Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ψυχάς [101]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ψυχάς


000-00-00 Serial Number=0605261326
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00015]  σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τάς τε κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς.
 [00366]  Ἡ γὰρ χάρις εἰ μὴ τὰ παρ' ἡμῶν πρότερον ἐζήτει, ἀθρόως ἂν εἰς τὰς ἁπάντων ἐξεχύθη ψυχάς·
000-00-00 Serial Number=0118767440
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00506]  ὅταν δὲ μηδὲν τούτων εἰδότες καὶ οὕτω στέργωμεν εἴκειν ἅπασιν αὐτοῦ τοῖς προστάγμασι, καὶ εἰς ὑπακοὴν γνησίαν καὶ εἰς πίστιν εἰλικρινῆ, μέγιστα τὰς ἡμετέρας ὠφελοῦμεν ψυχάς.
 [00995]  Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βουλεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κεφάλαιον ἡ τῶν παίδων ἐστὶ, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς.
000-00-00 Serial Number=0282533765
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00004]  ∆εῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς.
 [00051]  Τοιαύτας εἶχον καὶ οἱ ἅγιοι προφῆται ψυχάς·
000-00-00 Serial Number=0865880787
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00037]  Αὕτη γάρ, αὕτη, καθάπερ τις χρυσῆ σειρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν ὑπεραίρουσα κακῶν.
 [00288]  Οὐχ ὡς ἔτυχεν δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχάς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις παρέδωκαν ἑαυτοὺς κακοῖς.
 [00291]  Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ καὶ τούτων πικρότερα, ἡ γὰρ τῶν ἀποκειμένων ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλίψιν καὶ τὴν στενοχωρίαν ὡς, εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι καὶ τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.
 [00386]  Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ, καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνεν ψυχάς;
 [00397]  Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαράν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διὰ παντός;
 [00561]  μετὰ γὰρ τὸ λαβεῖν, ἀκάθεκτοι λοιπόν εἰσιν, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθαρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχάς, καθάπερ ὑπό τινος πνεύματος σφόδρα τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προτέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀπαθείας λιμένα ὠθούμενοι.
 [00581]  [18] Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτο, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦσαι καὶ τὸ κατέχον ἡμᾶς διά σε τῆς ἀθυμίας ἀποσείσασθαι νέφος.
000-00-00 Serial Number=0329401731
Ad populum Antiochenum Ante [Go Back]  
 [01470]  ∆ιὰ γὰρ τοῦτο συμφωνία μουσικῶν τοσούτων, διὰ τοῦτο ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς.
 [02042]  ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο τὰς ψυχάς;
 [02540]  οὐ παθῶν δὲ σωματικῶν μόνον, ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀναπαύουσα τὰς ὀδυνωμένας ψυχάς.
 [04205]  ὁ γὰρ τῆς ἐπικειμένης συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς.
000-00-00 Serial Number=0985652864
Ad viduam juniorem Ante [Go Back]  
 [00160]  καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, ἐπειδὰν δὲ ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται·
 [00161]  οὕτω καὶ ταῦτα τὰ πάθη ἥ τε κενοδοξία καὶ ἡ ἀπόνοια παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.
000-00-00 Serial Number=0813957572
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00236]  Οὐ γὰρ ἄνθρωπος, ἀλλά τις πονηρὸς δαίμων καθάπερ τύραννος ἄγριος τὴν οἰκουμένην ἅπασαν καταλαβὼν, μετὰ πάσης αὐτοῦ τῆς φάλαγγος εἰς τὰς τῶν ἀνθρώπων εἰσεκώμασε ψυχάς·
 [00803]  ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς·
 [01193]  Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς.
000-00-00 Serial Number=0125369132
Catechesis de juramento Ante [Go Back]  
 [00048]  ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέτησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς·
000-00-00 Serial Number=0239657402
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00079]  ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ' ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς.
 [00356]  ∆ιὰ τοῦτο ἐνέδυσεν ἡμᾶς τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο ἔζωσε τὴν ζώνην τῆς ἀληθείας, διὰ τοῦτο περιέθηκε τὴν περικεφαλαίαν τοῦ σωτηρίου, διὰ τοῦτο ὑπέδησεν τῇ ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν ἐνεχείρισεν τοῦ πνεύματος, διὰ τοῦτο πῦρ ἀφῆκεν εἰς τὰς ἡμετέρας ψυχάς.
 [00366]  οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς.
000-00-00 Serial Number=0438723743
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00145]  Ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ τοῦτο ἀπαγγελθὲν ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ διαναστῆσαι καὶ ἐκπλῆξαι τὰς τῶν ἀκουόντων ψυχάς.
 [00606]  [112] Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον·
000-00-00 Serial Number=0153231263
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00015]  ἔπειτα δὲ καὶ ἐν ἡλικίᾳ φανείη τοιαύτῃ ἣ μάλιστα τὰς τῶν νέων ἀναπτεροῖ ψυχάς, αὐτὸ τῆς νεότητος φέρων τὸ ἄνθος, ζώνῃ χρυσῇ διαζωσάμενος καὶ βοστρύχους ἀπὸ τῆς κεφαλῆς δείξας ποικίλως ἐμπεπλεγμένους, κρωβύλῳ περσικῷ προσεοικότας·
000-00-00 Serial Number=0262089074
De incomprehensibili dei natura Ante [Go Back]  
 [01247]  Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχάς, τὸν δὲ πάντων ∆εσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας.
000-00-00 Serial Number=0615874529
De perfecta caritate Ante [Go Back]  
 [00044]  Ἡ ἀγάπη ἓν σῶμα τοὺς πολλοὺς ἀπεργάζεται, καὶ Πνεύματος ἁγίου δοχεῖα τὰς τούτων κατασκευάζει ψυχάς·
 [00203]  μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς;
000-00-00 Serial Number=0200941503
De precatione [1] Ante [Go Back]  
 [00016]  Εἰ γὰρ τοὺς βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ' ἐκείνου τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς·
 [00039]  Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας ἔλθοι ψυχάς·
 [00078]  Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς·
000-00-00 Serial Number=0443970561
De sacerdotio Ante [Go Back]  
 [00548]  Οἱ δὲ οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ' ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς.
 [00620]  διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς.
 [00748]  Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικόν τινα μετ' εὐλαβείας καὶ φρονήσεως ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ' αὐτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς.
 [01383]  Καὶ καθάπερ τὰς μεταλλικὰς ὕλας δοκιμάζει τὸ πῦρ, οὕτω καὶ ἡ τοῦ κλήρου βάσανος τὰς τῶν ἀνθρώπων διακρίνει ψυχάς, κἂν ὀργίλος τις ᾖ, κἂν μικρόψυχος, κἂν φιλόδοξος, κἂν ἀλαζών, κἂν ὅ τι δή ποτε ἕτερον, ἅπαντα ἐκκαλύπτει καὶ γυμνοῖ ταχέως τὰ ἐλαττώματα, οὐ γυμνοῖ δὲ μόνον, ἀλλὰ καὶ χαλεπώτερα καὶ ἰσχυρότερα αὐτὰ καθίστησι.
 [01447]  οὐ γὰρ εἰς αὐτὸν περιΐσταται μόνον ἡ ζημία, ἀλλὰ καὶ τὰς τῶν ἀσθενεστέρων καὶ εἰς αὐτὸν βλεπόντων καταβάλλει ψυχάς.
000-00-00 Serial Number=0907693446
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00049]  Θυγατέρας λέγει τῆς Ἱερουσαλὴμ τὰς ἁγίας τῶν πατέρων ψυχάς.
000-00-00 Serial Number=0375594616
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04165]  Μείζων ὄντως ἡ τῆς ἱερωσύνης ἀρχὴ τῆς ἀρχῆς τῆς βασιλικῆς, καὶ τοσοῦτον μείζων, ὅσον ὁ μὲν βασιλεὺς σώματα ἐμπεπίστευται, ὁ δὲ ἱερεὺς ψυχάς.
 [05891]  ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἀπέκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς.
 [06075]  μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς;
000-00-00 Serial Number=0082181633
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04332]  Οὕτω, φησὶ, καὶ τῶν προφητῶν οἱ λόγοι τρέφουσι ψυχάς.
000-00-00 Serial Number=0569049001
Fragmenta in Proverbia Ante [Go Back]  
 [00442]  ὥσπερ καὶ χώρας μὲν τὰς καρποφόρους ψυχάς·
 [01310]  ἔχουσι γὰρ τὴν ἐκ τῆς ἀληθείας γλυκύτητα ἰωμένην ψυχάς·
000-00-00 Serial Number=0476061642
In Acta apostolorum Ante [Go Back]  
 [01201]  Μυριάκις γὰρ ἂν εὐξαίμην αὐτὸς πηρωθῆναι, εἰ γε ἐνῆν διὰ τούτου τὰς ὑμετέρας ἐπιστρέψαι ψυχάς·
 [06134]  γεωργοῦσιν ἐκεῖνοι τὴν γῆν, σὺ γεώργησον αὐτῶν τὰς ψυχάς·
 [06198]  Τί τῆς προσόδου ταύτης μεῖζον, τοῦ εἰς τὴν ἅλω τὴν ἐν οὐρανῷ εἰσαγαγεῖν ψυχάς;
 [06199]  Οἴμοι! ὅτι οὐκ ἴστε πόσον ἐστὶ τὸ κερδᾶναι ψυχάς.
 [07170]  τοῦτο συγκροτεῖ τὰς ἡμετέρας ψυχάς.
 [09774]  Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως, εἰπών τινα σπέρματα, καὶ μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥῖψαι ψυχάς.
 [09999]  οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς·
 [09999]  Περίειμι γὰρ καὶ αὐτὸς τρόπους παντοίους ἐπιζητῶν, δι' ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέρας ψυχάς.
 [09999]  φιλοφροσύνης γὰρ μεγάλης, διακοσίας ἑβδομήκοντα τὸ ξενίσαι ψυχάς.
 [09999]  Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεμοι, ἀλλ' ἀντὶ ἀνέμων Πνεῦμα θεῖον ἅγιον τὰς ἐμπλεούσας παραπέμπει ψυχάς·
000-00-00 Serial Number=0089679480
In Genesim sermones Ante [Go Back]  
 [01239]  Οὐ γὰρ οὕτως ἥλιος ἐκ μέσης τῶν οὐρανῶν τῆς κορυφῆς τὰς ἀκτῖνας ἀφιεὶς, καταλάμπει τὰ σώματα, ὡς ὄψις πατρικῆς φιλοστοργίας ἀκτῖνας ἀφιεῖσα ἐκ μέσου τοῦ θρόνου, καταυγάζει τὰς ἡμετέρας ψυχάς.
000-00-00 Serial Number=0932358682
In Isaiam Ante [Go Back]  
 [00087]  Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ' ὥστε αἰνίγματι παρασχεῖν, ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς τὴν λαμπηδόνα ποιουμένας ἐκείνην, τῶν μελλόντων οὕτω δέχεσθαι τὴν γνῶσιν.
000-00-00 Serial Number=0291222930
In Joannem Ante [Go Back]  
 [00723]  Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς.
 [00739]  Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς·
 [01334]  Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς.
 [01752]  οὕτω δὴ, καὶ πολλῷ μᾶλλον ἀντὶ πηλίνων χρυ [59.76] σοῦς τὸ βάπτισμα ἐργάζεται τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς·
 [04763]  Ὀξὺ γὰρ ἡ ὀργὴ πάθος, ὀξὺ, καὶ δεινὸν κλέψαι τὰς ἡμετέρας ψυχάς.
000-00-00 Serial Number=0741424620
In Kalendas Ante [Go Back]  
 [00055]  Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλῃ μόνον, ἀλλ' ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς.
000-00-00 Serial Number=0247936249
In Petrum et Paulum Ante [Go Back]  
 [00027]  Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς! Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ [59.493] μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ ∆εσπότου ἀπόστολος.
000-00-00 Serial Number=0844551265
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01721]  πόθεν εἰς τὰς ἡμετέρας κατέσκηψε ψυχάς;
 [01934]  Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡμεῖς τὰς ὑμετέρας ψυχάς·
 [03774]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούντων μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς;
 [03918]  Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδο [61.492] κοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς·
000-00-00 Serial Number=0643756509
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00350]  ἀργύρου παντὸς καθαρωτέρας ἡμῖν ἐργάζεται τὰς ψυχάς.
000-00-00 Serial Number=0666489899
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06556]  ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς.
 [06632]  Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς·
000-00-00 Serial Number=0774742365
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00448]  Εὐδοκοῦμεν, φησὶ, μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
 [02130]  Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισμοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡμετέρας ψυχάς·
000-00-00 Serial Number=0608127058
In epistulam ad Colossenses Ante [Go Back]  
 [03647]  Τὸ γὰρ μαθεῖν ὅτι καὶ πειρασμοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουμένου ἦν τὸ πρᾶγμα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς.
000-00-00 Serial Number=0571046710
In epistulam ad Ephesios Ante [Go Back]  
 [00614]  τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς.
 [00716]  πόσας ψυχάς;
 [01804]  τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο μᾶλλον ἑλεῖν τὰς ἡμετέρας ψυχάς.
000-00-00 Serial Number=0480566561
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00476]  Οὐ τοῦτο δὲ μόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχάς.
 [03051]  Πάντες δὲ ἀπὸ ἐλεημοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ ἀπὸ τοῦ μὴ μνησικακεῖν μηδὲ ἀμύνεσθαι, ταπεινώσωμεν ἑαυτῶν τὰς ψυχάς.
 [03941]  Ἄρα μεγάλη τῆς μετανοίας ἡ δύναμις, εἴ γε ὡς χιόνα ἡμᾶς ἐργάζεται, καὶ ὡς ἔριον λευκαίνει, κἂν προλαβοῦσα ἡ ἁμαρτία βάψῃ τὰς ἡμετέρας ψυχάς.
 [05943]  ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς·
000-00-00 Serial Number=0794670582
In epistulam ad Philippenses Ante [Go Back]  
 [00630]  παντὸς γὰρ καύματος μᾶλλον τὸ πικρὸν τῆς ὀδύνης τὰς ἡμετέρας θλίβει ψυχάς·
 [02027]  τὸ γὰρ βαρὺ τῶν ῥημάτων κούφας ἡμῖν ἐργάζεται ἀπὸ τῶν ἁμαρτημάτων ψυχάς.
000-00-00 Serial Number=0411867797
In epistulam ad Romanos Ante [Go Back]  
 [05567]  Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς;
 [07419]  βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι πεπληγυίας τὰς ψυχάς.
000-00-00 Serial Number=0819248319
In illud Memor fui dei Ante [Go Back]  
 [00362]  Ἵππους λέγει τὰς ψυχὰς τῶν κατεχομένων, καὶ ἐπιβάτας τοὺς πονηροὺς δαίμονας, δαίμονας τοὺς ἀνελεημόνως παιδεύοντας τὰς τῶν ἀνθρώπων ψυχάς.
000-00-00 Serial Number=0007690251
In illud Vidi dominum Ante [Go Back]  
 [00326]  Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς ἐπὶ πλεῖον τοῖς θαύμασι τούτοις ἐνδιατρίβοντες, εἰς θάμβος ἀγάγωμεν ὑμῶν τὰς ψυχάς, φέρε ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας ἐπιστρέψωμεν, ἀφελεστέροις ὑμᾶς ψυχαγωγοῦντες διηγήμασιν.
 [00595]  οὕτω καὶ τὸ πῦρ τῆς ἐπιθυμίας τῆς ἐν ἡμῖν, ἐπειδὰν διὰ τῶν ὀφθαλμῶν ὄψεως εὐειδοῦς καὶ λαμπρᾶς ἅψηται, εὐθέως τὰς τῶν ὁρώντων ἐμπίπρησι ψυχάς.
 [00962]  Ὁ βασιλεὺς σώματα ἐμπιστεύεται, ὁ δὲ ἱερεὺς ψυχάς·
000-00-00 Serial Number=0648113966
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00037]  ἱκανὴ γὰρ ἡ παράλυσις ἐκείνου τὰς ἡμετέρας ἐπισφίγξαι ψυχάς·
 [00040]  ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ ∆εσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς·
000-00-00 Serial Number=0797094285
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00086]  Ἀγέλαι βοῶν καὶ προβάτων, καὶ θρέμματα πάντα νομῆς, καὶ ὑδάτων κεκωλυμένα, καὶ διάφορον φωνὴν ἀφιέντα, εἰς κλαυθμὸν καὶ ἀδαμαντίνους ἐκίνει ψυχάς.
000-00-00 Serial Number=0076898932
In principium Actorum Ante [Go Back]  
 [00949]  οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς.
000-00-00 Serial Number=0244748175
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00062]  Ἀλλ' ὅπερ ἡ Βαβυλωνία κάμινος ἐπὶ τῆς τῶν μαρτύρων τριάδος ἐργάζεται, καὶ σώματός τε καὶ ψυχῆς τὰ δεσμὰ διαλύσασα, ἐλευθέρας ἀφῆκεν εἰς οὐρανὸν πέτασθαι τὰς ψυχάς.
000-00-00 Serial Number=0156910896
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00048]  οὕτω καὶ ἐν τῷ χορῷ τῶν ἀποστόλων διάφορα μὲν τὰ πρόσ ωπα, μία δὲ ἡ διδασκαλία, ἐπειδὴ καὶ εἷς ὁ τεχνίτης ἦν, τὸ Πνεῦμα τὸ ἅγιον τὸ κινοῦν τὰς ἐκείνων ψυχάς.
000-00-00 Serial Number=0860791385
Quales ducendae sint uxores Ante [Go Back]  
 [00005]  Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατέβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς.
000-00-00 Serial Number=0365543962
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00168]  οἵ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς.
 [00173]  ἀλλὰ πάντα χαμαὶ ἔρριπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς.
000-00-00 Serial Number=0189604104
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00117]  ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύμαντον τὰς τῶν γεγηρακότων ὁρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾶν ἀσφαλείᾳ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»