παρεσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ;
000-00-00 Serial Number=0902503014
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07014]  τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος.
 [07818]  Ὁ δὲ τοῦ Θεοῦ φίλος τοῖς τοῦ φίλου κτίσμασιν ἐπέταττε, μᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν.
 [09781]  Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέμιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος.
000-00-00 Serial Number=0516593158
In epistulam ad Philemonem Ante [Go Back]  
 [00204]  τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς;
000-00-00 Serial Number=0720404267
In epistulam ad Philippenses Ante [Go Back]  
 [02341]  οὐχὶ φίλος ἐστὶ τοῦ Χριστοῦ;
 [04119]  καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧ σπουδάζει συνουσιωθῆναι, ὡς ὅταν λέγῃ·
000-00-00 Serial Number=0158226311
In epistulam ad Romanos Ante [Go Back]  
 [02233]  ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος.
 [02447]  Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται δεῖξαι, ὅτι καὶ ἐκεῖνος ἐκ πίστεως ἐδικαιώθη·
 [07059]  Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ μάλιστα πάντων παρ' αὐτοῖς θαυμασθεὶς, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιμῷ παραδοθῆναι, ὁ μέχρι σήμερον μηδέπω τετελευτηκώς.
 [08431]  Κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχὴν, ἀλλ' ἔσο φίλος κατὰ γνώμην, ὅπερ ἔφθην εἰπὼν, τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς.
 [08919]  καὶ οἶκος καὶ ἔνοικος (Ὁ γὰρ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος (Ὑμεῖς γὰρ φίλοι μού ἐστε)·
 [09904]  Θεοῦ γὰρ φίλος ἦν καὶ μιμητής.
 [09999]  εἰ δέ τις φιλοσοφίας ἐραστὴς, καὶ πνευματικῆς ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ μικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ μάτην, καὶ ὅτι καὶ τὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος.
000-00-00 Serial Number=0134494066
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00833]  ἐχθρὸς παρώξυνε, δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα·
000-00-00 Serial Number=0023989141
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00116]  Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν διανάστητε, καὶ μετὰ τοῦ μέλους ἕκαστος εἰς τὴν ἐκκλησίαν εἰσιέτω, καὶ πατὴρ υἱὸν, καὶ υἱὸς τὸν γεγεννηκότα, καὶ γυναῖκας ἄνδρες, καὶ ἄνδρας γυναῖκες, καὶ δεσπότης δοῦλον, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ φίλος φίλον διεγειρόντων καὶ παρορμώντων πρὸς τὴν ἐνταῦθα σύνοδον·
 [00195]  καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας·
 [00253]  οὐδεὶς γάρ ἐστιν οὕτως ἄθλιος καὶ ἀναίσθητος, ὃς ποτιζόμενος, καὶ ψωμιζόμενος, μὴ γενέσθαι βούλοιτο δοῦλος καὶ φίλος τῷ ταῦτα αὐτῷ ἐργαζομένῳ·
 [00263]  Κἂν γὰρ παρὰ τὴν ἀρχὴν ἐλπίδι κολάσεως τρέφῃ τὸν ἐχθρὸν ὁ λελυπημένος, ἀλλ' αὐτῷ τῷ τρέφειν γινόμενος φίλος, ἐκβαλεῖν τὴν ἐπιθυμίαν δυνήσεται τῆς τιμωρίας.
000-00-00 Serial Number=0838108897
In illud Vidi dominum Ante [Go Back]  
 [01455]  Ταῦτα καὶ γυνὴ παρὰ ἀνδρὸς μανθανέτω καὶ παιδία παρὰ πατρὸς καὶ οἰκέτης παρὰ δεσπότου καὶ γείτων παρὰ γείτονος καὶ φίλος παρὰ φίλου, μᾶλλον δὲ καὶ πρὸς τοὺς ἐχθροὺς ταῦτα διαλεγώμεθα·
000-00-00 Serial Number=0135434687
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00002]  Συνεκάλεσεν ἡμᾶς, ἀγαπητοὶ, ἐπὶ τὸ αὐτὸ ὁ ἁγιώτατος Ἰωάννης ὁ θεολόγος καὶ φίλος Χριστοῦ, οὐχ ὅτι ἡδυπνόων ῥόδων κάλυκας ἡμῖν ἀνατείλας, ἀλλὰ πνευματικῶν πατέρων τὰς ἀρετὰς ἡμῖν ἐξανθήσας.
000-00-00 Serial Number=0461902142
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00121]  ὁμοίως αὐτοῖς ἅπερ εἶδον τεθέασαι, ὁμοίως αὐτοῖς ἐθαῤῥήθης, ὡς φίλος, ὅλον μου τὸ μυστήριον·
000-00-00 Serial Number=0514665306
In principium Actorum Ante [Go Back]  
 [00124]  ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ' ὡς φίλος ὀδυνώμενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξονται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν·
 [01072]  Ἐπειδὴ γὰρ πρὸ τοῦ φωτίσματος ἐχθρὸς ἦν, μετὰ δὲ τὸ φώτισμα γέγονε φίλος τοῦ κοινοῦ πάντων ἡμῶν ∆εσπότου, διὰ τοῦτο πάντες συνηδόμεθα·
000-00-00 Serial Number=0197379231
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00068]  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται.
000-00-00 Serial Number=0813727200
In sanctum pascha [1] Ante [Go Back]  
 [00036]  Λάζαρος ὁ φίλος ἡμῶν κε κοίμηται, ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν.
000-00-00 Serial Number=0408714056
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00048]  Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου·
000-00-00 Serial Number=0979161203
Non esse desperandum Ante [Go Back]  
 [00221]  Ἐπειδὴ γὰρ φίλος ἦν αἰτῶν, ἵνα μὴ νομίσῃς ὅτι διὰ τοῦτο ἤνυσεν, εἶπεν·
 [00226]  Οὐδὲ γὰρ ἦν τῷ Θεῷ φίλος ὁ τελώνης·
 [00227]  ἀλλ' ἐγένετο φίλος·
 [00228]  ὥστε κἂν ἐχθρὸς ᾖς, τῇ προσεδρείᾳ γενήσῃ φίλος.
000-00-00 Serial Number=0139096618
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01307]  Ὡς δὲ φίλος αὐτοῦγέγονεν Ἰωσαφὰτ, ἔδωκε δίκην, τὸ διακοπῆναι τὰ ἔργα αὐτοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»