Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φλογὸς [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φλογὸς


000-00-00 Serial Number=0661747754
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00042]  ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανὸν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανὸν, καὶ τὸν μετ' ἐκεῖνον πάλιν.
000-00-00 Serial Number=0581449270
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00109]  Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς φάντασμα εἶναι νομίσῃ, συνεχώρησεν καυθῆναι τοὺς ἐμβαλόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον·
000-00-00 Serial Number=0310564935
Ad illuminandos catecheses Ante [Go Back]  
 [00121]  τὰ δὲ εἰς χωνευτήριον ἐμπεσόντα καὶ διὰ τῆς φλογὸς ἀνανεωθέντα, πᾶσαν ἀποθέμενα ῥυπαρίαν, τὴν αὐτὴν τοῖς νεοπαγέσιν ἀπὸ τῆς καμίνου προελθόντα τὴν λαμπηδόνα ἀφίησιν.
 [00122]  Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ' αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.
000-00-00 Serial Number=0596057296
Ad populum Antiochenum Ante [Go Back]  
 [01474]  φοβείτω καὶ καταπληττέτω τῆς φλογὸς ἡ ὄψις.
 [01477]  ἀλλ' ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογὸς, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν.
 [02273]  Ἐκεῖνοι ἠγωνί [49.89] σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν ∆εσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περικλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν.
 [02346]  Οὐ γὰρ οὕτω τῆς φλογὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύλων ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας ἐμπεσὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνήσεται.
000-00-00 Serial Number=0508562148
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
000-00-00 Serial Number=0901601791
Contra Anomoeos Ante [Go Back]  
 [00013]  φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν.
000-00-00 Serial Number=0018320262
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00069]  καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνησαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.
000-00-00 Serial Number=0718152642
De Anna i Ante [Go Back]  
 [00025]  Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλ' εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς.
000-00-00 Serial Number=0656192124
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00346]  Τῆς γὰρ νεότητος καὶ τῆς τόλμης τῆς ἀλόγου καὶ τοῦ οἴνου καὶ τῆς πλησμονῆς φλογὸς χαλεπώτερον περιισταμένων τοὺς λογισμούς, ἡ παρὰ τοῦ μακαρίου δρόσος διὰ τῶν ὄψεων εἰς τὴν τῶν ὁρώντων καταβαίνουσα ψυχὴν τήν τε φλόγα ἐκοίμισε καὶ τὸν ἐμπρησμὸν ἔστησε καὶ πολλὴν τῆς διανοίας κατέσταξε τὴν εὐλάβειαν.
 [00578]  Ἀλλ' οὐδὲ οὕτως ἀναίσθητός τίς ἐστιν ὡς αὐτῷ τῆς φλογὸς προσφερομένης μὴ διαναστῆναι εὐθέως καὶ τὸν προσάγοντα κατασχεῖν.
 [00650]  Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις καὶ σεισμῶν γενομένων καὶ τῆς γῆς τιναχθείσης οὐδ' ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς ἀλλ' ἕστηκε βεβαίως μονονουχὶ βοῶντα ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.
000-00-00 Serial Number=0166963816
De Maccabeis Ante [Go Back]  
 [00129]  Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι [50.623] πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας·
000-00-00 Serial Number=0347478330
De cruce et latrone i Ante [Go Back]  
 [00081]  ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει.
000-00-00 Serial Number=0604946017
De cruce et latrone ii Ante [Go Back]  
 [00108]  Ἐγὼ γὰρ καὶ τῶν χερουβίμ εἰμι δεσπότης, καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω·
000-00-00 Serial Number=0623009264
De incomprehensibili dei natura Ante [Go Back]  
 [00858]  ἐκεῖνος βασιλέα καθάπερ λέοντα θυμούμενον ἔστησε καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν.
000-00-00 Serial Number=0634920597
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00356]  [3.9] Καὶ ὢν μέγας, ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν, τῇ ἀγάπῃ, φλογὸς πάσης σφοδρότερος ἦν·
 [00598]  οὕτω δὴ καὶ τότε τοῦ κηρύγματος φανέντος, καὶ τοῦ Παύλου πανταχοῦ τοῦτο διασπείροντος, ἠλαύνετο μὲν ἡ πλάνη, ἐπανῄει δὲ ἡ ἀλήθεια, κνῖσαι δὲ καὶ καπνός, καὶ κύμβαλα καὶ τύμπανα, καὶ μέθαι καὶ κῶμοι, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ τὰ ἄλλα, ἃ μηδὲ εἰπεῖν καλόν, τὰ ἐν τοῖς ἱεροῖς τῶν εἰδώλων τελούμενα ἔληγε καὶ ἐδαπανᾶτο, καθάπερ κηρὸς ὑπὸ πυρὸς τηκόμενα, καθάπερ ἄχυρα ὑπὸ φλογὸς δαπανώμενα·
 [00977]  ∆ιαδήματα μὲν γὰρ μυρία καὶ πορφυρίδας τοσαύτας ἂν ἐπιθῇς ἀρρωστοῦντι, οὐδὲ μικρόν τι τῆς φλογὸς ὑποτεμέσθαι δυνήσῃ·
000-00-00 Serial Number=0088383377
De mutatione nominum Ante [Go Back]  
 [00797]  Ἐν ἀκμῇ γὰρ αὐτὸν ὄντα τῆς φλογὸς, ὥσπερ τις δρόσος ἄνωθεν κατενεχθεῖσα, ἡ φωνὴ τοῦ Κυρίου τοῦ νοσήματος ἀπήλλαξε παντελῶς.
000-00-00 Serial Number=0197904706
De patientia sermo 2 Ante [Go Back]  
 [00077]  Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλμησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ' ὅσα τούτοις πικρὰ βασανιστήρια ἔμελλον ἔρχεσθαι;
 [00085]  Καίτοι εἰ καὶ ἁμαρτίας ἦσαν πεποιηκότες, πάσας ἀπέσμηξεν ἡ τῆς [60.732] φλογὸς δύναμις·
000-00-00 Serial Number=0647111714
De pharisaeo Ante [Go Back]  
 [00050]  ἢ γὰρ οὐχὶ τὰς ὄψεις αὐτῶν φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς ὑποδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται;
000-00-00 Serial Number=0403677702
De prophetiarum obscuritate Ante [Go Back]  
 [00869]  Καὶ γὰρ εἰ καί τινας ἦσαν ἁμαρτίας πεποιηκότες, πάσας ἀπέσμηξε τῆς φλογὸς ἐκείνης ἡ φύσις.
000-00-00 Serial Number=0508918703
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00200]  ἓν γὰρ μόνον σπουδάζουσιν, ὅπως τὸ σῶμα τὸ ἑαυτῶν προεξαρπάσωσι τῆς φλογὸς, καὶ τὸν τοῦ πυρὸς φθάσωσι δρόμον μετὰ πολλῆς ἐπιόντα τῆς ταχύτητος·
000-00-00 Serial Number=0005878806
De sanctis martyribus [2] Ante [Go Back]  
 [00071]  οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0264449179
De virginitate Ante [Go Back]  
 [01907]  Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ' ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν ∆ανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον.
000-00-00 Serial Number=0677886009
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04571]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορᾷ προῆλθεν ὁ χρόνος, καὶ διὰ ταῦτα αὐτὸν εἶδε διψῶντα ἀπαλλαγῆς, καὶ ἀποθανεῖν ἐπιθυμοῦντα, ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα (Εἰ γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσει μοι τοῦτο)·
 [09999]  Πάλιν, ἂν τῆς φλογὸς ἀναφθείσης ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἢν οὐδὲ σβέσαι δυνάμεθα.
000-00-00 Serial Number=0557631671
Epistula ad Cyriacum Ante [Go Back]  
 [00435]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς καὶ σής ἐστιν οὐχὶ ὀστέων, ἀλλὰ καὶ διανοίας καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξέων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων καὶ νόσος πολλοὺς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [00666]  Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον;
000-00-00 Serial Number=0495726228
Epistulae Ante [Go Back]  
 [00718]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [00992]  Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν πολλῷ καὶ καθαρωτέραν ἡ τῆς φλογὸς ἀποφαίνει φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος·
 [01676]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [01950]  Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν πολλῷ καὶ καθαρωτέραν ἡ τῆς φλογὸς ἀποφαίνει φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος·
 [03031]  Ἀγάπης γὰρ ζεούσης καὶ θερμῆς τοῦτο δεῖγμα ποιούμεθα, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς σου διαθέσεως τῆς [52.719] φλογὸς θερμοτέρας.
 [03389]  οὐ διείργεται ὁδοῦ διαστήμασιν, οὐ μαραίνεται ἡμερῶν πλήθει, οὐ νικᾶται θλίψεων περιστάσει, ἀλλ' εἰς ὕψος αἴρεται διὰ παντὸς, καὶ φλογὸς μιμεῖται δρόμον.
000-00-00 Serial Number=0136947930
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00611]  [9.2] Ἐπειδὴ δὲ ἐπέβην ὀψέ ποτε τῆς Καισαρείας, κατειργασμένος, τεταριχευμένος, ἐν αὐτῇ τῆς φλογὸς τῇ ἀκμῇ τοῦ πυρετοῦ κείμενος, ἀλύων, τὰ ἔσχατα πάσχων, ἐπέτυχον καταγωγίου πρὸς αὐτῇ τῆς πόλεως τῇ ἐσχατιᾷ κειμένου καὶ σπουδὴν ἐποιούμην ὥστε καὶ ἰατροῖς συντυχεῖν καὶ τὴν κάμινον ἐκείνην σβέσαι·
 [00615]  Ἀλλὰ καὶ οὕτως πολλῷ τῷ κάρῳ τῆς φλογὸς κατεχόμενος, ἐν ἐσχάτοις ἤμην δεινοῖς.
 [00770]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [01025]  Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον, νέον σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου καὶ μαινομένης, οὕτω πλουτούσης, καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν , συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς;
000-00-00 Serial Number=0284266710
Fragmenta in Job Ante [Go Back]  
 [00680]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων, καὶ καμίνων, καὶ πάσης φλογὸς ὀδυνηρότερον, αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν, καὶ κατεσθίουσα τὸ σῶμα·
000-00-00 Serial Number=0316858709
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00051]  οὐ γὰρ τὰ σώματα αὐτῶν [63.470] ᾐδέσθη μόνον τῆς φλογὸς ἡ φύσις, ἀλλὰ καὶ αὐτὰ τὰ ὑποδήματα·
000-00-00 Serial Number=0732937694
In Heliam et viduam Ante [Go Back]  
 [00064]  Ὅτε γοῦν τοὺς χαλεποὺς κεραυνοὺς κατὰ τῶν Σοδομιτῶν ἀφεῖναι ἤμελλε, καὶ δήμους καὶ πόλεις ἀναρπάζειν ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς ἐκείνης, ὅτε τὸν καινὸν καὶ παράδοξον ὑετὸν ἐπὶ τὴν γῆν ἠφίει, τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶτον καὶ μόνον ἥλιος ἐπεῖδεν·
000-00-00 Serial Number=0130635798
In Isaiam Ante [Go Back]  
 [01049]  Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπωτέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας;
 [01792]  ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης.
000-00-00 Serial Number=0437236309
In Joannem Ante [Go Back]  
 [00905]  Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον.
000-00-00 Serial Number=0705850303
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00133]  τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης;
000-00-00 Serial Number=0272261739
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00286]  Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
000-00-00 Serial Number=0643767178
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02736]  δύναται σωφροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα.
000-00-00 Serial Number=0754531622
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08809]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι.
000-00-00 Serial Number=0433896005
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02635]  Πάλιν, ἂν τῆς φλογὸς ἁφθείσης, ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἣν οὐδὲ σβέσαι δυνάμεθα.
000-00-00 Serial Number=0298329711
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00528]  Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα, ἀλλ' ὄντως ἐστὶν ἡδέα, οὐ μετὰ φλογὸς ἔχοντα τὴν ἡδονὴν, ἀλλ' ἐλευθέραν ἀφιέντα τὴν ψυχὴν, καὶ εὐφραίνοντα καὶ διαχέοντα.
000-00-00 Serial Number=0184948027
In epistulam ad Philemonem Ante [Go Back]  
 [00593]  Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα.
000-00-00 Serial Number=0522834778
In epistulam ad Philippenses Ante [Go Back]  
 [00275]  Καθάπερ γὰρ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισίν·
000-00-00 Serial Number=0203449428
In epistulam ad Romanos Ante [Go Back]  
 [06025]  Καὶ γὰρ πελάγους παντὸς εὐρυτέρα, καὶ φλογὸς ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος·
000-00-00 Serial Number=0016280770
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00096]  Ἢ γὰρ οὐχὶ τὰς ὄψεις ἑαυτῶν τῷ φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς διαδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται, δέον αὐτὰς τῷ αἵματι Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, καὶ τῷ πνεύματι τὰς ψυχὰς ἐκλευκαίνειν, ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον, καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ;
000-00-00 Serial Number=0201260865
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00104]  Ὅθεν δῆλον, ὅτι ῥᾳθυ [51.176] μίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.
000-00-00 Serial Number=0213398218
In principium Actorum Ante [Go Back]  
 [00787]  καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.
000-00-00 Serial Number=0163253248
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00097]  οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὸν τῶν νεύρων τὴν ἀκολουθίαν·
 [00128]  ∆ιὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0292386889
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00702]  Καὶ πε ριεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον.
000-00-00 Serial Number=0156389773
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00166]  Ἀπὸ γὰρ τούτων ἀνάπτεσθαι πέφυκεν αὕτη τῆς φλογὸς ἡ φύσις.
 [00392]  ὥστε οἱ ἀθληταὶ καὶ πρὶν ἢ ταῦτα γενέσθαι, ὁμοῦ τῆς φλογὸς ἐπιβάντες καὶ τὸ τρόπαιον ἔστησαν καὶ τὴν νίκην ἤραντο καὶ τοὺς στεφάνους ἀνεδήσαντο καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἀνεκηρύχθησαν καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐδοκίμησιν οὐδὲν ἦν.
000-00-00 Serial Number=0247669697
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00383]  Τί τοίνυν κοσμεῖς ἑαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»