Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φυτῶν [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φυτῶν


000-00-00 Serial Number=0159774363
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00652]  πρότερον δέ σοι βιβλίων λόγος ἦν οὐδεὶς, πᾶσα δέ σοι φροντὶς καὶ πόνος εἰς τὴν ἐπιμέλειαν ἀνηλίσκετο τῶν ἐν τῷ παραδείσῳ φυτῶν.
000-00-00 Serial Number=0718961239
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00195]  Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις·
000-00-00 Serial Number=0753253639
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00049]  [2.4] Ὅτε οὖν ἐσκοπεῖτο, οὐχ ὅπως ἀγγέλων προνοεῖ καὶ ἀρχαγγέλων ὁ Θεὸς καὶ τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ καὶ τῶν ἄλλων ἀοράτων δυνάμεων, οὐδὲ πῶς ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης, οὐδὲ πῶς τοῦ γένους τῶν ἀνθρώπων παντός, οὐδὲ πῶς ἀλόγων καὶ φυτῶν καὶ σπερμάτων καὶ βοτανῶν καὶ ἀέρων καὶ πνευμάτων καὶ πηγῶν καὶ ποταμῶν, οὐδὲ τῆς κατὰ φύσιν γεννήσεως καὶ αὐξήσεως καὶ διατροφῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, [2.5] ἀλλ' ἕν τι μέρος ἀπολαβὼν τῆς προνοίας αὐτοῦ τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας καὶ γὰρ περὶ τούτων τὸν ἅπαντα διεξῄει λόγον, διδάσκων πῶς μὲν τοὺς ἐξ ἐθνῶν ἐκάλεσε, πῶς δὲ τοὺς ἐξ Ἰουδαίων ἀπώσατο καὶ πῶς ἐλέῳ τὴν ἑκατέρων σωτηρίαν ἐπραγματεύσατο ἄκουσον οἷα φησίν.
 [00311]  [6.19] Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν·
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
000-00-00 Serial Number=0452317357
Ad populum Antiochenum Ante [Go Back]  
 [02916]  Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
 [03518]  οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα.
000-00-00 Serial Number=0136803448
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00037]  τίς δὲ φυτῶν εὐπρέπεια τοιαύτη κατὰ στίχον πεφυτευμένων, ἢ στρατιᾶς εὐάρμοστος σύνταξις ἐν κόσμῳ καὶ τάξει εὐπρεπεῖ προϊοῦσα;
000-00-00 Serial Number=0175813437
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0468878686
De Anna i Ante [Go Back]  
 [00051]  ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ' ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης·
000-00-00 Serial Number=0296897292
De consubstantiali Ante [Go Back]  
 [00040]  Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ μὲν φυτῶν καὶ ἀνθρώπων καὶ ζώων ἀκίνητον τοῦτον μένειν τὸν νόμον, ἐπὶ Θεοῦ δὲ μόνον κινεῖν αὐτὸν καὶ ἀνατρέπειν;
000-00-00 Serial Number=0878698409
De incomprehensibili dei natura Ante [Go Back]  
 [00433]  Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς.
 [00621]  Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διαφθεῖρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς.
000-00-00 Serial Number=0373224258
De paenitentia [1] Ante [Go Back]  
 [00900]  Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα·
 [01421]  Ὥσπερ γὰρ ἐπὶ φυτῶν καὶ ξύλων, ὅταν ἴδωμεν τὴν καρδίαν διαβρωθεῖσαν, τὸ λοιπὸν ἀποδοκιμάζομεν μέρος·
000-00-00 Serial Number=0857359111
De siccitate Ante [Go Back]  
 [00029]  Μόνη δὲ λέλειπται τῶν ἀμπέλων καὶ φυτῶν ὑπετάλωσις, τάχα καὶ αὐτὴ τὸν μετ' ὀλίγον ἐσόμενον μαρασμὸν ὑπεμφαίνουσα.
000-00-00 Serial Number=0439317346
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02158]  πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν ἅπαντα τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν;
000-00-00 Serial Number=0777854264
Epistulae Ante [Go Back]  
 [02570]  Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων, ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται τῶν καρπῶν τὴν φορὰν, ὡς ἅπαντα ἀποκρύπτειν πλοῦτον καὶ τῇ δαψιλείᾳ καὶ τῇ φύσει.
000-00-00 Serial Number=0946508646
Expositiones in Psalmos Ante [Go Back]  
 [00582]  Ἐπειδὴ δὲ ἀπέριττός ἐστιν ὁ Προφήτης, παρεὶς ἅπαντα τὰ ἄλλα εἰπεῖν, ὀπώρας, ἀκρόδρυα, γένη φυτῶν, γένη σπερμάτων, γένη βοτανῶν, λειμώνων, ἀνθῶν, παραδείσων, καὶ ὅσα ἄλλα ἐστὶ, τὰ συνεκτικὰ τίθησι, τὰ καὶ πρὸς τὴν ζωὴν ἡμῖν ἀναγκαῖα, ἀπὸ τούτων κἀκεῖνα ποιῶν κατάδηλα.
 [03143]  καὶ ὅθεν ἂν ἄρξῃ, λαμπρότερον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρανοῦ, ἄν τε ἀπὸ τῆς γῆς, ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν·
 [03147]  Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων.
 [04906]  καὶ ὅθεν ἂν ἄρξῃ, λαμπρότερον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρανοῦ, ἄν τε ἀπὸ τῆς γῆς, ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν·
 [04910]  Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων.
000-00-00 Serial Number=0575250089
Fragmenta in Job Ante [Go Back]  
 [01478]  Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος·
000-00-00 Serial Number=0222411990
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ἐκ τοῦ μὴ ἐπισκέπτεσθαι τὰ ἡμέτερα, ἀλλ' ὑπὲρ μὲν φύσεως γῆς, καίτοι οὐκ ὄντας γεωργοὺς, πολυπραγμονεῖν, καὶ ὑπὲρ φύσεως φυτῶν, καὶ ὑπὲρ φύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐμπόρους, καὶ ὑπὲρ ἱματίων, καὶ ὑπὲρ [60.238] πάντων·
000-00-00 Serial Number=0868267596
In Ecclesiasten Ante [Go Back]  
 [00150]  Εἶτα αὐτὸ ἀπὸ τῶν φυτῶν πιστοῦται·
000-00-00 Serial Number=0606176853
In Genesim sermo 3 Ante [Go Back]  
 [00370]  Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη, καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν, ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι.
000-00-00 Serial Number=0053520858
In Isaiam Ante [Go Back]  
 [01532]  Σωρὴχ δὲ ἐνταῦθα ἀληθινήν φησιν, εὐγενῆ, οὐχὶ τῶν φαύλων φυτῶν, οὐδὲ τῶν καταδεεστέρων, ἀλλὰ τῶν δοκίμων καὶ πρώτων.
 [01579]  Οὐ γὰρ περὶ φυτῶν ὁ λόγος μοι, φησίν, οὐδὲ περὶ γῆς ἀψύχου, οὐδὲ περὶ λίθων καὶ τοίχων, ἀλλὰ περὶ δήμου τοῦ ὑμετέρου.
000-00-00 Serial Number=0665773511
In Joannem theologum Ante [Go Back]  
 [00069]  Οὐ γὰρ λείπει τῇ Ἐκκλησίᾳ, ἃ περὶ τούτων ἔγραψε Μωϋσῆς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλασσῶν καὶ ἰχθύων καὶ πετεινῶν καὶ τετραπόδων, καὶ ἑρπετῶν καὶ φυτῶν καὶ σπερμάτων καὶ φωστήρων καὶ βρωμάτων καὶ λοιπῆς κτίσεως·
000-00-00 Serial Number=0153661549
In Psalmos 101-107 Ante [Go Back]  
 [01113]  Τούτου δὴ χάριν καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο.
 [01244]  [55.662] λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παρα βολῇ.
000-00-00 Serial Number=0153559446
In diem natalem Ante [Go Back]  
 [00017]  Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν (καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εἰς τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει τῶν συνδραμόντων.
000-00-00 Serial Number=0450679719
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04513]  Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν ὁ γηπόνος, τὰ μὲν περικόπτων καὶ κωλύων [κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων·
 [04520]  οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ.
 [04534]  Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ μέσον, τοσοῦτον αὕτη βελτίων ἐκείνης.
000-00-00 Serial Number=0606377006
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05070]  πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ' ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων;
 [05071]  ∆ιὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον.
 [09336]  ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος·
000-00-00 Serial Number=0185610831
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02029]  Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ μικρότατον ἐκλεξώμεθα;
000-00-00 Serial Number=0746432304
In epistulam ad Colossenses Ante [Go Back]  
 [01442]  τέταρτον, ὅτι καὶ φυτῶν·
000-00-00 Serial Number=0855899036
In epistulam ad Ephesios Ante [Go Back]  
 [04418]  ∆ιὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ.
 [05383]  Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν στρέφηται μόνον πάντα εἰκῆ·
 [06192]  Εἰπὲ γάρ μοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα;
000-00-00 Serial Number=0089205384
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08895]  ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν.
000-00-00 Serial Number=0891666710
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00024]  Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ μεταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν.
000-00-00 Serial Number=0414641619
In illud Messis quidem multa Ante [Go Back]  
 [00040]  δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς·
000-00-00 Serial Number=0742140234
In principium Actorum Ante [Go Back]  
 [01169]  Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς·
000-00-00 Serial Number=0007874370
In sancta et magna parasceve Ante [Go Back]  
 [00202]  Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει·
000-00-00 Serial Number=0653482020
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00067]  Πάλιν ἡ ῥίζα τῶν φυτῶν κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ' οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν ἀμπέλων τῶν ἀναδενδράδων αὕτη ἡ φύσις.
 [00071]  Εἰ δὲ πηγὴ, καὶ ῥίζα, καὶ φυτῶν καὶ ἀρωμάτων φύσις τοσαύ την ἔχουσι τὴν ἰσχὺν, πολλῷ μᾶλλον τῶν ἁγίων τὰ σώματα·
000-00-00 Serial Number=0825728893
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00125]  Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»