Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φύλλα [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φύλλα


000-00-00 Serial Number=0697361469
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
 [00975]  ἥλιος σκοτίζεται καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων ἐκείνων φανότερον διαλάμπει, ὅλον κατέχων τὸν οὐρανόν.
000-00-00 Serial Number=0496763885
Ad populum Antiochenum Ante [Go Back]  
 [00507]  Ἐγενήθη ἡμῖν ἡ πόλις, ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων.
000-00-00 Serial Number=0185653806
Adversus Judaeos Ante [Go Back]  
 [02124]  Εἶτα ἀθρόον τῶν ἄλλων μενουσῶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἡ τοῦ Ἀαρὼν ἐβλάστησε μόνη, καὶ φύλλα ἤνεγκε καὶ καρποὺς, ἵνα μάθωσιν ὅτι ὁ τῆς φύσεως ∆εσπότης πάλιν αὐτὸν ἐχειροτόνει, ἀντὶ γραμμάτων τοῖς φύλλοις χρώμενος.
000-00-00 Serial Number=0045192540
Catecheses ad illuminandos Ante [Go Back]  
 [00414]  Καὶ περὶ μὲν ἐκείνων φησὶ τὸ εὐαγγέλιον ὅτι «τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται ὡς πίπτουσι φύλλα ἀπὸ ἀμπέλου»·
 [00416]  [3.3] Τί ἐστιν «ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου οὕτως οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται»;
 [00417]  Καθάπερ ἡ ἄμπελος ἕως μὲν ἂν τρέφῃ τοὺς βότρυας χρείαν ἔχει καὶ τῆς σκέπης τῆς ἀπὸ τῶν φύλλων, ἐπειδὰν δὲ ἀποθῆται τὸν καρπὸν καὶ τὴν κόμην τὴν ἀπὸ τῶν φύλλων ἀποτίθεται, οὕτω δὴ καὶ ὁ κόσμος ἅπας ἕως μὲν ἔχῃ ἐν ἑαυτῷ τῶν ἀνθρώπων τὴν φύσιν, κατέχει καὶ τὰ ἄστρα ὁ οὐρανός, καθάπερ ἡ ἄμπελος τὰ φύλλα·
000-00-00 Serial Number=0125450850
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00052]  Εἰπὲ, ἡ ῥάβδος ἡ ξηρὰ, πῶς φύλλα καὶ καρπὸν ἐν ἀκαριαίᾳ ῥοπῇ παρὰ φύσιν ἐβλάστησας;
 [00054]  πῶς οὖν φύλλα, καὶ ἄνθη, καὶ καρπὸν ἔδωκας;
000-00-00 Serial Number=0595552385
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00084]  περίκοπτε τὰ φύλλα, καὶ τὴν σπουδὴν ἅπασαν εἰς τὴν τῶν καρπῶν φορὰν ἀνάλισκε.
000-00-00 Serial Number=0990118384
De Joseph et de castitate Ante [Go Back]  
 [00109]  Καὶ ἡ μὲν Αἰγυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε.
000-00-00 Serial Number=0579308569
De Lazaro Ante [Go Back]  
 [01278]  Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον·
 [02132]  Ἐὰν ἴδῃς δένδρον, τὰ φύλλα καταμανθάνεις, ἢ τὸν καρπόν;
 [02134]  τὸν καρπὸν καταμάνθανε, καὶ μὴ τὰ φύλλα.
000-00-00 Serial Number=0930573463
De consubstantiali Ante [Go Back]  
 [00009]  οὕτω δὴ καὶ ἐγὼ νῦν, τοῦ καρποῦ παρόντος ἡμῖν, οὐ τοσαύτην ποιοῦμαι τὴν ὀδύνην, τὰ φύλλα ἀναρπαζόμενα [48.756] βλέπων.
000-00-00 Serial Number=0207772434
De paenitentia [1] Ante [Go Back]  
 [02252]  οὐκ ἔστιν ἐνταῦθα φύλλα δένδρων, ἀλλ' ὁ καρπὸς τοῦ πνεύματος·
000-00-00 Serial Number=0320694566
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00113]  Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ.
000-00-00 Serial Number=0335871041
De patientia sermo 2 Ante [Go Back]  
 [00017]  Τὸ δένδρον ἀπέβαλε τὰ φύλλα, καὶ ἡ ῥίζα ἐβρίθετο·
000-00-00 Serial Number=0666013002
De terrae motu Ante [Go Back]  
 [00027]  Εἰ γὰρ ἀθληταὶ καὶ αἷμα περιῤῥέονται διὰ φύλλα δάφνης, σήμερον διδόμενα, καὶ αὔριον μαραινόμενα, πολλῷ μᾶλλον ὑμᾶς εἰς τὸν ἀγῶνα τῶν κατορθωμάτων εἰσελθόντας δεῖ μὴ ἐνδοῦναι τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, μηδὲ καταμαλακίζεσθαι.
000-00-00 Serial Number=0236072958
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01039]  τὰ φύλλα ἔπεσε, καὶ ἡ ῥίζα ἔμεινεν ἀσάλευτος.
000-00-00 Serial Number=0781935573
Expositiones in Psalmos Ante [Go Back]  
 [03172]  Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ διήγημα·
 [04935]  Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ διήγημα·
000-00-00 Serial Number=0563720286
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02141]  *Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκε, καὶ ἔδωκεν αὐτοῖς, καὶ παρῆλθεν αὐτούς.
000-00-00 Serial Number=0397748470
Homilia de capto Eutropio Ante [Go Back]  
 [00098]  Ἄνεμος ἔπνευσε, καὶ τὰ φύλλα κατέβαλεν.
000-00-00 Serial Number=0045016944
In Christi natalem Ante [Go Back]  
 [00009]  Οἱ φύλλα ἐζωσμένοι καὶ φοροῦντες δέρματα, οὗτοι ἐν τῷ φορεῖσθαι αὐτὸν φοροῦσι Χριστόν.
 [00054]  ὁ φύλλα συκῆς περὶ τὴν ὀσφὺν φορῶν καὶ <τοὺς> χιτῶνας νεκροῦ ἐνδεδυμένος τὸ πρίν, Ἴδε νῦν φορούμενον τὸν ζῳοποιοφόρον·
000-00-00 Serial Number=0592652440
In Eutropium Ante [Go Back]  
 [00011]  καὶ ἄνεμος πνεύσας ἀθρόον τὰ μὲν φύλλα κατέβαλε, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν·
000-00-00 Serial Number=0668923199
In Genesim sermo 3 Ante [Go Back]  
 [00400]  πότε τὰ φύλλα ἐκδύσομαι τῆς συκῆς;
000-00-00 Serial Number=0720079184
In Genesim sermones Ante [Go Back]  
 [00606]  Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν.
000-00-00 Serial Number=0414206445
In Isaiam Ante [Go Back]  
 [00280]  ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα μὲν ἔχον καὶ κλάδους, καρπῶν δὲ ἔρημον ὄν.
 [00520]  Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα.
 [00522]  Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ' αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα.
000-00-00 Serial Number=0726539016
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00692]  φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ, καὶ χόρτος.
000-00-00 Serial Number=0792898238
In Psalmum 092 Ante [Go Back]  
 [00137]  Τί με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας;
000-00-00 Serial Number=0021249771
In Rachelem et infantes Ante [Go Back]  
 [00055]  Ὁρᾷ τὸν κόκκον τοῦ σινάπεως ἐπὶ τῆς γῆς ἐληλυθότα, καὶ κλάδους ἐκπέμποντα ἐλπίδος, καὶ μέλλοντα τὸ τῶν ἀνθρώπων γένος ὑπὸ τὰ φύλλα τῆς σωτηρίας σκεπάζεσθαι, καὶ ταῦτα ὁρῶν ὁ μισόκαλος δαίμων ταράττεται λίαν·
000-00-00 Serial Number=0741407573
In adorationem venerandae crucis Ante [Go Back]  
 [00107]  θεωρεῖ παρεστῶσαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ.
000-00-00 Serial Number=0302796960
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01955]  φύλλα δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισμένας;
 [01965]  Ἐν ἀμπέλῳ γίνεται οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός·
 [01998]  Εἰπὲ γάρ μοι, πῶς τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη;
000-00-00 Serial Number=0640540421
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00150]  [64.41] Λάμβανε οὖν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνησκόμενος τὴν ἐσχάτην ἡμέραν διαπαντὸς, ὅταν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, ὅταν ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιος δὲ καὶ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν·
000-00-00 Serial Number=0999075174
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00017]  Ἕλικες μὲν γὰρ καὶ φύλλα δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι·
000-00-00 Serial Number=0495675504
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00027]  οἳ καὶ ἐκδύσαντες αὐτὸν τὸ ἔνδυμα τῆς ἀθανασίας, ὃ πρὸ τῆς ἁμαρτίας ἐφόρει, ἐνέδυσαν αὐτὸν φύλλα συκῆς.
 [00028]  ∆ιὰ τί φύλλα συκῆς;
 [00030]  Ἐπειδὴ δὲ μετὰ τὴν ἁμαρτίαν τραχύτης προσεγένετο αὐτῷ πραγμάτων καὶ πικρία πολλὴ, διὰ τοῦτο ἐνεδύσατο φύλλα συκῆς.
000-00-00 Serial Number=0226760745
In illud Messis quidem multa Ante [Go Back]  
 [00074]  Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκ φύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄστα χυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέ ρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι.
000-00-00 Serial Number=0558346331
In illud Ne timueritis Ante [Go Back]  
 [00166]  Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅταν ἔλθῃ ὁ ἄνεμος, καὶ ῥίψῃ τὰ φύλλα, ὅταν μεταβολὴ τῶν πραγμάτων γένηται, τότε εὑρίσκονται οἱ πεπλασμένοι φίλοι, τότε γνωρίζεται τὰ προσωπεῖα τῶν κολάκων, τότε φανεροῦται ὁ χορὸς τῶν ὑποκριτῶν, καὶ ἡ σκῆψις τοῦ δράματος.
000-00-00 Serial Number=0426565647
In illud Vidi dominum Ante [Go Back]  
 [00850]  τὰ φύλλα ἔπεσεν, καὶ ἡ ῥίζα ἔμενεν ἀσάλευτος.
000-00-00 Serial Number=0920479476
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00062]  οὐκέτι τὸν τῆς ἐξορίας ὀνειδισμὸν ὑποπτεύομεν, οὐκέτι δειλιῶμεν τὴν φλογίνην ῥομφαίαν, οὐκέτι τὰ κλεῖθρα τῶν θυρῶν τοῦ παραδείσου δεδοίκαμεν, οὐκέτι τὰ τοῦ ὄφεως φοβούμεθα δήγματα, οὐκέτι παρὰ συκῆς δανειζόμεθα φύλλα, οὐκέτι τρέμομεν τὸν τοῦ βαδίσματος κτύπον·
000-00-00 Serial Number=0080522656
In parabolam de ficu Ante [Go Back]  
 [00011]  Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον·
 [00079]  Ἀλλ' ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν·
 [00080]  ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες;
 [00084]  ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς.
 [00172]  οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος·
000-00-00 Serial Number=0862539113
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00023]  Ἀστέρες ἐν τῇ ἀναστάσει ὡς φύλλα πίπτουσιν·
 [00170]  Οὐχ ὑπόκειται καιρῶν ἀνάγκαις, οὐδὲ δουλεύει χρόνοις, ἐν θέρει μὲν κομῶσα τὰ φύλλα, ἐν δὲ χειμῶνι γυμνουμένη.
000-00-00 Serial Number=0167551756
In ramos palmarum [2] Ante [Go Back]  
 [00068]  τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα·
000-00-00 Serial Number=0986827791
In resurrectionem domini [3] Ante [Go Back]  
 [00020]  τὴν φλογινὴν ῥομφαίαν μετέστησε καὶ αὔραν τοῦ ἁγίου πνεύματος εἵλκυσεν, τὸ θανατῶδες ξύλον ἀνέσπασε καὶ τὸν ζωοποιὸν σταυρὸν ἐρρίζωσεν, τὰ φύλλα τῆς συκῆς ἐξήρανε καὶ τὰ κρίνα τῶν νεοφωτίστων ηὔξανεν.
000-00-00 Serial Number=0263557792
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00271]  [51.5] Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς.
000-00-00 Serial Number=0417193472
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00885]  Ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσε, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς, καὶ τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πάντων ἐν αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐ ρανοῦ·
 [00897]  Ἐκκόψατε τὸ δένδρον, ἐκτίλατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ.
 [00929]  Τὸ δέν δρον, ὃ εἶδες, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»