Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλία [72]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλία


000-00-00 Serial Number=0500398040
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00274]  εἰ γὰρ ἀνθρώπων φιλία θανάτου πολλάκις κατατολμῆσαι ἐποίησε, τί οὐκ ἂν ἐργάσαιτο ἡ τοῦ Χριστοῦ;
000-00-00 Serial Number=0934211791
Ad populum Antiochenum Ante [Go Back]  
 [02652]  Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ φιλία, βουλόμενος τὸ πῦρ τοῦτο μένειν ἄσβεστον, ὅρκῳ πολλάκις ἡμᾶς κατέδησεν, ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια [49.102] τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται, ἡ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσωμεν.
 [04859]  Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ' ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο·
000-00-00 Serial Number=0208637238
Commentarius in Job Ante [Go Back]  
 [01840]  εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.».
 [01859]  «οὐχ ἡ συμφορά, οὐχ ἡ φιλία κατέκαμψεν ὑμᾶς», φησίν.
000-00-00 Serial Number=0345260799
De Anna i Ante [Go Back]  
 [00003]  καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία·
 [00266]  Οὕτω καὶ οἱ ἔρωτες θερμότεροι, καὶ ἡ εὔνοια γνησιωτέρα, καὶ ἡ φιλία ἀκριβεστέρα γίνεται, ὅταν μετὰ τοιαύτης φυλακῆς ἐπὶ τοὺς γάμους οἱ νέοι βαδίζωσιν.
000-00-00 Serial Number=0993190408
De Christi precibus Ante [Go Back]  
 [00328]  Οὐχ οὕτω χρημάτων πρόσοδος, οὐχ οὕτως ὅπλα καὶ τείχη καὶ τάφροι καὶ μυρία ἕτερα μηχανήματα ἡμᾶς ἀσφαλίζεσθαι πέφυκεν, ὡς φιλία γνησία.
000-00-00 Serial Number=0063500702
De Lazaro Ante [Go Back]  
 [01238]  πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον.
 [01259]  Οὐχ ἡ φιλία ἐστὶν ἐνταῦθα ἡ προϊσταμένη, ἀλλ' ἡ ἐλεημοσύνη.
 [01260]  Ἐὰν γὰρ ἡ φιλία μόνη προΐστατο, ἔδει ἁπλῶς εἰπεῖν, Ποιήσατε ὑμῖν φίλους·
 [01261]  νυνὶ δὲ δεικνὺς, ὅτι οὐχ ἡ φιλία μόνη προΐσταται, προσέθηκεν, Ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.
000-00-00 Serial Number=0247772455
De eleemosyna [4] Ante [Go Back]  
 [00065]  Ὦ φιλία ∆εσπότου, ἡ ἀσυνεσία πλουτούντων·
000-00-00 Serial Number=0196849287
De sacerdotio Ante [Go Back]  
 [00013]  Τί τὸ κωλῦσαν ἡμῖν αὐτὸν συνοικῆσαι Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, καὶ οὐκέτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δ' ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις καθεῖλκον τὴν ἐμαυτοῦ καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις, ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο·
000-00-00 Serial Number=0781442523
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00373]  Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι' αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν·
000-00-00 Serial Number=0919691622
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00213]  Εἰ δέ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ.
 [00216]  ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύναται φιλία πολλάκις εἰς βλάβην καὶ ὠφέλειαν.
 [03813]  ὡς, ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκ ἔτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς·
000-00-00 Serial Number=0266357899
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02822]  οὐδὲν ἡ φιλία;
000-00-00 Serial Number=0629618347
Fragmenta in Job Ante [Go Back]  
 [01197]  εἰ καὶ μηδὲν ἕτερον, μήτε φιλία, μήτε εὐεργεσία, μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ποιεῖ, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.
 [01217]  καὶ οὔτε ἡ συμφορὰ, οὔτε ἡ φιλία ὑμᾶς κατέκαμψεν.
000-00-00 Serial Number=0267559171
Fragmenta in Proverbia Ante [Go Back]  
 [01945]  Χάρις καὶ φιλία ἐλευθεροῖ.
000-00-00 Serial Number=0358070195
In Acta apostolorum Ante [Go Back]  
 [07553]  φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν, εὔνοια παρὰ πάντων, ἁμαρτημάτων ἀφανισμὸς, παῤῥησία πολλὴ, χρημάτων ὑπεροψία, ἐλεημοσύνη, δι' ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφεται.
 [09999]  Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία·
 [09999]  Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις.
000-00-00 Serial Number=0511036634
In Genesim sermones Ante [Go Back]  
 [01225]  ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία, καὶ ὁμόνοια καὶ φιλία, καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός.
 [01342]  ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ ὁμόνοια καὶ φιλία.
000-00-00 Serial Number=0466138780
In Joannem Ante [Go Back]  
 [02613]  Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ' ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια;
000-00-00 Serial Number=0296327949
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00141]  Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον, ἡ φιλία θερμοτέρα ἦν καθ' ἑκάστην σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ εὐεργετουμένων.
000-00-00 Serial Number=0906773627
In diem natalem Ante [Go Back]  
 [00020]  ἡ γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον.
000-00-00 Serial Number=0209897041
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04155]  Μεγίστη φιλία αὕτη, ὅταν καὶ καταφρονούμενος, καὶ συναποθανεῖν αὐτοῖς καὶ συζῇν αἱρῆται.
000-00-00 Serial Number=0584645450
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01761]  Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία·
 [01772]  Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία·
 [01808]  Ἐκεῖ μὲν [62.641] οὖν μετὰ τοῦ δικαίου ἦν ἡ φιλία·
000-00-00 Serial Number=0545544267
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01731]  πρεσβυτέρα γὰρ ἦν αὐτῆς ἡ φιλία.
 [07480]  Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης;
 [07730]  Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται.
 [09999]  Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ' ἕνα τινὰ ἄνθρω-πον·
 [09999]  Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς·
000-00-00 Serial Number=0594915688
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00514]  Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια·
 [00520]  Μέγα φιλία, καὶ πόσον μέγα, οὐδεὶς ἂν δύναιτο μαθεῖν, οὔτε τις παραστῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς.
 [00533]  Ὅταν μὲν γὰρ μὴ ᾖ φιλία, καὶ ὀνειδίζομεν τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν·
 [00534]  ὅταν δὲ φιλία ᾖ, καὶ κρύπτομεν αὐτὰς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι, ἵνα μὴ δόξωμεν ὀφειλέτην ἔχειν τὸν φίλον, ἀλλ' αὐτοὶ αὐτῷ ὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν αὐτόν.
 [01226]  ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον ἡ φιλία.
 [01255]  Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν ἡ πρὸς τὸν πλησίον φιλία παρείσδυσίν τινα γενέσθαι τῆς πλημμελίας, καὶ τὰ ἄλλα πάντα διεξιόντος καὶ ἐπεξερχομένου τῷ λόγῳ, τῶν ἐμοί τις γνωρίμων ὑποβαλὼν ἑαυτὸν, φησί·
000-00-00 Serial Number=0088097811
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00319]  Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους·
000-00-00 Serial Number=0372162282
In epistulam ad Colossenses Ante [Go Back]  
 [00149]  ἀλλ' οὐ φιλία τοῦτο·
 [00212]  διὰ τοῦτο τῶν καταβαλλομένων ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία·
 [00383]  κἂν γὰρ τεχθῇ φιλία ἐντεῦθεν, οὐδὲν αὐτῆς ψυχρότερον γένοιτ' ἄν.
 [03117]  Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαιρέτω, μήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα.
000-00-00 Serial Number=0166636348
In epistulam ad Ephesios Ante [Go Back]  
 [00228]  Βαβαὶ, πόση φιλία! Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει.
 [02745]  οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φιλία.
000-00-00 Serial Number=0030711710
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00362]  εἰπὼν γὰρ, Ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἔδειξεν ὅτι ἀπὸ τῶν χρημάτων προσήκει ποιῆσαι τούτους φίλους, δηλῶν ὅτι οὐχ ἁπλῶς προστήσεται ἡμῶν φιλία, ἐὰν μὴ ἔργα ἔχωμεν ἀγαθὰ, ἐὰν μὴ τὸν ἀδίκως συλλεγέντα πλοῦτον δικαίως κενώσωμεν.
 [07878]  καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής·
 [08850]  Τοῦτό ἐστι φιλία·
000-00-00 Serial Number=0133492947
In epistulam ad Philippenses Ante [Go Back]  
 [00276]  οὕτω καὶ φιλία τοῦ ἀγαπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν.
000-00-00 Serial Number=0427627265
In epistulam ad Romanos Ante [Go Back]  
 [01474]  Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία·
 [08151]  Οὕτω γὰρ φιλία καὶ γίνεται, καὶ γινομένη μένει.
 [08153]  Οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται.
 [08802]  Καίτοι γε ἀνάγκης ἡ τοιαύτη φιλία, ἀλλ' ὅμως αὐτοὺς καὶ τούτῳ παραμυθεῖται διὰ τὸ σφόδρα φιλεῖν·
000-00-00 Serial Number=0675290227
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00037]  Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει.
000-00-00 Serial Number=0729603589
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00060]  Οἱ πόλεμοι συνέχουσιν, οἱ φθόνοι ἐπάλληλοι, ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία καταδυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται, ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν, ἡ φιλία μέχρι τραπέζης περιορίζεται.
000-00-00 Serial Number=0612256765
In illud Vidi dominum Ante [Go Back]  
 [00593]  Ἐκ τούτου, φησί, φιλία ὡς πῦρ ἀνακαίεται.
000-00-00 Serial Number=0515017450
Non esse desperandum Ante [Go Back]  
 [00209]  Οὐκ ἀνύει τοσοῦτον φιλία πρὸς Θεὸν, ὅσον εὐχή.
 [00213]  ὅσον οὐκ ἤνυσε φιλία, ἤνυσεν εὐχή.
 [00220]  Ὁρᾷς πῶς, ὅσον οὐκ ἴσχυσεν ἡ φιλία, τοῦτο ἴσχυσεν ἡ προσεδρεία;
 [00223]  Εἰ καὶ ἡ φιλία μὴ ἐργάσεται, φησὶ, τοῦτο, ἀλλὰ ἡ προσεδρεία ἐργάσεται, ὅσον ἡ φιλία οὐκ ἴσχυσε.
000-00-00 Serial Number=0092074752
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00105]  ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα.
 [00442]  κἂν γὰρ πολλὴ ἡ φιλία ᾖ, ἀλλὰ καὶ ταῦτα συμβαίνειν εἰκός.
000-00-00 Serial Number=0692384779
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02226]  πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.
 [02235]  Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»