Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φύγωμεν [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φύγωμεν
Cooperatorum Veritatis Societas
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0520933926
[01172]
Φύγωμεν τοίνυν, ἀγαπητοὶ, φύγωμεν τὰς κακηγορίας, μαθόντες ὡς διαβολικόν ἐστιν ὅλον τὸ βάραθρον, καὶ τῆς ἐπιβουλῆς τῆς ἐκείνου αὕτη ἡ ἐνέδρα.
[02200]
Πάλιν λέγω οὐχὶ τῶν φευγόντων κατηγορῶν Ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησὶν, οὐδὲ ἐπιτιμῆσαι βουλόμενος ὁ γὰρ νοσῶν παρακλήσεως δεῖται, ἀλλὰ διορθῶσαι σπουδάζων, μὴ τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίζωμεν, ἀλλὰ φύγωμεν ἁμαρτίας, ἀποστῶμεν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς.
[02201]
Ἐὰν ταύτας φύγωμεν, κἂν μεταξὺ μυρίων ὦμεν στρατιωτῶν, οὐδεὶς ἡμᾶς πλῆξαι δυνήσεται·
[02202]
ἐὰν ταύτας μὴ φύγωμεν, κἂν εἰς αὐτὴν τῶν ὀρέων τὴν κορυφὴν ἀναβῶμεν, πολεμίους ἐκεῖ εὑρήσομεν μυρίους.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0841781378
[01526]
Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0015896738
[01360]
ἀλλ' ἴδωμεν, τί φησιν, καὶ φύγωμεν τὴν μίμησιν.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0021077514
[01072]
καὶ πολλῆς ἡμῖν δεῖ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν.
De Lazaro et divite
Ante [Go Back]
000-00-00 Serial Number=0610454619
[00011]
Ἀναγκαῖον τοίνυν διηγήσασθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν' ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας·
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0465065002
[00590]
∆ιόπερ φύγωμεν ἀπ' αὐτῆς, ὡς φρονίμοις λέγω.
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0720508754
[00027]
φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν·
[00051]
Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλαστον σχῆμα.
De jejunio dominica quinta jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0433852792
[00069]
ποῦ φύγωμεν ἀπὸ προσώπου Κυρίου;
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0042294800
[00203]
Ταῦτα ἐπ' ἐκκλησίας μεμαθηκότες, μισήσωμεν ἅρπαγας, ἀσκήσωμεν ἀρετὰς, φύγωμεν κακίαν, ἀγάπην ζηλώσωμεν, ἐκκλίνωμεν ἡδονὴν, ἁγνείαν ἀγκαλισώμεθα, ἀποστραφῶμεν δόλον, ἁπλότητα κοινωνήσωμεν·
De oratione
Ante [Go Back]
000-00-00 Serial Number=0409046412
[00092]
Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα, καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα·
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0420058668
[02210]
Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα.
[02211]
Ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας·
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0990720630
[00109]
Ταῦτα, ἀδελφοί μου, λέγοντες καὶ ποιοῦντες, φύγωμεν πᾶσαν κακίαν καὶ πᾶσαν ἀκαθαρσίαν, φύγωμεν πᾶσαν ἀδικίαν καὶ πλεονεξίαν, φύγωμεν κενοδοξίαν, μέθην καὶ πᾶσαν ἀπληστίαν, φύγωμεν γαστριμαργίαν τὴν γεννήτριαν πάντων τῶν κακῶν, φύγωμεν φιλαργυρίαν τὴν ἀρχὴν καὶ ῥίζαν πάσης ἁμαρτίας, φύγωμεν μισαδελφίαν καὶ ἀσπλαγχνίαν, φύγωμεν καταλαλιὰν καὶ λοιδορίαν·
[00110]
φύγωμεν πορνείαν, μοιχείαν, καὶ πᾶσαν βλασφημίαν·
[00111]
φύγωμεν κλεψίαν, ἁρπαγήν·
[00112]
φύγωμεν φιλοδοξίαν καὶ προσωποληψίαν καὶ ἔριν καὶ ζῆλον καὶ τὴν λοιπὴν ἀπάτην τοῦ ματαίου βίου τούτου·
De perfecta caritate
Ante [Go Back]
000-00-00 Serial Number=0655138552
[00119]
Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὰ τούτων πλείονα πολλὰ γὰρ ἔστι καὶ ἄλλα περὶ τούτων εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις ἀρκεῖ ταῦτα, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα δείξωμεν διὰ τῶν πραγμάτων, ὅτι αὐτεξούσιον ἔχομεν πρὸς τὰ δοκοῦντα τὴν γνώμην, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς τῶν ἔργων ἀποκαλύψεως.
[00217]
Ἅπερ μαθόντες, ἀγαπητοὶ, φύγωμεν τὸν ἐκείνου δόλον, φύγωμεν τὴν μετ' ἐκείνου κατάκρισιν, ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ κριτὴς εἴπῃ·
De profectu evangelii
Ante [Go Back]
000-00-00 Serial Number=0970173359
[00030]
Ταῦτα λέγω, οὐχ ἵνα ἀμελῶμεν δικαιοσύνης, ἀλλ' ἵνα φύγωμεν ἀπόνοιαν·
De sancta Pelagia virgine et martyre
Ante [Go Back]
000-00-00 Serial Number=0787703216
[00095]
κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέθης, ἀδηφαγίαν φύγωμεν.
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0984710813
[00019]
Ταῦτα οὐχὶ πλῆξαι βουλόμενος λέγω, ἀλλ' ἵνα φύγωμεν τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώμεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ περιστέλλωμεν καὶ ἡμεῖς ἀεὶ τὴν μητέρα τὴν ἡμετέραν.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0632396519
[03184]
φύγωμεν τὴν ἁμαρτίαν·
[06054]
Ἀπειλεῖ τὴν τιμωρίαν ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0410713911
[01549]
κἂν ἰσχυροὶ οἱ ἀδικοῦντες, φύγωμεν αὐτῶν τὴν συμμαχίαν.
[06163]
Ταύτην τὴν ἀγαλλίασιν καὶ εὐφροσύνην εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα, ἐκείνην δὲ φύγωμεν, καὶ βδελυξώμεθα.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0599138200
[09454]
Ὅπερ ἵνα μὴ πάθωμεν, φύγωμεν τουτὶ τὸ πάθος.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0401235938
[04024]
Ἅπερ πάντα ἐννοήσαντες, φύγωμεν μέθην τε καὶ τρυφὴν, μὴ τὴν ἐν τραπέζαις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν τὴν ἐν πράγμασι βιωτικοῖς·
[05298]
Ἂν γὰρ τοῦτο φύγωμεν, τῆς γεέννης ἀπαλλαγησόμεθα.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0080330908
[02100]
Ταῦτ' οὖν εἰδότες, ζηλώσωμεν τὴν ζῶσαν ψυχὴν, φύγωμεν τὴν νενεκρωμένην, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς·
[05482]
∆ιὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν·
[05562]
ποιησόμεθα δὲ, ἂν τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδηφαγίαν.
[07956]
Ἵν' οὖν τὴν μὲν φύγωμεν, τῆς δὲ ἀπολαύσωμεν, ἀφέμενοι τῆς σκιᾶς, ἐχώμεθα τῶν ἀληθινῶν πραγμάτων μετὰ σπουδῆς ἁπάσης·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0224381447
[00416]
Μὴ δὴ φεύγωμεν τοὺς περὶ γεέννης λόγους, ἵνα φύγωμεν τὴν γέενναν·
[00429]
ἵνα ταῦτα λογιζόμενοι, καὶ τὴν κακίαν φύγωμεν, καὶ τὴν ἀρετὴν αἱρώμεθα, καὶ δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0935723484
[03918]
∆ιὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα·
[06696]
∆ιὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν ζῆλον.
[09785]
Ἅπερ εἰδότες ἅπαντα, φύγωμεν τὸν τοιοῦτον ζῆλον.
[09999]
ἥντινα ὀργὴν ἵνα φύ-γωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν.
[09999]
Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0308716416
[00543]
ἣν, παρακαλῶ, φύγωμεν, ἵνα τὰ ἄλλα φυγεῖν δυνηθῶμεν κακὰ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
[04135]
Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν.
[04137]
Ἵν' οὖν ταῦτα ἀκριβῶς διερευνώμενοι, τοῦτο φύγωμεν τὸ κακὸν, καὶ χαλινώσωμεν τὸ θηρίον, μᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πειθώμεθα λέγοντι·
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0856180489
[01473]
Πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν, φησίν;
[01621]
Ἵνα οὖν τὴν κατάκρισιν φύγωμεν, μετέλθωμεν τὴν πρᾶξιν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
[03521]
∆ιὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωμεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0651959658
[02944]
Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, φύγωμεν φθόνον, σβέσωμεν κακίαν, ἀγάπην ἀντιδιδόντες ἀλλήλοις, ἵνα τὰ ἐκ ταύτης καρπωσώμεθα ἀγαθὰ, καὶ κατὰ
[03770]
Ταῦτ' οὖν εἰδότες, ἐκείνην μὲν φύγωμεν τὴν νέκρωσιν, καθ' ἣν καὶ ζῶντες ἀποθνήσκομεν·
[03779]
∆ιὸ ταύτην φυγόντες, ἐκείνην ἑλώμεθα τὴν νεκρότητα, τὴν μακαριζομένην καὶ θαυμαζομένην, ἵνα τῶν ἑτέρων τῶν δύο τὴν μὲν φύγωμεν, τὴν δὲ φοβηθῶμεν.
[04348]
∆ιὸ, παρακαλῶ, τὴν ἀρχὴν φυλαττώμεθα, καὶ τὰ μικρὰ φύγωμεν κακά·
[04414]
Ταῦτα οὖν ἅπαντα ἐννοήσαντες, φύγωμεν τῆς μικροψυχίας τὸ βάραθρον, καὶ πρὸς τὸν λιμένα τῆς μακροθυμίας καταδράμωμεν, ἵνα καὶ ἐνταῦθα εὕρωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, καθὼς καὶ ὁ Χριστὸς ἀπεφήνατο, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
[05588]
Ταῦτ' οὖν ἐννοήσαντες, ὀψὲ γοῦν ποτε φύγωμεν τὸν δόλον, καὶ πρὸς τὰ μέλλοντα μεταστῶμεν.
[06815]
Ἴδωμεν τοίνυν ἐκείνην, καὶ καταμάθωμεν αὐτὴν ἀκριβῶς, ἵνα τὸ κάλλος αὐτῆς θαυμάσαντες, φύγωμεν ταύτης τὴν αἰσχρότητα, καὶ πολλῆς ἀπολαύσωμεν ἡδονῆς, ἐντρυφῶντες ἐκείνῃ διηνεκῶς·
[07122]
ὅταν ἐκεῖνα φύγωμεν, ὧν ἀπηλλάγημεν.
[07889]
κἂν μὴ φύγωμεν κακίαν, κακίζειν πονηρίαν, ἵνα τέως τὰς ψήφους ἀδεκάστους ἔχωμεν.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0637607992
[00503]
Φύγωμεν οὖν, φύγωμεν, παρακαλῶ, τὴν δουλείαν ταύτην.
In illud Domine non est in homine
Ante [Go Back]
000-00-00 Serial Number=0499205470
[00139]
διὰ γὰρ [56.159] τοῦτο ἐγενόμεθα, οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, καὶ περιβαλώμεθα, ἀλλ' ἵνα φύγωμεν κακίαν, ἑλώμεθα δὲ ἀρετὴν, τῆς θείας ἐπιλαβόμενοι φιλοσοφίας.
In ingressum sanctorum jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0646285594
[00024]
∆ιὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι.
In mediam hebdomadam jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0446927547
[00030]
Βρωμάτων φύγωμεν πόθον·
In sanctum pascha [2]
Ante [Go Back]
000-00-00 Serial Number=0006854713
[00055]
Μὴ φύγωμεν τὰ πάθη·
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0379014134
[00055]
Ἵνα γὰρ [59.622] μὴ φοβηθέντες εἰς χρηστὸν βίον ἑαυτοὺς μεταβάλωμεν, καὶ φύγωμεν τῆς κολάσεως τὰ βασανιστήρια, διὰ τοῦτο εἰς ταύτην ἡμᾶς ἤγαγε τὴν ἀφοβίαν·
[00230]
Μὴ ζητῶμεν τοίνυν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγωμεν, μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει ὁ Θεὸς, διὰ τοῦτο ἀπιστῶμεν τοῖς μέλλουσι·
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0294213116
[00143]
καὶ γὰρ τὰ κατορθώματα λέγει τῶν δικαίων, καὶ τὰ ἐλαττώματα, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.
Quales ducendae sint uxores
Ante [Go Back]
[00215]
Ἵνα πορνείας φύγωμεν, ἵνα τὴν ἐπιθυμίαν καταστείλωμεν, ἵνα σωφροσύνῃ συζήσωμεν, ἵνα εὐαρεστήσωμεν Θεῷ, τῇ οἰκείᾳ ἀρκούμενοι γαμετῇ.
[00219]
∆ι' ἓν γὰρ τοῦτο μόνον χρὴ λαμβάνειν γυναῖκα, ἵνα τὴν ἁμαρτίαν φύγωμεν, ἵνα πορνείας ἁπάσης ἀπαλλαγῶμεν·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»